120
γεγενῆσθαι καὶ τεταραγμένως. καὶ ἐπεὶ κατὰ 1.341 γνώμην ἦν καὶ βασιλεῖ, μεταξὺ Σωζοπόλεως καὶ Ἀγχιάλου ἐν τοῖς λεγομένοις Κρημνοῖς ἐποιήσαντο τὴν συντυχίαν καὶ σπονδὰς ἔθεντο βεβαίας διὰ βίου καὶ συμμαχίαν, καὶ διαλυθέντες ἀνεχώρησαν ἐπ' οἴκου. ʹ. Βασιλεὺς δὲ ἐν δεινῷ τιθέμενος τὸ Πέρσας μὲν ἀεὶ Ῥωμαίοις ἐπιστρατεύειν, αὐτοὺς δὲ ἐκείνοις μηδαμῶς, ἔγνω δεῖν πρὸς τὴν ἕω περαιωθεὶς, τοῖς κατὰ Βιθυνίαν βαρβάροις ἐπιθέσθαι· ἔτι γὰρ ἐσκήνουν ἐν τοῖς πεδίοις, ἔαρος ἤδη μεσοῦντος κατὰ μῆνα Μάϊον· καὶ μετακαλεσάμενος τὸν τῆς Μεσοθηνίας ἄρχοντα τὸν πρωτοκυνηγὸν Κοντοφρὲ, ἐβουλεύετο περὶ τῆς κατὰ τῶν βαρβάρων εἰσβολῆς. ἦν γὰρ δὴ ὁ Κοντοφρὲ οὐ διὰ τὸ Μεσοθηνίας ἐπιτροπεύειν μόνον πεῖραν ἔχων τῶν κατὰ τοὺς βαρβάρους πραγμάτων, ἀλλὰ καὶ ἄλλως ἀνὴρ ἀγαθὸς καὶ πολλῶν πολέμων ἔμπειρος καὶ μάλιστα τῶν Περσικῶν, οἷα δὴ ἐκ πρώτης ἡλικίας τοῖς ἤθεσί τε καὶ ταῖς διατριβαῖς αὐτῶν ἐντραφείς. Κοντοφρὲ δὲ ἐπέῤῥωσέ τε τὸν βασιλέα πρὸς τὸν κατὰ τῶν βαρβάρων πόλεμον, καὶ ἡδέως ἔλεγεν ἐκείνην τὴν ἡμέραν ἂν ἰδεῖν, ἐν ᾗ ἀπὸ τῶν βαρβάρων ἐξέσται Ῥωμαίοις, ὧν εἰς αὐτοὺς ὑπῆρξαν, πολλῶν ἀδικιῶν δίκας λαβεῖν. ὑπετίθει τε μὴ μέλλειν, ὡς ὅσον οὔπω τῶν βαρβάρων ἀπὸ τῶν πεδινῶν ἐπὶ τὰ ὀρεινότερα ἀναχωρησόντων, τὴν ἀλέαν ἐκκλινόντων τὴν ἀπὸ τοῦ θέρους· 1.342 οὕτω γὰρ εἶναι αὐτοῖς ἔθος οὖσι νομάσιν. ἐπεὶ δὲ ἐδέδοκτο ἐπιστρατεύειν τοῖς βαρβάροις καὶ μὴ μέλλειν, τὴν ἐκ Βυζαντίου καὶ ∆ιδυμοτείχου καὶ Ἀδριανουπόλεως καὶ Θρᾴκης συναθροίσας στρατιὰν, οὐ γὰρ ἐξῆν τήν τε ἐκ Μακεδονίας καὶ τῆς ἄλλης ἑσπέρας μετακαλεῖσθαι· κατήπειγε γὰρ ὁ καιρὸς καὶ ὁ Κοντοφρὲ πάλιν ἐκ Μεσοθηνίας ἐλθὼν καὶ φάσκων νῦν εἶναι καιρὸν ἐπιθέσθαι τοῖς βαρβάροις, ὡς ὅσον οὔπω πρὸς τὰς δυσχωρίας ἀποχωρήσουσι τῆς ὀρεινῆς, τὴν ἠθροισμένην στρατιὰν λαβὼν ὁ βασιλεὺς, ἐπεραιώθη πρὸς τὴν ἕω, λήγοντος ἤδη ἔαρος, κατὰ τὸ Σκουτάριον προσαγορευόμενον. ἐπεὶ δὲ ἠγγέλθη τοῖς βαρβάροις ἡ τοῦ βασιλέως ἔφοδος, ὅσοι μὲν ἦσαν νομάδες κατὰ τὴν Βιθυνίαν διεσκεδασμένοι σκηνάς τε ἀναλαβόντες καὶ βοσκήματα καὶ τὴν ἄλλην ἀποσκευὴν, ἐπὶ τὰ ὑψηλότερα ἀνῆλθον τῶν ὀρῶν, καὶ ποῤῥωτέρω ἢ ἐξ ἔθους ἦν αὐτοῖς. Ὀρχάνης δὲ ὁ τῶν αὐτόθι Περσῶν σατράπης, ὅση ἦν αὐτῷ πεζὴ καὶ ἱππικὴ δύναμις ἀναλαβὼν, ἐπεὶ ἐπύθετο, τὸν βασιλέα διὰ Μεσοθηνίας μέλλοντα ἰέναι, πολλὰς ἐχούσης δυσχωρίας καὶ ὀχυρότητας αὐτοφυεῖς, οὐ τῇ σφετέρᾳ δυνάμει μᾶλλον ἢ τῇ θέσει θαῤῥήσας τοῦ τόπου, εἰς Μεσοθηνίαν ἐλθὼν, ὑψηλοῖς χωρίοις καὶ δυσπροσόδοις ἐγκαθίδρυσε τὴν στρατιάν. βασιλεὺς δὲ ἀπὸ Σκουταρίου δυεῖν ἡμερῶν ὁδὸν ἀνύσας, τῇ τρίτῃ ἅμα ἕῳ, ἐπεὶ πάλιν τῆς αὐτῆς εἴχοντο ὁδοῦ, καὶ ἡ Περσικὴ στρατιὰ ἐφάνη ἄπωθεν ἐν χωρίοις ὑψηλοῖς ἐγκαθιδρυμένη. ὀλίγον δὲ προελθὼν ὁ βασιλεὺς, ἐστρατοπέδευσε καὶ αὐτὸς ἐν χωρίῳ Πελεκάνῳ προσαγορευομένῳ, 1.343 καὶ τοὺς ἐν τέλει συναγαγὼν, ἐβουλεύοντο ὅ, τι δέοι ποιεῖν. ἐδόκει δὴ περαιτέρω μὴ προβαίνειν, ἅμα μὲν καὶ διὰ τὸ τοὺς νομάδας Πέρσας οἷς ἐπῄεσαν ὡς ἐξανδραποδισόμενοι, τὴν ἔφοδον αἰσθομένους διαδρᾶναι, ἅμα δ' ὅτι, τῶν τε χωρίων δυσβάτων καὶ στενῶν ὄντων, δι' ὧν ἔμελλον διϊέναι, καὶ στρατιᾶς ἀντιστρατοπεδευομένης πεζῆς τε καὶ ἱππικῆς, οὐκ ἀναγκαῖον διακινδυνεύειν ἐπὶ κέρδει οὐδενί. ἵνα δὲ μὴ δοκοῖεν τῷ δέει τῶν βαρβάρων ἀναστρέφειν, εἰς τὴν ὑστεραίαν ἅμα ἕῳ ὁπλισαμένους ἐπὶ τοῦ πεδίου κατέναντι τῶν βαρβάρων παρατάξασθαι ὡς εἰς μάχην. κἂν μὲν αὐτοὶ τῆς δυσχωρίας ἀποστάντες, ἐπὶ τοῦ ὁμαλοῦ θελήσωσι διαγωνίσασθαι αὐτοῖς, καὶ αὐτοὶ ἐπιδείξεσθαι τὴν οἰκείαν ἀρετήν· ἐὰν δὲ μὴ αὐτοὶ τῆς δυσχωρίας ἀφιστῶνται, τῆς εἰς Βυζάντιον ἔχεσθαι φερούσης τεταγμένως, ἔργῳ δείξαντας, ὡς οὐ διὰ δειλίαν, ἀλλὰ τὸ μὴ ἔχειν οἷστισι συμβαλοῦσιν, ἀνέζευξαν εἰς τὴν οἰκίαν. οὕτω μὲν δὴ ἐδέδοκτο· καὶ ηὐλίσαντο τὴν νύκτα ἐκείνην κατὰ τὸν Πελεκάνον, ἅμα δὲ ἕῳ μετὰ τοὺς εἰωθότας ὕμνους πρὸς θεὸν τῇ σάλπιγγι ἐκέλευεν ὁ βασιλεὺς τῇ στρατιᾷ τὴν ἐφόπλισιν σημαίνειν. ἐπεὶ δὲ ὡπλίσαντο, κατέναντι τῶν βαρβάρων ἦλθον, παρατεταγμένοι ὡς