120
κακότητα» 6.1.4 καὶ τὰ ἑξῆς, οἷς ἐπιλέγει· «Ταῦτα δὲ Μοιράων νόος ἤγαγεν, ἠδὲ κελαινὴν εἰς ἔριν ἐστήριξε κακηπελίῃσι δαμάζειν, ὑψιπόλοιο Κρόνοιο κακὴν ὑπ' ἀταρπὸν ἰόντος.» 6.1.5 καὶ μεθ' ἕτερα· «Ἀλλά σε μόρσιμον ἦμαρ ἀναπλῆσαι βιότοιο ἀλγινόεις βροτολοιγὸς ἐπισπέρχων Κρόνῳ ἄντα σπεύσατο, σῆς δὲ θέμειλον ἀπὸ φρενὸς ἠίστωσε· τοὔνεκα καὶ πατέρος θεοειδέος ἱερὸν ἦτορ φευγέμεναι κακοεργὸν ἐπηπείλησεν Ἄρηα.» 6.1.6 ταῦτα μὲν ὅτι οὐδὲ ἐκ θείας αὐτῶν δυνάμεως μαντεύονται, ἀλλ' ἐξ ἄστρων ἐπιτηρήσεως κατὰ τοὺς τῶν μαθηματικῶν λόγους, ὡς μηδὲν ἐν τούτῳ διαφέρειν ἀνθρώπων μηδέ τι κρεῖττον καὶ φύσεως θειοτέρας ἔργον ἐπιδεί6.1.7 κνυσθαι. θέα δὲ ὡς καὶ τὸ ἐφ' ἡμῖν ἀναιροῦσιν, οὐ μόνον τὰ ἐκτὸς καὶ τὰ οὐκ ἐφ' ἡμῖν τῇ τῶν ἄστρων ἀνατιθέντες φορᾷ, ἀλλὰ καὶ τὰς ἡμετέρας προαιρέσεις· 6.2.1 βʹ. ΟΤΙ ΚΑΙ ΤΟ ΕΦ' ΗΜΙΝ ΑΝΑΙΡΟΥΣΙΝ ΕΞ ΕΙΜΑΡΜΕΝΗΣ ΦΑΣΚΟΝΤΕΣ ΚΑΙ
ΤΑΣ ΠΡΟΑΙΡΕΣΕΙΣ ΚΙΝΕΙΣΘΑΙ «Οὕτως καὶ ὁ Ἀπόλλων περί τινος, ἅμα καὶ τὴν περὶ στρατιὰν προθυμίαν ἀφηγούμενος πόθεν αὐτῷ γίνεται, ἔφη· Ἄρεα κραιπνὸν ἔχει γενεθλήιον, ὅς μιν ὀρίνει οὐδέ ἑ ταρχύσει· Ζηνὸς γὰρ ἐπέχραε βουλή, ἥ οἱ κῦδος ἄρειον ἀπ' Ἄρεος εὐθὺς ὀρέξει. καὶ πάλιν ἐπ' ἄλλου· εὐχαίτης ἐπίκειται Κρόνος, στυγεροῖσι δὲ κέντροις ἀλγύνει παιδὸς ταλαοῦ δυσπέμφελον αἰῶ.» 6.2.2 εἰς τοσοῦτον δὲ τὴν εἱμαρμένην οἱ γενναῖοι θεοὶ πεφρίκασιν ὡς ὁμολογεῖν μηδὲ κεραυνουμένοις αὐτῶν τοῖς ἱεροῖς δύνασθαι ἐπαμύνειν. πολλὴ ἄρα γένοιτ' ἂν ἐλπὶς ἀνθρώποις εὐχομένοις τυχεῖν βοηθείας παρὰ τῶν μηδὲ σφίσιν αὐτοῖς ἐπαρήγειν δυνατῶν. τί δὲ χρὴ λοιπὸν εὐσεβεῖν καὶ τοὺς θεοὺς προσκυνεῖν καὶ θεραπεύειν, μηδὲν οἵους τε καθόλου μηδὲ ἑαυτοῖς ἐπαρκεῖν; ἄκουε δ' οὖν ἅ φησιν ὁ χρησμός· 6.3.1 γʹ. ΟΤΙ ΟΥ∆Ε ΤΟΙΣ ΑΦΙΕΡΩΜΕΝΟΙΣ ΑΥΤΟΙΣ ΝΑΟΙΣ ΚΕΡΑΥΝΟΥΜΕΝΟΙΣ
