1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

120

ὥστε ὁ μὲν τῶν θεωρούντων τὰ εἰρημένα περὶ τοῦ δράκοντος κατὰ τοὺς τῆς ἀλληγορίας τρόπους καὶ εἰς τὸν διάβολον ἀναγόντων τὰ γεγραμμένα πάντως ἔρρωται καὶ ἀκίνητός ἐστιν, εἴτε ἔστι τι τοιοῦτον θηρίον αἰσθητόν, εἴτε καὶ μή, ὁ δὲ ὑμέτερος καὶ ἀμφίβολος καὶ ἐσφαλμένος, ἕως ὅτε ἀποδειχθῇ, πότερον ἔστι τοιοῦτον θηρίον ἢ μή. 381 ΚΕΦΑΛΑΙΟΝ ΕΙΚΟΣΤΟΝ ΕΝΑΤΟΝ Ἀρχὴ τοῦ ῥητοῦ· ὑπολαβὼν δὲ Ἰὼβ λέγει τῷ κυρίῳ· οἶδα, ὅτι πάντα δύνασαι, ἀδυνατεῖ δέ σοι οὐδέν. Προθεωρία τοῦ κεφαλαίου ἠκούσαμεν ἀνωτέρω τοῦ Ἰὼβ λέγοντος· ἅπαξ ἐλάλησα, ἐπὶ δὲ τῷ δευτέρῳ οὐ προσθήσω. ζητῆσαι τοιγαροῦν ἄξιον, πῶς πάλιν φθέγγεται ὁ μηκέτι λαλεῖν ἐπαγγειλάμενος. παρὰ πόδα δὲ ἡ λύσις ἐστίν· ἐπειδὴ γὰρ σιωπήσειν ὑποσχόμενος ἀκήκοεν τοῦ θεοῦ λέγοντος· μή, ἀλλὰ ζῶσαι ὥσπερ ἀνὴρ τὴν ὀσφύν σου, ἄμεινον τίθεται τὸ θεῖον πρόσταγμα τῆς οἰκείας ὑποσχέσεως καὶ πάλιν διαλέγεται, ὥστε κάλλιον τοῖς θείοις πείθεσθαι νόμοις ἢ τὰς οἰκείας πληροῦν ἐπαγγελίας, ὅταν δεσποτικὸν ἀντιπράττῃ βούλημα. διὸ καὶ ὁ Ἡρώδης καλῶς ἂν ἐποίει τοὺς οἰκείους ἀθετήσας ὅρκους καὶ μὴ τοῦ προδρόμου τὴν κεφαλὴν ἀφελόμενος· πλὴν τὸ πάντῃ κάλλιον μὴ ῥᾳδίως ἐπαγγέλλεσθαι. μὴ ὅτι γε ὁ θεῖος Ἰὼβ καλῶς μὲν ὑπέσχετο μὴ λαλήσειν τιμῶν τὴν θείαν ὑπεροχήν, καλῶς δὲ καὶ αὖθις φθέγγεται λύσαντος αὐτῷ τοῦ θεοῦ τῆς σιωπῆς τὴν ὑπόσχεσιν. 382 Αἱ λέξεισ 42, 2 οἶδα, ὅτι πάντα δύνασαι, ἀδυνατεῖ δέ σοι οὐδέν. οὐ νῦν τοῦτο μεμαθηκέναι λέγει, ἀλλ' εἰδέναι τὴν ἄμαχον τοῦ θεοῦ δύναμιν καὶ ὡς οὐδὲν ἀδύνατον τῇ παντοδυνάμῳ δυνάμει τοῦ θεοῦ. 42, 3 τίς γάρ ἐστιν ὁ κρύπτων σε βουλήν; φειδόμενος δὲ ῥημάτων καὶ σὲ οἴεται κρύπτειν; ἀλλὰ καὶ τοῦτο οἶδα, ὡς καὶ ταῖς βουλαῖς ἐμβατεύεις καὶ πάντων τὰς ἐννοίας ἐπίστασαι καὶ οὐδείς ἐστιν, ὃς διαλαθεῖν σου δύναται τὸν πανεπίσκοπον ὀφθαλμόν. 