120
αὐτὸν ἐχθρὸν καλεῖ καὶ ἀσεβῆ, ὡς εὐεργετούμενον μὲν, τὸν δὲ τοῦ εὐεργέτου κατασκευάζοντα φόνον. "Ὅτι ἐξέκλιναν ἐπ' ἐμὲ ἀνομίαι, καὶ ἐν ὀργῇ ἐνεκότουν μοι." Σαφέστερον ὁ Σύμμαχος εἴρηκεν, ὅτι Ἐπέῤῥιψαν κατ' ἐμοῦ εἰς ἀσέβειαν, καὶ μετ' ὀργῆς ἠναντιώ θησάν μοι· πονηρᾷ γὰρ χρησάμενοι γνώμῃ, τὸν ἐμὸν τυρεύουσι θάνατον. εʹ, ʹ. "Ἡ καρδία μου ἐταράχθη ἐν ἐμοί· καὶ δειλία θανάτου ἐπέπεσεν ἐπ' ἐμέ. Φόβος καὶ τρό 80.1272 μος ἦλθεν ἐπ' ἐμὲ, καὶ ἐκάλυψέ με σκότος." Ταύτην αὐτῶν τὴν δυσμένειαν, καὶ τὰς τῶν ἐπιβουλῶν θεώμενος μηχανὰς, καὶ φρίττω, καὶ δέδια, καὶ προσμένω τὸν θάνατον. Καὶ θαυμα στὸν οὐδὲν, εἰ ὁ ∆αβὶδ ἀποδιδράσκων, καὶ ὑπὸ πολλῶν διωκόμενος πολεμίων, ἐδεδίει τὴν τελευτὴν, καὶ ἄνθρωπος ὢν, καὶ ὑπὸ τῷ νόμῳ πολιτευόμε νος, καὶ τὴν εὐαγγελικὴν πόῤῥωθεν ὁρῶν τελειότη τα. Καὶ αὐτὸς γὰρ ὁ ∆εσπότης Χριστὸς, καίτοι πολλάκις προειπὼν τοῖς ἱεροῖς ἀποστόλοις, καὶ προ σημάνας τὸ πάθος, καὶ τῷ θεσπεσίῳ δὲ Πέτρῳ γε νέσθαι τοῦτο ἀπευξαμένῳ σφοδρότερον ἐπιπλήξας, παρὰ τὸν καιρὸν τοῦ πάθους ἐβόα, "Νῦν ἡ ψυχή μου τετάρακται·" καὶ τοσαύτην ἀγωνίαν συνεχώρησεν ἡ θεία φύσις τὴν ἀνθρωπείαν λαβεῖν, ὡς ἱδρῶσαι μὲν αἵματος θρόμβους, ὑπ' ἀγγέλου δὲ στηριχθῆναι, καὶ νικῆσαι τὸ δέος. Ἔδει γὰρ καὶ ἐν τούτῳ δειχθῆ ναι τὴν φύσιν τὴν δεχομένην τὸ πάθος, [καὶ τὴν πολλὴν μακροθυμίαν ἣν ἔσχε παρὰ τὸ ἡμέτερον γέ νος ὁ φιλάνθρωπος· καὶ καταδέχεται πάθος σαρκὶ, καὶ ἐν τούτῳ τὴν ἡμετέραν βουλόμενος πραγματεύ σασθαι σωτηρίαν· ἅπαντα γοῦν ταῦτα τὰ τῶν ῥη μάτων λέγει ταπεινὰ, οὐ δειλίας ἕνεκεν, ἄπαγε, ἀλλ' οἰκονομίας χάριν προβάλλεται.] ζʹ, ηʹ. "Καὶ εἶπα, Τίς δώσει μοι πτέρυγας ὡσεὶ περιστερᾶς, καὶ πετασθήσομαι, καὶ καταπαύσω; Ἰδοὺ ἐμάκρυνα φυγαδεύων, καὶ ηὐλίσθην ἐν τῇ ἐρή μῳ." Τοῦτο ὁ μακάριος πεποίηκε ∆αβίδ. Φυγὼν γὰρ τὸν Σαοὺλ, καὶ πάλιν τῶν ἐν τῇ Γὲθ ἀλλοφύλων τὴν δυσμένειαν θεασάμενος, εἰς τὴν ἔρημον ἀπέδρα, ὡς ἡ πρώτη τῶν Βασιλειῶν ἱστορία διδάσκει. Καὶ ὁ ∆εσπότης δὲ Χριστὸς, πολλάκις μὲν εἰς τὸ ὄρος, πολλάκις δὲ εἰς τὴν ἔρημον ὑπεχώρησε, τὸν τῶν Ἰουδαίων φθόνον ἐκκλίνων. Θαυμάσαι δὲ ἄξιον τὸν μέγαν ∆αβὶδ, περιστερᾶς καὶ οὐκ ἄλλου ὀρνέου πτέ ρυγας λαβεῖν ἐθελήσαντα. ∆ῆλος γάρ ἐστι τῆς πνευματικῆς χάριτος ἐφιέμενος τῆς ἐν εἴδει περι στερᾶς ἐπιπτάσης. θʹ. "Προσεδεχόμην τὸν Θεὸν, τὸν σώζοντά με ἀπὸ ὀλιγοψυχίας, καὶ ἀπὸ καταιγίδος." Τοσούτοις γὰρ, φησὶ, περικλυζόμενος κύμασι, καὶ οἷόν τινων πνευμάτων, ἢ στροβίλων ἀνέμων δεχόμενος προσ βολὰς, τὴν θείαν προσμένω ῥοπὴν, καὶ τῇ τῆς ἐπι κουρίας ἐλπίδι ψυχαγωγοῦμαι. ιʹ. "Καταπόντισον, Κύριε, καὶ καταδίελε τὰς γλώσ 80.1273 σας αὐτῶν." Ἐπειδὴ κακῇ κέχρηνται συμφωνίᾳ, διάλυσον αὐτῶν, ∆έσποτα, τὴν ὁμόνοιαν. "Ὅτι εἶδον ἀνομίαν, καὶ ἀντιλογίαν ἐν τῇ πόλει. [ιαʹ.] Ἡμέρας καὶ νυκτὸς κυκλώσει αὐτὴν ἐπὶ τὰ τείχη αὐτῆς." [Τοῦτο μὲν οἱ Ἀσσύριοι, τοῦτο δὲ οἱ Αἰγύπτιοι καὶ χρόνον ὕστερον καὶ ἡ τῶν Ῥω μαίων δυναστεία.] "Καὶ ἀνομία καὶ κόπος ἐν μέσῳ αὐτῆς. [ιβʹ.] Καὶ ἀδικία, καὶ οὐκ ἐξέλιπεν ἐκ τῶν πλατειῶν αὐτῆς τόκος καὶ δόλος." Τῷ μακαρίῳ ∆αβὶδ οὐκ οἶμαι ἁρ μόττειν ταῦτα τὰ ῥήματα. Οὐδὲ γὰρ ἡ Ἱερουσαλὴμ κατ' ἐκεῖνον τὸν καιρὸν ὑπὸ Ἰουδαίων κατείχετο, οὐδὲ ἄλλη τις βασιλικὴ ἐνενόμιστο πόλις· ἀλλ' ἔοικε τῆς Ἱερουσαλὴμ τὴν ἀντιλογίαν καὶ παρανο μίαν προλέγειν ὁμοῦ, καὶ τῆς πονηρίας αὐτῆς διεξιέναι τὰ εἴδη, τὴν ἀνομίαν, τὴν ἀδικίαν, τὸν τό κον. τὸν δόλον· ἅπερ ἀσπαζόμενοι, τοὺς ἐπ ωφελεῖς τοῦ Σωτῆρος οὐκ ἐδέχοντο νόμους. Ἐπιση μήνασθαι μέντοι προσήκει, ὡς οὐ μόνον τῆς καινῆς διαθήκης ἡ τελειότης, ἀλλὰ καὶ ἡ νομικὴ πολιτεία, τοῦ τόκου κατηγορεῖ, καὶ τῇ ἀνομίᾳ, καὶ τῇ ἀδικίᾳ, καὶ τῷ δόλῳ τοῦτον συζεύγνυσιν. ιγʹ. "Ὅτι εἰ ἐχθρὸς ὠνείδισέ με, ὑπήνεγκα ἄν· καὶ εἰ ὁ μισῶν με ἐπ' ἐμὲ ἐμεγαλοῤῥημόνησεν, ἐκρύβην ἂν ἀπ' αὐτοῦ." [Ἀντὶ τοῦ τὸν παρ' αὐτοῦ κατ' ἐμοῦ δόλον εἰ ἔγνων, ἐκρύβην ἂν ἀπ' αὐτοῦ.] Ἀλλὰ τὰ μὲν παρὰ τῶν δυσμενῶν γινόμενα οἰστὰ ἡγοῦμαι καὶ φορητά· ὑπὸ γὰρ ἐχθρῶν ταῦτα δρᾶ ται καὶ πολεμίων· ἄλλως τε καὶ τὸν προφανῆ πόλεμον διαφυγεῖν