ΕΠΑΡΚΕΙΝ Ε∆ΥΝΗΘΗΣΑΝ «Οὕτω καὶ ναῶν μοῖραι καὶ ἱερῶν, καὶ αὐτοῦ γε τοῦ Ἀπόλλωνος τὸ ἱερὸν μεμοίρατο κεραυνωθῆναι, ὥς φησιν· ὦ ζαθέης γεγαῶτες Ἐριχθονίοιο γενέθλης, ἔτλητ' ἐλθέμεναι καὶ ἐμὴν ἐρεεινέμεν ὀμφήν, ὁππόθι δῃωθῇ περικαλλέος ἕδρανα σηκοῦ. κλῦτε δαφνηρεφέων μυχάτων ἄπο θέσκελον ὀμφήν. εὖτ' ἂν ἄνω πνείοντες ὑπηέριοι κελάδοντες τρίβωνται πατάγοισιν ἐναντία δηριόωντες κρυμὸς δ' αὖ περὶ κόσμον ἀπείρονα νήνεμος ἔσται μηδὲ διεξερύγησιν ἔχῃ κεκακωμένος αἰθήρ, αἰθαλόεις περὶ γαῖαν, ὅπη τύχεν, ἔκπεσε πυρσός· τὸν μὲν δὴ θῆρές τε κατ' οὔρεα δειμαίνοντες φεύγουσιν πυμάτοις ὑπὸ κεύθεσιν οὐδὲ μένουσιν εἰσιδέειν ὄσσοισι καταιβάσιον ∆ιὸς ἔγχος. τοῦ μὲν καὶ νηοὶ μακάρων καὶ δένδρεα μακρὰ ἠλιβάτων τ' ὀρέων κορυφαὶ νῆές τ' ἐνὶ πόντῳ δάμνανται ζαπύροις πωτήμασιν ἐμπελάοντος· καὶ δ' αὐτὴ πληγεῖσα Ποσειδάωνος ἑταίρη πολλάκις ἠχήεσσ' ἀναχάζεται Ἀμφιτρίτη. ὑμεῖς οὖν καὶ ἄτλητον ἐνὶ φρεσὶν ἄλγος ἔχοντες, τέτλατε Μοιράων ἀμετάτροπα δήνεα θυμῷ· ταῖσι γὰρ Οὐρανίδαο ∆ιὸς κατένευσε κάρηνον, ὅττι κε δὴ νήσωσι μένειν ἀσάλευτον ἀτράκτοις. αἶσα γὰρ ἦν δολιχοῖσι χρόνοις περικαλλέα σηκὸν πυρσῶν αἰώρῃσι διιπετέεσσι δαμῆναι.» 6.3.2 εἰ δὴ οὖν Μοιρῶν ἀτράκτοις καὶ τῶν σεβασμίων θεῶν οἱ ναοὶ τά τε ἱερὰ αὐτῶν δώματα «δάμναται ζαπύροις πωτήμασι», τίς ἂν ἔτι λείποιτο ἐλπὶς θνητοῖς ἀνθρώποις τῆς τῶν πεπρωμένων ἀποφυγῆς; εἰ δὲ καὶ μηδεμία ἐκ θεῶν ὑπάρχοι βοήθεια, δεῖ δὲ ἐξ ἅπαντος τετλάναι Μοιράων ἀμετάτροπα δήνεα θυμῷ, 6.3.3 καὶ τίς ἡ περὶ τοὺς θεοὺς ματαία σπουδή; εἴποι ἄν τις. τί δὲ δεῖ «λοιβῆς τε