42, 3 τίς δὲ ἀναγγελεῖ μοι, ἃ οὐκ ᾔδειν, μεγάλα καὶ θαυμαστά, ἃ οὐκ ἠπιστάμην. ἀντὶ τοῦ· οὐδεὶς πλὴν σοῦ. ποῖα δὲ ἦν, ἃ οὐκ ἠπίστατο ὁ δίκαιος Ἰὼβ ὁ τὰς περὶ θεοῦ δόξας θεοπρεπεῖς ἔχων; ἠγνόει τοιγαροῦν τὴν καθ' ἑαυτὸν ὑπόθεσιν, καὶ ὅτι πεῖρά τις ἦν ἀρετῆς ὁ ἀγών. ταύτην ἔμαθεν ἀκηκοώς· οἴει δὲ μὴ ἄλλως σοι κεχρηματικέναι ἢ ἵνα ἀναφανῇς δίκαιος; ἠγνόει τοῦ διαβόλου τὴν ἰταμωτάτην ἰσχύν, τὸ ἀμετάθετον, τοὺς δόλους, τὰς πανουργίας, καὶ ὅσα τούτοις ὅλως διαγράφων ἐδίδαξεν· οὐ, γάρ φησιν, ἑώρακας αὐτόν; ἔμαθε καὶ ταῦτα. ἀμυδρῶς ἦν ἐλλαμφθεὶς τὰ περὶ τῆς τοῦ σωτῆρος οἰκονομίας· σαφέστατα ταύτην ἐδιδάχθη καὶ ἐπιστώθη διὰ τῆς θείας ῥήσεως. ἔμαθε τοίνυν, ἅπερ οὐκ ᾔδει, πλείονα γνῶσιν προσειληφώς. 42, 4 ἄκουσον δέ μου, κύριε, ἵνα κἀγὼ λαλήσω. ἐρωτήσω δέ σε, σὺ 383 δέ με δίδαξον. ἄξιον ζητῆσαι, πῶς ἐρωτήσειν ἐπαγγειλάμενος οὐδὲν ἐπηρώτησε τὸν θεόν, ἀλλὰ κατέπαυσε τὸν λόγον μήτε ἐρωτήσας, μήτε τινὰ ἀπόκρισιν δεξάμενος. φαίνεταί μοι τοιγαροῦν τοιοῦτόν τινα νοῦν ἔχειν τὰ προκείμενα· ἐπειδὴ τοίνυν, φησίν, ἐδίδαξάς με, ἃ οὐκ ἠπιστάμην, εἰσάκουσόν μου, κύριε, καὶ ἐάν τι τῶν ἀγνοουμένων μαθεῖν βουλόμενος ἐρωτήσω σε, διδάσκειν με ἀξίωσον, ἵνα δυνηθῶ κἀγὼ λαλῆσαι καὶ ἑτέροις γενέσθαι τῶν ἀγνοουμένων διδάσκαλος παρὰ σοῦ τὴν γνῶσιν λαβών. 42, 5 ἀκοῇ μὲν ὠτὸς ἤκουόν σου τὸ πρότερον, νυνὶ ὁ ὀφθαλμός μου ἑώρακέ σε. πλείονα, φησίν, προσείληφα γνῶσιν περὶ σοῦ, ὅσον ὀφθαλμοὶ πλέον ἀκοῆς ἔχουσιν. ἴσως δὲ καὶ τοῦτο λέγει διὰ τὸ τῆς ἐνανθρωπήσεως τοῦ μονογενοῦς μυστήριον. ἀμυδρῶς γὰρ αὐτὸ πρότερον πληροφορούμενος τὴν τελειοτέραν περὶ αὐτοῦ προσείληφε γνῶσιν. 42, 6 διὸ ἐφαύλισα ἐμαυτὸν καὶ ἐτάκην, ἥγημαι δὲ ἐμαυτὸν γῆν καὶ σποδόν. ἐφαύλισα ἐμαυτὸν ὡς οἰηθέντα εἰδέναι τι, νῦν δὲ μαθὼν τὰ ὑπὲρ ἐμαυτὸν τῆς εὐτελείας τῆς ἐμῆς φύσεως τὸ μικροπρεπὲς κατενόησα. θεώρει δέ μοι τοὺς ἁγίους ἄνδρας, πῶς, ὅτε μειζόνων ἀξιοῦνται, πλείονα κτῶνται ταπεινοφροσύνην. 384 ΚΕΦΑΛΑΙΟΝ ΤΡΙΑΚΟΣΤΟΝ Ἀρχὴ τοῦ ῥητοῦ· ἐγένετο δὲ μετὰ τὸ λαλῆσαι τὸν κύριον πάντα τὰ ῥήματα ταῦτα τῷ Ἰώβ, εἶπεν ὁ θεὸς Ἐλιφὰζ τῷ Θαιμανίτῃ. Προθεωρία τοῦ