120
καθέζομαι, καθ' ἔπος καὶ ἀνήγγειλα, καὶ δι' οἰκείας φωνῆς διηγήσοιτο εὖ μάλα ὁ γραμματηφόρος, τίς τέ ἐστιν προστάτης τῆς ξενίας μου κατὰ πολλοὺς τοὺς τρόπους, οὓς καὶ λαμβάνειν ἐν ταῖς προσευχαῖς παρακαλῶ. ἱνατί δὲ κεκοπίακας, φιλοπάτωρ, ἐν οἷς ἀπέστειλας, πολλοῖς καὶ ποικίλοις οὖσιν; ἀνταμείψεταί σε ὁ θεός μου τοῖς ἐντεῦθεν πνευματικοῖς καὶ τοῖς ἐκεῖθεν ἀιδίοις. κάμνεις, οἶδ' ὅτι, ἑλκόμενος καὶ ἀνθελκόμενος, πιεζόμενος καὶ περιτεινόμενος πρὸς τοὺς κατ' ὄψιν, πρὸς τοὺς ἀπόντας, πρὸς λόγον, πρὸς ἔργον, πρὸς νουθέτησιν καὶ συμβίβασιν, πρὸς ὑπερέχοντας καὶ ὑπέχοντας, πρὸς πᾶν ὁτιοῦν τῶν παρισταμένων καὶ συμπιπτόντων, καὶ ταῦτα μετὰ καὶ παρασκευῆς ἄρσεως ἢ καὶ κινδύνου. ἀλλὰ θάρσει, πολύς σου ὁ μισθός, μαρτυρίου σοι στέφανος. καὶ ὢ τῆς προνοίας, τῇ τοῦ κρατοῦντος σκαιωρίᾳ ἀποχρησαμένης εἰς πολλῶν σωτηρίαν. πλὴν γρηγόρει λίαν σὺν τοῖς λοιποῖς· οὐ γὰρ ὡς ἔτυχεν ἐκτείνεται δίκτυα πτερωτοῖς. Ἀλλ' ὑμῖν ὁ Κύριος ὑπερπτῆναι ποιήσειεν μέχρι τέλους. ὡς ἀληθῶς ἥψατό μου τῆς ἐλεεινῆς ψυχῆς ἡ πτῶσις τοῦ Χρυσοπολίτου. ἀλλ' ὁ Κύριος εἴη βοηθὸς τῶν τε Γραμματικῶν καὶ τοῦ κυρίου Ἰωσὴφ καὶ οὗτινος ἄλλου πειραζομένου ὑπὸ τοῦ νέου Ἰαννοῦ· οἷσπερ καὶ ἐπέστειλα, εἴπερ εὐοδωθείη ἡ ἀπόδοσις αὐτῶν, πρότερον ἀναγινώσκοντός σου τὰς ἐπιστολάς. κιχρῶ σεαυτὸν καὶ τῇ τοῦ Ἁγίου Φωκᾶ κατὰ Κύριον καὶ διὰ Κύριον τὰ δυνατά, ἐπεὶ καὶ ἄλλαις φρουρουμέναις· θεοῦ γὰρ διάκονοί εἰσιν, ὁμολογίας ἔργον πληροῦσαι. Ἡ χάρις τοῦ Κυρίου εἴη σοι φυλακτήριον ἐν πᾶσιν, ἠγαπημένε. προσαγορεύει ὁ κῦρις Ἰωάννης σὺν τῷ ἀδελφῷ Νικολάῳ. 152 {1Τῷ αὐτῷ}1 Τετράκις ἄρτι γράφων εἰμὶ ἐξ ὅτε ἀπεχωρίσθην σου, τέκνον μου ἠγαπημένον, δηλῶν τὰ καθ' ἡμᾶς ὁμοῦ τε καὶ τὴν τῶν ἀδελφῶν ἔπαρσιν καὶ ὡς μόνος κατελείφθην μετὰ τοῦ ἀδελφοῦ Νικολάου. διὸ οὐδὲ πολλοῦ μοι λόγου χρεία ἢ μόνον ἐπισημᾶναι, εὑρόντι τὸν γραμματηφόρον, ἀδελφόν τε ὄντα καὶ πιστόν, ὅτι ὑγιαίνομεν σώματι, ἡμέραν ἐξ ἡμέρας προσαναμένοντες τὸ σωτήριον τοῦ θεοῦ· ποῦ γὰρ ἀλλῇ περιβλεψώμεθα ἢ ἀποσκοπήσωμεν ἢ τίνα καὶ ἀναπνεύσωμεν εἰς ἑτοίμην βοήθειαν καὶ παράκλησιν θλίψεως; ὅθεν οὐδὲ γέγονεν ἡμῖν δυσχερὲς τὸ τοὺς ἀδελφοὺς ἀρθῆναι, τοὐναντίον παρ' ἐλπίδα ἀναπαυστικόν, σφιγχθεῖσιν εἰς θεὸν καὶ μόνον, καθάπερ σωλῆνος θλιβομένου ἀναπέμποντος τὸ ὕδωρ ὑψοῦ. διὸ αἱρούμεθα καὶ τοῦ ἀδελφοῦ Νικολάου διαιρεθῆναι, ὅμως στέργομεν ἐν τοῖς φθάσασιν οὐκέτι ἡμέτερον θέλημα, ἀλλὰ θεοῦ οἰκονομίαν, τοῦ συμφερόντως πάντως οἰκονομήσαντος τὸ ταπεινὸν ἡμῶν καθισμάτιον. Ἔχω τοίνυν ἀεὶ συνόντα μοι ἐκ διαδοχῆς ἑβδοματιαίου καὶ ἕνα τῶν πορταρίων· σὺν αὐτῷ ἐσθίομεν, ψάλλομεν, κοιμώμεθα. οὕτω διαμείβομεν τὴν ἡμέραν, ὡς ἂν οἶδεν ὁ ἐφορῶν θεός, ἐργαζόμενοι, ἀναγινώσκοντες, ἡσυχάζοντες, ἐν καιρῷ καὶ τὰ συμπίπτοντα ὁμιλοῦντες πρός τε ἡμᾶς αὐτοὺς καὶ πρὸς τοὺς ἐπισκεπτομένους ἄνδρας ἀγαθούς, οὐ μὴν ἀλλὰ καὶ μονάζοντας· ἐκίνησεν γὰρ ὁ θεὸς οὐ μόνον ἐκ τῶν ἐγχωρίων, ἀλλὰ καὶ ἐκ τῆς ὑπερορίου καὶ ἔτι πορρωτέρω, παρακαλοῦντας ἡμᾶς καὶ σωματικῶς καὶ ψυχικῶς αὐτάρκως καὶ εἰς τοσοῦτόν τινας ὁμοψυχοῦντας, ὡς καὶ δεξιὰς δοῦναι μέχρι θανάτου ἐν τοῖς ὑπὲρ εὐσεβείας ἀγωνίσμασι. κἂν γὰρ ἡμεῖς ἀνάξιοι καὶ τοῦ ἀναπνεῖν, ἀλλ' ὁ ἀγαθὸς Κύριος ἐν παντὶ τοὺς δι' αὐτὸν ὑπεροριζομένους προφθάζει, φυλάττει, προνοεῖται, φροντίζει ὑπὲρ ὃ ἐλπίζει τις· οὕτως τὸν Ἠλίαν ὑπὸ κόρακος πεινῶντα ἔθρεψεν, οὕτως τὸν ∆ανιὴλ διὰ τοῦ Ἀμβακοὺμ ἀεροπορήσας καὶ ὅντινα ἄλλον τῶν θεραπόντων αὐτοῦ. Μὴ δὴ οὖν, ὦ τέκνα, λυπεῖσθε ἐφ' ἡμῖν τοῖς ταπεινοῖς ὡς ἐγκαταλειφθεῖσιν. ὅταν καὶ τοῦ δυστήνου τοῦδε σώματος διαιρεθῶ ὑπὸ τῶν χριστοδιωκτῶν (καὶ τοῦτο γάρ, κἂν ἀνάξιός εἰμι, παρασκευάζομαι παθεῖν), τότε σωθήσομαι, τότε προσληφθήσομαι εἰς ζωήν, τότε τὸν ἐμὸν διώκτην, καὶ τὸν ἔσωθεν καὶ τὸν ἔξωθεν, νικήσω εἰς αἰῶνα. διό, τέκνον μου, θερμῶς μοι προσεύχου μετὰ τῶν ἀδελφῶν σου πάντα πάντοτε ὑπὸ