1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

120

ὁ θεὸς ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ πάντα, ἃ ἐπελαθόμην εἰπεῖν σοι, αὐτὸς ἐμβαλεῖ εἰς τὴν καρδίαν σου." ταῦτα διεξελθὼν ὁ βασιλεὺς ἐπλήρου δακρύων τὸ ἄθροισμα. τοῦ δὲ συλλόγου διαλυθέντος, ὁ Τιβέριος δῶρα τοῖς ὑπηκόοις διένειμε καὶ ὅσα ταῖς βασιλικαῖς ἀναγορεύσεσιν εἴθισται. Κόσμου ἔτη ϛοαʹ. Τῆς θείας σαρκώσεως ἔτη φοαʹ. Ῥωμαίων βασιλεὺς Τιβέριος ἔτη δʹ. αʹ. Περσῶν βασιλεὺς Ὁρμίσδας ἔτη ιεʹ. ϛʹ. Κωνσταντ. ἐπίσκοπος Εὐτύχιος ἔτη δʹ. βʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἰωάννης ἔτη κʹ. ζʹ. Ἀλεξανδρείας ἐπίσκοπος Ἰωάννης ἔτη ιαʹ. ιαʹ. Ἀντιοχείας ἐπίσκοπος Γρηγόριος ἔτη κδʹ. θʹ. Τούτῳ τῷ ἔτει μηνὶ Ὀκτωβρίῳ, ἰνδικτιῶνος ιβʹ, ἐβασίλευσε Τιβέριος στεφθεὶς ὑπὸ Εὐτυχίου πατριάρχου, ὡς προλέλεκται. ὑπῆρχε δὲ τῷ γένει καὶ αὐτὸς Θρᾴξ. βασιλεύσαντος δὲ αὐτοῦ, ἔκραξαν τὰ μέρη ἐπὶ τῆς ἱπποδρομίας· "ἴδω, ἴδω τὴν αὐγούσταν Ῥωμαίων." ὁ δὲ ἔπεμψε μανδάτον λέγων· "ἡ ἄντικρυς τοῦ δημοσίου λουτροῦ ∆αγιστέως, ἥ τις ὀνομάζεται ἐκκλησία; ὁμώνυμός ἐστιν ἡ αὐγούστα." καὶ ἔκραξαν τὰ μέρη· "Ἀναστασία αὐγούστα, τούβικας. σῶσον, κύριε, οὓς ἐκέλευσας βασιλεύειν." ἀκούσασα δὲ Σοφία, ἡ τοῦ Ἰουστίνου γυνή, ἐπλήγη τὴν ψυχήν. ἐβούλετο γὰρ λαβεῖν Τιβέριον καὶ μεῖναι αὐγούστα. οὐ γὰρ ᾔδει ὅτι εἶχε γυναῖκα. τινὲς δὲ ἔλεγον, 250 ὅτι καὶ ἐπὶ ζωῆς Ἰουστίνου προσεφιλώθη αὐτῷ, καὶ αὐτὴ ἔπεισεν Ἰουστῖνον τοῦ ποιῆσαι αὐτὸν καίσαρα. ὁ δὲ Τιβέριος πέμψας ἤγαγεν Ἀναστασίαν τὴν γυναῖκα αὐτοῦ ἔχουσαν καὶ θυγατέρας δύο ἐξ αὐτοῦ Χαριτὼ καὶ Κωνσταντῖναν. καὶ ἔστεψεν αὐτὴν αὐγούσταν καὶ ἔρριψεν ὑπατείαν πολλήν. Ἀλεξανδρείας ἐπίσκοπος Εὐλόγιος ἔτη κζʹ. βʹ. ζʹ. γʹ. ηʹ. αʹ. ιʹ. Τούτῳ τῷ ἔτει ἔκτισεν ὁ βασιλεὺς Τιβέριος τὸ παλάτιον τὸ ἐν τῷ Ἰουλιανοῦ λιμένι καὶ ἐπωνόμασεν αὐτὸ ἐπ' ὀνόματι Σοφίας, τῆς γυναικὸς Ἰουστίνου· καὶ ἀπεκατέστησεν αὐτὴν ἐν αὐτῷ δεδωκὼς αὐτῇ καὶ κουβικουλαρίους εἰς ὑπουργίαν αὐτῆς, κελεύσας