120
προσαγαγόντος αὐτῷ τρισχίλια τάλαντα, παραθεῖναι ταῦτα τοῖς ιπποις ἐκέλευσε, μὴ ἐσθιόντων δέ "τί οφελος" εφη "τούτων ἡμῖν;" ἐν δὲ Πέρσαις γενόμενος καὶ τὸν Κύρου τάφον ὀρωρυγμένον ἰδών, ἀπέκτεινε τὸν ὀρύξαντα, Πελλαῖον οντα καὶ οὐδὲ τῶν ἀσήμων. ειχε δὲ ὁ τάφος Κύρου ἐπιγεγραμμένα ταυτί "ω ανθρωπε οστις ει καὶ πόθεν ηκεις, οτι γὰρ ηξεις οιδα, ἐγὼ Κῦρός εἰμι ὁ Πέρσαις κτησάμενος τὴν ἀρχήν. μὴ ουν τῆς ὀλίγης μοι ταύτης γῆς φθονήσῃς, η τοὐμὸν σῶμα περικαλύπτει." ταῦτα δ' ἀναγνωσθέντα τὸν ̓Αλέξανδρον περιπαθῆ πεποιήκασι λογισάμενον τὸ τῶν πραγμάτων ἀστάθμητον. Τὴν δὲ ∆αρείου θυγατέρα τὴν Στάτειραν ἑαυτῷ μνηστευσάμενος καὶ τοὺς γάμους τελῶν ἑκάστῳ τῶν ἑστιωμένων ἐνακισχιλίων οντων φιάλην χρυσῆν ἐδω1.302 ρήσατο, καὶ ταλλα τε ἐλαμπρύνατο καὶ τὰ χρέα ὑπὲρ τῶν ὀφειλόντων κατέβαλεν, ὀλίγῳ δέοντα μυρίων ταλάντων. οτε καὶ ̓Αντιγένης τῶν ἡγεμόνων εις ὀφείλειν πλασάμενος καί τινα παραγαγὼν ψευδῶς δανειστὴν καὶ λαβὼν τὸ ἀργύριον ἐφωράθη. ὀργισθεὶς ουν ὁ βασιλεὺς ἀπήλασεν αὐτὸν τῆς αὐλῆς καὶ τὴν ἡγεμονίαν ἀφείλετο. τοῦ δὲ ὑπὸ λύπης ἑαυτὸν ὑποπτευομένου διαχειρίσεσθαι, δείσας ὁ ̓Αλέξανδρος καὶ τὴν ὀργὴν ἀνῆκεν αὐτῷ καὶ ἀφῆκε τὰ χρήματα. Τῶν δὲ παίδων τῶν τρισμυρίων, ους διδάσκεσθαι ἐκέλευσε, καὶ γενναίων ἀποβάντων καὶ εὐπρεπῶν καὶ οὐκ ἀφυῶν ταῖς ἀσκήσεσιν, ὁ μὲν ̓Αλέξανδρος ηδετο, οἱ δὲ Μακεδόνες ἐδάκνοντο. καταπέμποντος δὲ τοὺς ἀσθενεῖς καὶ πεπηρωμένους ὡς εἰς θάλασσαν, υβριν ἡγεῖσθαι τοῦτ' ελεγον καὶ προπηλακισμόν, καὶ πάντας ἐκέλευον ἀφιέναι καὶ τοῖς νέοις ἀρκεῖσθαι πυρριχισταῖς. ὀργισθεὶς δ' ἐπὶ τούτοις ̓Αλέξανδρος τοῖς Πέρσαις τὰς φυλακὰς παραδέδωκε. ταπεινωθέντας δ' αυθις τοὺς Μακεδόνας προσήκατο, καὶ ἀπέλυσε τοὺς ἀχρήστους δωρησάμενος μεγαλοπρεπῶς, καὶ τῷ ̓Αντιπάτρῳ ἐπέστειλε παρὰ τοὺς ἀγῶνάς τε καὶ τὰ θέατρα προεδρεύειν αὐτοὺς καὶ ἐστεφανωμένους καθέζεσθαι. ̓Εν ̓Εκβατάνοις δὲ γενομένου αὐτοῦ ̔Ηφαιστίων ἐπύρεττε καὶ ἐξ ἀκολάστου