120
ἐπισκεψάμενον αὐτοὺς ἐν τῇ θλίψει αὐτῶν, τὸν τὰ σημεῖα ἐπὶ χειρὸς καὶ ῥάβδου ποιησάμενον, τὸν τοὺς Aἰγυπτίους δεκαπλήγῳ πατάξαντα, τὸν τὴν ἐρυθρὰν διελόντα θάλασσαν εἰς διαιρέσεις ὑδάτων, τὸν διαγαγόντα αὐτοὺς ἐν μέσῳ ὕδατος ὡς ἵππον ἐν πεδίῳ, τὸν τοὺς ἐχθροὺς αὐτῶν καὶ ἐπιβούλους βυθίσαντα, τὸν εἰς Μερρὰν τὴν πικρὰν πηγὴν γλυκάναντα, τὸν ἐκ πέτρας ἀκροτόμου καταγαγόντα ὕδωρ εἰς πλησμονὴν αὐτοῖς, τὸν στύλῳ νεφέλης καὶ στύλῳ πυρὸς σκιάζοντα αὐτοῖς διὰ θάλπος ἄμετρον καὶ φωτίζοντα καὶ ὁδηγοῦντα τοὺς οὐκ εἰδότας ὅπου πορευθῶσιν, τὸν ἐξ οὐρανοῦ μαννοδοτήσαντα αὐτοῖς καὶ ἐκ θαλάσσης κρεωδο τήσαντα ὀρτυγομήτραν, τὸν ἐν τῷ ὄρει νομοθετήσαντα αὐτοῖς, οὗ τῆς φωνῆς ἠξιώθησαν ἐπακοῦσαι· τοῦτον ἀπηρνήσαντο εἰπόντες τῷ Ἀαρών· «Ποίησον ἡμῖν θεούς, οἳ προπορεύσονται ἡμῶν.» Καὶ ἐμοσχοποίησαν χωνευτὸν καὶ ἔθυσαν τῷ εἰδώλῳ· διὸ ὀργισθεὶς ὁ Θεός, ἅτε ἀχαριστη θεὶς ὑπ' αὐτῶν, ἔδησεν αὐτοὺς δεσμοῖς ἀλύτοις, στιβώσει φορτισμοῦ καὶ βαρύτητι κλοιοῦ. Καὶ οὐκέτι εἶπεν· 'Ἐὰν δὲ ποιῇς', ἀλλά· 'Ποίησον' θυσιαστήριον καὶ θῦε διηνεκῶς, ἐπιλήσμων γὰρ τυγχάνεις καὶ ἀχάριστος· ὁλοκαύτει οὖν συνεχῶς, ἵν' ὑπομιμνήσκῃ μου. Ἐπειδὴ γὰρ τῇ ἐξουσίᾳ κακῶς ἀπεχρήσω, ἀνάγκην ἐπιτίθημί σοι λοιπόν, καὶ βρωμάτων ἀφιστῶ τοιῶνδε καὶ ζóων σοι διαφορὰς καθαρῶν καὶ ἀκαθάρτων διαστέλλομαι, καίτοι παντὸς ζóου καλοῦ τυγχάνοντος ἅτε ὑπ' ἐμοῦ γενο μένου. Καὶ ἀφορισμοὺς τοιούσδε σοι προστάσσω, καθα ρισμούς, συνεχῆ βαπτίσματα, ῥαντισμούς, ἁγνείας τοιάσδε, ἀργίας διαφόρους. Καὶ τούτων ἐφ' ἑκάστῳ, ἐὰν παρα κούσῃς, τιμωρίαν ὁρίζω ὡς οἰκέτῃ ἀπειθεῖ, ὅπως πιεζόμενος καὶ ὑπὸ τοῦ κλοιοῦ ἀγχόμενος τῆς πολυθέου πλάνης ἐκστῇς, καὶ παρεὶς τὸ Ὀὗτοι οἱ θεοί σου, Ἰσραήλ' ὑπομνησθῇς τὸ 'Ἄκουε, Ἰσραήλ, Κύριος, ὁ Θεός σου Κύριος εἷς ἐστιν', καὶ ἀναδράμῃς ἐπ' ἐκεῖνον τὸν νόμον τὸν ὑπ' ἐμοῦ τῇ φύσει καταβληθέντα πᾶσιν ἀνθρώποις· ἕνα μόνον ὑπάρχειν Θεὸν ἐν οὐρανῷ καὶ ἐπὶ γῆς, καὶ τοῦτον ἀγαπᾶν ἐξ ὅλης τῆς καρδίας καὶ ἐξ ὅλης τῆς ἰσχύος καὶ ἐξ ὅλης τῆς διανοίας, καὶ πλὴν αὐτοῦ μὴ φοβεῖσθαι ἄλλον, μήτε ὄνομα θεῶν ἑτέρων ἐπὶ διανοίας λαμβάνειν μήτε προφέρειν γλώσσῃ διὰ στόματος. ∆ιὰ γὰρ τὴν σκληροκαρδίαν αὐτῶν ἐπέδησεν αὐτούς, ἵνα διὰ τοῦ θύειν καὶ ἀργεῖν καὶ ἁγνίζεσθαι καὶ τὰ τοιάδε παρατηρεῖσθαι εἰς ἔννοιαν ἔλθωσιν τοῦ Θεοῦ τοῦ ταῦτα διαταξαμένου αὐτοῖς. Ὑμῶν δὲ τῶν πιστευσάντων εἰς τὸν ἕνα Θεόν,