15 [λγʹ.] Τοῦ αὐτοῦ εἰς τὸ εὐαγγελικόν· «Μαρία· στραφεῖσα ἐκείνη λέγει αὐτῷ»
23 μβʹ. Ἐκ τοῦ πρώτου λόγου τοῦ Περὶ υἱοῦ, εἰς τὸ «τρεῖς αἱ ἀνωτάτω δόξαι περὶ θεοῦ»
48 ξγʹ Ὑμεῖς μὲν τὸ «πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς» ἠρωτήκατε, ὅ τι ποτὲ σημαίνει
82 Ἐκ τῆς πρὸς Φιλιππησίους εἰς τὸ «ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος».
105 Ἐκ τοῦ «πάλιν Ἰησοῦς ὁ ἐμός», εἰς τὸ «πατὴρ ὁ πατὴρ καὶ {οὐκ} ἄναρχος» .
110 Σύντομοι ἀλληγορίαι τῶν παρὰ τοῖς Ἰουδαίοις νομίμων τε καὶ ἐθῶν
μόνος γὰρ οὗτος παρὰ τοὺς ἄλλους ἀκριβεστέραν τὴν πραγματείαν πεποίηται περὶ τὸν θεῖον διάκοσμον.
μετὰ τὴν περὶ τοῦ χρόνου ἀντίθεσιν, ἣν ἡμεῖς ἐν ἑτέρῳ λόγῳ διεξωδεύσαμεν ὡς ἱκανὸν ἦν καὶ ἐξωμαλίσαμεν, καὶ ταύτην προτείνει τὴν πρότασιν, ἥτις ἐφ' ἑκάτερα ψεύδους καὶ ἀληθείας κειμένη, ἀληθεύει μὲν ἐν οἷς ψεύδεται, ψεύδεται δὲ ἐν οἷς ἀληθεύειν δοκεῖ. τίθησι δὲ ταύτην οὕτως ἡ θεολόγος γλῶσσα· «τοῦ δέ, νῦν ἐγὼ ψεύδομαι, δὸς τὸ ἕτερον, ἢ ἀληθεύεσθαι μόνον ἢ ψεύδεσθαι· οὐ γὰρ ἀμφότερα δώσομεν. ἀλλ' οὐκ ἐνδέχεται· ἢ γὰρ ψευδόμενος ἀληθεύσει, ἢ ἀληθεύων ψεύσεται· πᾶσα ἀνάγκη». εἶτα, ὥσπερ ἑλὼν τὸν ἀντίδοξον, ἐπάγει ταῦτα· «τί οὖν θαυμαστόν, ὥσπερ ἐνταῦθα συμβαίνει τὰ ἐναντία, οὕτως ἐκεῖσε τὰ ἀμφότερα ψεύδεσθαι; καὶ οὕτω σοι τὸ σοφὸν ἠλίθιον ἀναφανήσεται». Ἀλλὰ πρὶν ἢ τὴν δοκοῦσαν ἐνταῦθα διερμηνεῦσαι ἀντίφασιν, αὐτὴν τὴν αἰτίαν ἀνακαλύψωμεν, δι' ἣν καὶ τὸ περὶ τοῦ χρόνου ζήτημα καὶ τὸ περὶ τοῦ «νῦν ἐγὼ ψεύδομαι» προσεξευρέθησαν τῷ πατρὶ καὶ μετὰ λογικῆς ἐντρεχείας τῷ ἀντιδοξοῦντι προσήχθησαν. ἀξιώματά τινα λεγόμενα παρ' ἑκάσταις ἐπιστήμαις εἰσί, τὰ δὲ καὶ κοινὰ πάσαις εὑρίσκεται. τὸ μὲν γὰρ εἶναι «τὰ ἐναντία τῶν ἐναντίων ἰάματα» ἰατρικὸν ἀξίωμα πέφυκε· τὸ δὲ «μηδὲν ἐκ τοῦ μηδενὸς γίνεσθαι» φυσικόν· τὸ δὲ «πάντα τοῦ ἑνὸς ἠρτῆσθαι» λογικόν· τὸ δὲ «τὰς ἀπὸ τοῦ κέντρου εὐθείας ἴσας εἶναι» γεωμετρικόν· τὸ δ' «ἐπὶ παντὸς πράγματος ἢ τὴν κατάφασιν ἀληθεύειν ἢ τὴν ἀπόφασιν» ἔστι μὲν ὡς ἐγγὺς εἰπεῖν διαλεκτικόν, τείνει δὲ κατὰ πάσης ἐπιστήμης καὶ τέχνης. ἔστι δὲ ἡ τῶν τοιούτων μάχη προτάσεων, καταφά σεών φημι καὶ ἀποφάσεων, ἀντίφασις ὠνομασμένη παρὰ τῷ φιλοσόφῳ, ἣν δὴ ἐκεῖνος ἐν τῷ Περὶ ἑρμηνείας συντάγματι πολλοῖς καὶ καλοῖς κανόσι καὶ προσδιορισμοῖς κατεποίκιλε. δεῖ γὰρ εἶναι ἐν ἑκατέρᾳ τῶν προτάσεων τὸν αὐτὸν κατηγορούμενον καὶ τὸν αὐτὸν ὑποκείμενον, συνώνυμά τε πάντα ἐν ἑκατέραις, ἀλλὰ μὴ ὁμώνυμα. ἀξιώματα δὲ ταῦτα ἐλέχθησαν ὡς ἀφ' ἑαυτῶν ἀληθῆ καὶ πιστὰ καὶ οὐκ ἐπιδεᾶ ἑτέρας κατασκευῆς. οὕτω γοῦν καὶ ἡμεῖς τοὺς ἐντίμους ἄνδρας καὶ μεγαλοπρεπεῖς ἀξιωματικοὺς λέγομεν, καὶ ἡ τραγῳδία δὲ ταύτην τὴν κλῆσιν ἐπίσταται· «τὸ» γὰρ «ἀξίωμα» φησί «τὸ σόν, κἂν κακῶς λέγῃ, πείσει». Τοιούτου τοίνυν ὄντος τοῦ λεγομένου ἀξιώματος, Ἀρειανίζων τις ἀνὴρ ἢ τὰ Εὐνομίου φρονῶν, τὴν ἀντίφασιν ταύτην ὡς ἀξίωμα ἑαυτῷ προβαλλόμενος, ᾤετο ἐντεῦθεν τὴν τοῦ υἱοῦ ἀθετεῖν γέννησιν, καὶ [ἐν] προβλήματος εἴδει ἑκατέρας τὰς προτάσεις συμπλέξας, τήν τε καταφατικὴν καὶ τὴν ἀπο φατικήν, ἠρώτα ὅπως γεγέννηκεν ὁ πατὴρ τὸν υἱόν, ἵνα, εἰ μὲν ὄντα τις φαίη, καταγελῷτο ἀτόπῳ περιπεσών, εἰ δὲ μὴ ὄντα, αὐτόθεν ἐλέγχοιτο· τὸ γὰρ μὴ ὄν, διὰ δὲ γεννήσεως τοῦ εἶναι μετεσχηκός, μετ' αἰῶνα ἢ χρόνον ἐγένετο, ὡς ἐντεῦθεν συνάγεσθαι-ἀλλὰ μὴ ἐγὼ φαίην τὸ βλάσφημον-μὴ εἶναι ποτὲ τὸν υἱόν.
Ὁ τοίνυν πατήρ, καίτοι δυνάμενος τὴν ἑτέραν εἰπεῖν τῶν προτάσεων καὶ ὁμολογῆσαι τὸ «ὄντα γεγέννηκεν» καὶ φυσικῶς τοῦτο καὶ θεολογικῶς συστῆσαι, τοῦτο μὲν τέως οὐ ποιεῖ, καταστέλλει δὲ ταῖς λογικαῖς μεθόδοις ἐπαιρόμενον τὸν ἀντίδοξον καὶ δείκνυσι σαθρὸν τῆς ἀντιφάσεως τὸ ἀξίωμα· καὶ ἀντιπλέκει πρὸς τοῦτον προβλήματα, ἐν οἷς τὰ ἐναντία συμβαίνειν δοκεῖ. ταῦτα δὲ οὐκ αὐτὸς πρῶτος ἐπλάσατο, ἀλλ' ὁ τῆς Ἀφροδισιάδος Ἀλέξανδρος, οὐκ οἶδα μὲν εἰ κἀκεῖνος ἑτέρωθεν εἰληφώς, τέως δὲ πολλὰ τοιαῦτα ἐν τοῖς λογικοῖς ζητήμασι συμφορήσας, διαλύειν πειρᾶται· ἐν οἷς ἐστι καὶ ὁ σωρείτης παρασυλλογισμὸς καὶ ὁ κερατίνης καὶ ἕτερα ἄττα ἄτοπα τοῖς ὀνόμασιν, ὁποῖόν ἐστι καὶ τοῦτο τὸ ἄπορον, μονονουχὶ οὕτω λέγοντος τοῦ πατρός, ὡς, εἴ γε πάντα, ὦ διαλεκτικὲ σύ, ὑπὸ τὴν σὴν κατακλείεις ἀντίφασιν καὶ περὶ τὴν ἑτέραν τῶν προτάσεων τὸ ἀληθὲς καὶ τὸ ψεῦδος ὁρᾷς, καὶ εἰ μὲν ἡ κατάφασις ψεύδοιτο, ἀληθίζε σθαι φῂς τὴν ἀπόφασιν, εἰ δ' ἐκείνη φωραθείη τὸ ψεῦδος ἔχουσα, ταύτην