εἰς μέλλοντα ὡς τὸ αὔριον. Περὶ τοῦ κεῖσθαι Τοῦ κεῖσθαι εἴδη τρία, τὸ ἀνακεκλίσθαι, τὸ ἑστάναι, τὸ καθῆσθαι· εἰ μὲν γὰρ πάντα τὰ μόρια ὄρθια ἔχει, λέγεται ἑστάναι· εἰ δὲ τὰ μὲν ὄρθια τὰ δὲ οὔ, ποιεῖ τὸ καθῆσθαι· εἰ δὲ οὐδὲν ὄρθιον, ἀλλὰ ὅλα κεκλιμένα, ἀνακεῖσθαι λέγεται. Περὶ τῶν ἀντικειμένων Τὰ ἀντικείμενα ἢ ἐν λόγοις εἰσίν, οἷον «Σωκράτης κάθηται», «οὐ κάθηται», καὶ ποιεῖ τὸ κατὰ ἀντίφασιν ἀντικεῖσθαι, ἢ ἐν πράγμασι καὶ ταῦτα ἢ ἐν σχέσει καὶ ὡς σωστικὰ ἀλλήλων ὄντα παραλαμβάνεται καὶ ποιεῖ τὸ κατὰ πρός τι ἀντικεῖσθαι, οἷον πατήρ, υἱὸς καὶ τὰ ὅμοια, ἢ φθαρτικὰ ἀλλήλων εἰσὶ καὶ εἰς ἄλληλα μεταβάλλουσιν, εἰ μὴ οἷς φύσει τὸ ἓν ὑπάρχει, καὶ ποιεῖ τὸ κατ' ἐναντιότητα ἀντικείμενον, ὡς ἡ ὑγεία καὶ ἡ νόσος, ἢ τὸ μὲν μεταβάλλει ὡς ἡ ἕξις εἰς τὴν στέρησιν, τὸ δ' οὐ μεταβάλλει ἤγουν ἡ στέρησις εἰς τὴν ἕξιν καὶ ποιεῖ τὸ κατὰ στέρησιν καὶ ἕξιν ἀντικεῖσθαι ὡς ἡ ὄψις καὶ ἡ τυφλότης· ἀπὸ μὲν γὰρ τῆς ὄψεως εἰς τὴν τυφλότητά ἐστι μεταβάλλεσθαι, ἀπὸ δὲ τῆς τυφλότητος εἰς τὴν ὄψιν κατὰ φύσιν οὐκ ἔστι μεταβολή. ταῦτα καὶ περὶ τῶν ἀντικειμένων. Τοῦ αὐτοῦ σύνοψις καὶ μετάφρασις σαφεστάτη τῆς διδασκαλίας τοῦ Περὶ ἑρμηνείασ Ὅτι ὁ σκοπὸς τοῦ Περὶ ἑρμηνείας διαλαμβάνει περὶ προτάσεων· ἀλλ' ἐπειδὴ πᾶσα πρότασις ἐξ ὀνόματός ἐστι καὶ ῥήματος ἤγουν ὑποκειμένου καὶ κατηγορουμένου, ῥητέον πρῶτον περὶ ὀνόματος καὶ ῥήματος, ἅπερ εἰσὶ μέρη τῶν προτάσεων, ἔπειτα περὶ ἀποφάσεως καὶ καταφάσεως καὶ ἀποφάνσεως καὶ λόγου. ἔτι πρὸ τούτων θεωρητέον πότερον φύσει ἐστὶν ὁ λόγος ἢ οὔ. λέγομεν ὅτι οὐκ ἔστι φύσει· τέσσαρα γάρ εἰσιν ἀλλήλοις παρακείμενα, φωναί, γράμματα, νοήματα καὶ πράγματα, καὶ τὰ μὲν νοήματα καὶ πράγματα φύσει εἰσίν, ἐπειδὴ παρὰ πᾶσι τὰ αὐτά εἰσι, τὰ δὲ δύο, ἤγουν τὰ ἐν τῇ φωνῇ καὶ τὰ γράμματα, οὐ παρὰ πᾶσι τὰ αὐτά, διὸ οὐδὲ φύσει, ἀλλὰ θέσει εἰσίν. εἰ δὲ τὰ ἐν τῇ φωνῇ οὐκ ἔστι φύσει, φανερὸν ὅτι καὶ ὁ λόγος ἐν τῇ φωνῇ ὢν οὐ φύσει, ἀλλὰ θέσει ἐστί. καὶ τὰ μὲν τῶν τεσσάρων τούτων ἐξαγγέλλουσι, τὰ δὲ ἐξαγγέλλονται, τὰ δὲ καὶ ἐξαγγέλλουσι καὶ ἐξαγγέλλονται· τὰ μὲν γὰρ πράγματα ἐξαγγέλλονται μόνως, τὰ δὲ γραφόμενα ἐξαγγέλλουσι μόνως, τὰ δὲ νοήματα καὶ αἱ φωναὶ καὶ ἐξαγγέλλουσι καὶ ἐξαγγέλλονται. Περὶ ὀνόματοσ Λεκτέον οὖν περὶ ὀνόματος. τὸ ὄνομα παρὰ τῷ Ἀριστοτέλει πέντε σημαίνει· ἢ γὰρ πᾶσα λέξις παρ' αὐτῷ καλεῖται ὄνομα ἢ ἡ εὐθεῖα ἢ αἱ πλάγιοι ἢ τὸ ἀόριστον ἢ πᾶν τὸ ὑποκειμένου τάξιν ἐπέχον, κἄν τε ὄνομα εἴη κυρίως κἄν τε ῥῆμα τῶν τῆς εὐθείας πτώσεως. ἡ δὲ ὑπογραφὴ αὐτοῦ τοιαύτη· «ὄνομά ἐστι φωνὴ σημαντικὴ κατὰ συνθήκην ἄνευ χρόνου, ἧς μηδὲν μέρος ἐστὶ σημαντικὸν κεχωρισμένον, ὡρισμένον τι δηλοῦσα καὶ μετὰ τοῦ ἔστιν ἢ ἦν ἢ ἔσται, ἤγουν μετὰ τῶν τριῶν χρόνων, ἀληθεύουσα ἢ ψευδομένη.» τὸ μὲν οὖν «φωνὴ σημαντικὴ» παρείληπται ἀντὶ γένους· γένος γὰρ ἡ φωνὴ τοῦ ὀνόματος καὶ τοῦ ῥήματος καὶ τοῦ λόγου, τὰ δὲ ἄλλα παρείληπται ἀντὶ συστατικῶν διαφορῶν. Περὶ ῥήματοσ Τὸ ῥῆμα καὶ τοῦτο πενταχῶς λέγεται καθὰ καὶ τὸ ὄνομα· λέγεται ῥῆμα ὁμοίως πᾶσα λέξις· λέγεται ῥῆμα καὶ ὁ ἐνεστὼς χρόνος· λέγεται ῥῆμα καὶ τὰ πέριξ τοῦ ἐνεστῶτος, ὁ παρεληλυθὼς καὶ ὁ μέλλων· λέγεται ῥῆμα καὶ τὸ ἀόριστον ῥῆμα· λέγεται ῥῆμα καὶ ἁπλῶς πᾶν τὸ κατηγορουμένου τάξιν ἐπέχον. τὸ οὖν ῥῆμα, ὃ τὸν ἐνεστῶτα χρόνον σημαίνει, οὕτως ὑπογράφεται· «ῥῆμά ἐστι φωνὴ σημαντικὴ κατὰ συνθήκην, προσσημαίνουσα χρόνον, ἧς μηδὲν μέρος ἐστὶ σημαντικὸν κεχωρισμένον, ὡρισμένον τι δηλοῦσα καὶ ἐκ τοῦ ἐνεστῶτος προφερομένη.» τὸ μὲν οὖν «φωνὴ» κἀνταῦθα ἀντὶ γένους παρείληπται, τὰ δὲ λοιπὰ ἀντὶ συστατικῶν διαφορῶν· οἷον ῥῆμα μὲν κυρίως τὸ «ὑγιαίνω» καὶ «ὑγιαίνει» καὶ ἁπλῶς πᾶν ὅπερ ἐστὶν ἐνεστῶτος χρόνου. πτώσεις δὲ χρόνου τὸ «ὑγίανε» καὶ «ὑγιανεῖ» καὶ τὰ ὅμοια. τὸ δὲ «οὐχ ὑγιαίνει» καὶ «οὐ κάμνει» ἀόριστον ῥῆμα καλεῖται, ἐπειδὴ δύναται καὶ ἐπὶ τοῦ μὴ ὄντος ἁρμόζειν καὶ ἐπὶ τοῦ