διαίτης τῆς νόσου κρατυνθείσης ἐξέλιπεν. οὐκ ηνεγκεν ουν λογισμῷ τὸ πάθος ̓Αλέξανδρος, ἀλλὰ τὸν μὲν ἰατρὸν ἀνεσταύρωσεν, ιππους δὲ κεῖραι καὶ ἡμιόνους ἐκέλευσε, καὶ τὰς ἐπάλξεις περιεῖλε τῶν πόλεων, καὶ μουσικὴν καὶ αὐλοὺς ἐν τῷ στρατοπέδῳ πολὺν χρόνον κατέπαυσεν. ἀπιόντος δὲ εἰς Βαβυλῶνα Νέαρχος ἐπανῆλθεν, εἰσπλεύσας αυθις εἰς τὸν Εὐφράτην ἐκ τῆς μεγάλης 1.303 θαλάσσης, λέγων Χαλδαίους αὐτῷ συγγενέσθαι βουλεύοντας ἀπέχεσθαι τῆς Βαβυλῶνος ̓Αλέξανδρον. ὁ δὲ μὴ προσσχὼν τῷ λόγῳ ἀπῄει. καὶ πρὸς τοῖς τείχεσι γενομένου κόρακες ἀλλήλοις μαχόμενοι ἐνώπιον αὐτοῦ επεσον. ἠγγέλη δ' αὐτῷ ὡς ̓Απολλόδωρος ὁ στρατηγὸς Βαβυλῶνος ειη περὶ αὐτοῦ θύσας· τοῦ δὲ θύσαντος μάντεως, ος Πυθαγόρας ὠνόμαστο, μὴ ἀρνησαμένου, ἠρώτησε τὸν τρόπον τοῦ θύματος. τοῦ δὲ φήσαντος αλοβον ειναι τὸ ηπαρ, "παπαῖ" ειπεν, "ἰσχυρὸν τὸ σημεῖον," καὶ τὸν μάντιν ἀθῷον ἀφῆκε. σημεῖα δ' αὐτῷ καὶ αλλα γεγόνασι καὶ τοῦτο δέ· ἀποδυσαμένου γὰρ πρὸς αλειμμα καὶ σφαῖραν αὐτοῦ, οἱ νεανίσκοι οἱ σφαιρίζοντες ἐνδύεσθαι μέλλοντες ὁρῶσί τινα ἐν τῷ τοῦ βασιλέως θρόνῳ καθήμενον σιωπῇ, ἐνδεδυμένον τὴν στολὴν τὴν βασίλειον καὶ τὸ διάδημα περικείμενον. ος ἀνακρινόμενος οστις ειη ἐπὶ πολὺ μὲν αφωνος ην, μόλις δέ ποτε ∆ιονύσιος εφη καλεῖσθαι, τὸ δὲ γένος ειναι Μεσσήνιος, δέσμιος δ' ἀχθῆναι διὰ κατηγορίαν, λῦσαι δέ οἱ τὸν Σάραπιν τὰ δεσμά, καὶ ἀγαγόντα δεῦρο κελεῦσαι τὴν στολὴν καὶ τὸ διάδημα περιθέσθαι καὶ καθέζεσθαι σιωπῇ. τὸν μὲν ουν ανθρωπον ὁ ̓Αλέξανδρος, ὡς οἱ μάντεις ὑπετίθουν, ἠφάνισεν, αὐτὸς δὲ ἠθύμει καὶ περιδεὴς καὶ ταραχώδης γενόμενος οὐδὲν ην ο μὴ τέρας πεποίητο. λουσάμενος δέ, καὶ πρὸς Μηδίαν πορευθεὶς κωμασόμενος, κἀκεῖ τὴν νύκτα διαγαγὼν ἐν τῷ κώμῳ καὶ τὴν ἐπιοῦσαν ἡμέραν, ηρξατο πυρέσσειν. πυρέττων δὲ καὶ διψήσας σφοδρῶς, επιεν οινον, καὶ φρενιτιάσας ἀπέθανεν. εις μὲν ουν ὁ τῆς ἐκείνου τελευτῆς λόγος ουτος· ετερος δ' εχει ἐφ' ἡμέρας αὐτὸν πυρέττειν πλείους καὶ λούεσθαι, ουτω δὲ