120
Ομηρος· δάκε δὲ φρένας Εκτορι μῦθος. μῦθον δὲ τὸν λόγον λέγει. ∆εδιττόμενοσ. ἐκφοβῶν. ∆εδουπώσ. πεπτωκώς· τεθνηκώς. ∆έδοιμι. οἰκοδομοίην. ∆έδευκε. πεφύρακε. ∆εδῄει. διεγείρετο. καὶ Ομηρος· -οσσα δεδῄει. οσσα δὲ ἡ φήμη καὶ ἡ μαντεία. delta.488 ∆εδικαίωται. ἀντὶ τοῦ δίκαιον ἐκρίθη καὶ εδοξεν. ∆εδέχαται. ἐκ τοῦ δέχω, δέξω, δέδεχα, δέδεγμαι, δέδεκται. καὶ ̓Ιακῶς δεδέχατο, καὶ πλεονασμῷ τοῦ ι δειδέχαται· δειδέχαται μύθοισι. ∆εῆσαν. χρείας γινομένης. ∆είδιθι. φοβήθητι. εστι δείδω τὸ φοβοῦμαι. καὶ μεταθέσει τοῦ τόνου, δειδῶ, ὁ μέλλων δειδήσω, ἐξ ου καὶ τὸ δειδήμων· ἀλλὰ μάλα Τρῶες δειδήμονες- ὁ παρατατικὸς ἐδείδην, τὸ παθητικὸν ἐδείδιμεν, καὶ τὸ προστακτικὸν δείδιθι. ∆είσασ. φοβηθείς. δήσας δὲ ἀντὶ τοῦ δεσμεύσας, ˉη. ∆ειδίξασθαι. ἐκφοβῆσαι, διῶξαι. δείδω, δειδίσσω καὶ δειδίξω. ∆είδια. ἐκ τοῦ δέδια, πλεονασμῷ τοῦ ˉι. *∆ειδιότα. ἀπὸ τοῦ δεδιὼς, δεδιότος, πλεονασμῷ τοῦ ι.* ∆είδω. τὸ φοβοῦμαι. ἀπὸ τοῦ δέος, δέω καὶ δείω. ∆είδεκτο. ἐδεξιοῦτο. δέδεκτο, καὶ πλεονασμῷ τοῦ ι δείδεκτο. -δείδεκτ' ̓Αχιλῆα. ∆εικνύμενοσ. δεξιούμενος. παρὰ τὸ δεῖξαι· οἱ γὰρ δεξιούμενοι τινὰς δοκοῦσι. ∆είδιμεν. ἐκ τοῦ δειδῶ, δείδημι, ἐδείδην, ἐδείδιμεν. delta.489 ∆ειμάμενοι. οἰκοδομήσαντες. ∆ειμαίνω. τὸ φοβοῦμαι. ∆ειδιώσ. φοβούμενος. ∆ειδίσσω. ἐκφοβῶ. ∆ειδίσκω. δεικνύω. ∆ειλοκομπήσασ. ἐξαπατήσας. ∆εινάζειν. λοιδορεῖν. ∆εινουμένην. πατουμένην. δεινουμένην ὑπὸ βουσὶν ἐμὴν φύλασσε αλωνα. ∆εινοπαθεῖ. δεινῶς εχει. ∆ειματῶ. ἐκφοβῶ. ἀπὸ τοῦ δεῖμα, δείματος. ∆εῖν. ωσπερ ἀπὸ τοῦ πλέον γίνεται πλεῖν, ουτως καὶ ἀπὸ τοῦ δέον γίνεται δεῖν, κατὰ κρᾶσιν τοῦ ε καὶ ο εἰς τὴν ει δίφθογγον, οιον· δεῖν τόδε γενέσθαι. *∆εισιδαιμονεστέρουσ. εὐλαβεστέρους.