τιμᾶσθαι αὐτὴν ὡς μητέρα αὐτοῦ, κτίσας καὶ λουτρὸν καὶ πᾶσαν θεραπείαν αὐτῆς. ἀπέστειλε δὲ πρέσβεις πρὸς τὸν βασιλέα Περσῶν κατὰ τὸ ἔθος μηνύων τὴν ἀναγόρευσιν αὐτοῦ· καὶ οὐ προσήκατο τὴν εἰρήνην ὁ τῶν Περσῶν βασιλεύς. τότε Τιβέριος μεγάλας δυνάμεις συνήθροιζε καὶ διασπείρας τοὺς βασιλικοὺς θησαυροὺς πολλὰ στρατόπεδα ἐποίησεν, χειροτονήσας Ἰουστινιανόν τινα στρατηγὸν ἀνατολῆς· ὃς ἀναλαβὼν τὰς δυνάμεις ἐπὶ τὸ ∆αρᾶς παραγίνεται. στρατοπεδεύουσι δὲ καὶ Πέρσαι πλησίον αὐτῶν στρατηγούμενοι ὑπὸ Ταμχοσρόου. τῆς δὲ παρατάξεως γενομένης, εἰς λόγους ἦλθον καὶ σπένδονται πρὸς ἀλλήλους, ἐφ' ᾧ χρόνον τριετῆ Ῥωμαίους τε καὶ Πέρσας τὴν ἀνατολὴν μὴ λυμήνασθαι· τὸν δὲ πόλεμον ἐπὶ τὴν Ἀρμενίαν συστήσασθαι. γʹ. ηʹ. δʹ. θʹ. βʹ. ιαʹ. Τούτῳ τῷ ἔτει ὁ τῶν Περσῶν βασιλεὺς ἀναλαβὼν τὰς ἑαυτοῦ δυνάμεις ἐπὶ τὴν Ἀρμενίαν χωρεῖ. ἀκηκοὼς δὲ ὁ τῶν Ῥωμαίων στρατηγὸς τὸν τῶν Περσῶν βασιλέα μέλλειν τὸν πόλεμον αὐτουργεῖν ἔκλυτος γέγονεν· δέος γὰρ εἰσῆλθεν εἰς τὸν λαὸν τῶν Ῥωμαίων. διὰ τοῦτο λόγοις Ἰουστινιανὸς πρὸς τὰς δυνάμεις χρησάμενος ἀπέπαυσε τῆς δειλίας τὸ μάχιμον. πολέμου δὲ κροτηθέντος, καὶ τῆς τοξείας 251 τῶν Περσῶν πολλῆς γεγονυίας, ὡς καὶ τὰς ἡλιακὰς ἀποκρύπτειν ἀκτῖνας, Ῥωμαῖοι ταῖς ἀσπίσι τὰς ἐκ τῶν τόξων βολὰς ἀπορριψάμενοι τῆς κατασυστάδην μάχης ἀπήρχοντο· βαθείας δὲ καθεστώσης τῆς τῶν Ῥωμαίων ἐκτάξεως, φέρειν οὐκ εἶχον οἱ Πέρσαι· καὶ τρέπεται ἡ τῶν Βαβυλωνίων πληθύς, καὶ ἀναιροῦνται πλήθη πολλά. παραλαμβάνουσι δὲ καὶ τὸ τῶν Περσῶν τοῦλδον καὶ τὸ βασιλικὸν σκηνοπήγιον καὶ πᾶσαν τὴν ἀποσκευὴν ἐπίδοξον οὖσαν. κρατοῦσι δὲ καὶ τῶν ἐλεφάντων οἱ Ῥωμαῖοι καὶ πρὸς Τιβέριον πέμπουσι τὰ ἐπίσημα ἐκεῖνα καὶ βασιλικὰ λάφυρα. νομοθετεῖ τοίνυν ὁ τῶν Περσῶν βασιλεὺς τὴν αἰσχύνην μὴ φέρων μηκέτι βασιλέα Περσῶν εἰς πόλεμον ἐξέρχεσθαι. ὁ δὲ Ῥωμαϊκὸς στρατὸς ἐπετίθετο ταῖς Περσικαῖς συμφοραῖς καὶ πρὸς τὰ ἐνδότερα τῆς Περσίδος ἐχώρησε καὶ πολλὴν αἰχμαλωσίαν καὶ ἅλωσιν ἐν Περσίδι πεποίηκε φθάσας