* ∆εδορκότα. θεασάμενον. δέρκω, δέρξω, δέδερκα, δέδορκα, δεδορκὼς, δεδορκότα. ∆ειλινήσασ. .... ∆εκτέον. δεῖ δέχεσθαι. ∆εκάζειν. τὸ διαφθείρειν ἐν χρήμασι. ∆εκατεύειν. δοῦναι δεκάτας, τὸ τὴν δεκάτην εἰσφέρειν ων εχει τὶς χρημάτων. η ἀντὶ τοῦ δεκάτας εἰσπράττεσθαι καὶ λαφυραγωγεῖν. τὰ δὲ ἐκ τῶν πολέμων ληφθέντα ἐδεκάτευον θεοῖς, delta.490 διὸ κυρίως δεκατεῦσαι τὸ καθιερῶσαι. Θουκυδίδης δὲ καὶ ἐπὶ τοῦ τελωνεῖν. ∆ελεάζοντεσ. ἐπικρύπτοντες. οἱ δὲ Σκυθοπολῖται ἠρέμησαν δελεάζοντες τὴν πίστιν αὐτῶν. ∆ενδίλλειν. τὸ διανεύειν τοῖς ὀφθαλμοῖς. παρὰ κινεῖν καὶ δινεῖν καὶ μεταφέρειν τοὺς ιλλους. ιλλοι γὰρ οἱ ὀφθολμοὶ, ῥαδίως εἰλούμενοι καὶ εὐμετάφοροι πρὸς ἑκάτερα. ∆εννάζων. βλασφημῶν. κακὰ δεννάζων ῥήματα. ∆ενδρυάζειν. τὸ καταδύνειν καὶ κρύπτεσθαι. κυρίως δὲ εἰς δρῦς καταδύεσθαι, καταχρηστικῶς δὲ καὶ ἐπὶ τοῦ ἁπλῶς καταδύνειν καὶ κρύπτεσθαι, ἀπὸ τῶν παλαιῶν ταῖς δρυσὶ σκέπῃ χρωμένων. πρινὴ γὰρ τὰς οἰκήσεις εὑρεθῆναι, ἐν τοῖς κοιλώμασι τῶν δένδρων καταδύοντες ῳκουν. ειρηται δὲ παρὰ τὸ τὰς δρῦς, δρυάζειν καὶ δενδρυάζειν. σημαίνει δὲ καὶ τὸ καθ' υδατος δύεσθαι καὶ ἀποκρύπτειν ἑαυτόν. ∆εξιοῦται. ξενοδοχεῖται, φιλοφρονεῖται. καὶ δεξιούμεθα. ∆έρκω. τὸ βλέπω. παρὰ τὸ δρῶ τὸ πράττω. κατὰ ἀντίφρασιν λέγεται καὶ ἐπὶ τοῦ υπνου. οἱ γὰρ καθεύδοντες οὐδὲν δρῶσι. δρῶ ουν καὶ παράγωγον δρέκω, καὶ ἐν ὑπερθέσει δέρκω. η παρὰ τὸ δρέκεσθαι δέρκεσθαι. ∆ερμύλλειν. αἱμοποτεῖν. η ἐκδείρειν. delta.491 ∆εύειν. φυρᾷν. †η χρῄζειν.† ∆ευόμενον. ἐνδεούμενον, χρῄζοντα. κατὰ πλεονασμὸν τοῦ υ παρὰ τὸ δέω τὸ χρῄζω. ∆εύω. τὸ βρέχω. παρ' ̔Ησιόδῳ· πίλον ἀσκητὸν, ιν' ουατα μὴ καταδεύῃ. ειρηται παρὰ τὸν ∆ία· ὑέτιος γάρ ἐστιν ὁ θεός· κυρίως γὰρ τὸ ὑπὸ ∆ιὸς υεσθαι καὶ βρέχεσθαι. διαεύω καὶ δεύω. η παρὰ τὸ δέω τὸ χρῄζω, τὸ δεόμενον βρέχειν, πλεονασμῷ τοῦ ˉυ. εστι καὶ δεύω τὸ ἐνδεοῦμαι, ἀπὸ τοῦ δέω, πλεονασμῷ τοῦ ˉυ. ∆εῦρο καὶ δεῦτε. ἀπὸ τοῦ θέω γίνεται θεῦτε, καὶ τροπῇ τοῦ θ εἰς δ καὶ τοῦ τ εἰς ρ δεῦρο καὶ δεῦτε. οἱ γὰρ προσκαλούμενοι θέουσι πρὸς τοὺς καλοῦντας. ἰστέον, οτι τὸ δεῦρο δύο σημαίνει, τὸ ἐνταῦθα, ὡς ἐν τῷ· δεῦρο μαχησόμενος- καὶ τὸ εξελθε, ὡς ἐν τῷ· Λάζαρε, δεῦρο εξω. ουτω Χρύσιππος. ∆ευτεριάζειν. τὸ υστερον διαπράττεσθαι. ἐγὼ ηδη διαπραξάμενος παραδῶ σοι δευτεριάζειν. ∆έφειν. τοῦ