1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

121

ἀγαθῷ. ὧν οἱ ἑλόμενοι τὰ παρόντα ἐξουσίαν ἔχουσιν πλουτεῖν, τρυφᾶν, ἥδε- σθαι, καὶ πᾶν ὅ τι ἂν δύνωνται· τῶν γὰρ ἐσομένων ἀγαθῶν οὐδὲν ἕξουσιν. οἱ δὲ τὰ τῆς μελλούσης βασιλείας κρίναντες λαβεῖν τῶν ἐνταῦθα (ὡς ἀλ- λοτρίου βασιλέως ἴδια ὄντα) αὑτοῖς νοσφίζεσθαι οὐκ ἔξεστιν ἢ ὕδατος μόνου καὶ ἄρτου καὶ τούτων μετὰ ἱδρώτων ποριζομένων πρὸς τὸ ζῆν (ἐπειδὴ ἑκοντὶ ἀποθανεῖν οὐκ ἔξεστιν), ἔτι δὲ καὶ περιβολαίου ἑνός· γυμνὸν γὰρ ἑστάναι οὐκ ἐφίεται ἕνεκεν τοῦ πάντα ὁρῶντος οὐρανοῦ. εἰ μὲν οὖν τὸν ἀκριβῆ τοῦ πράγματος λόγον ἀκοῦσαι θέλεις, οὓς μικρῷ τάχιον εἴρηκας ἀδικεῖσθαι, αὐτοὶ μᾶλλον ἀδικοῦσιν, ὅτι αὐτοὶ μὲν οἱ τὰ ἐσόμενα ἑλόμενοι ἐν τοῖς παροῦσιν σύνεισιν τοῖς κακοῖς, κατὰ πολλὰ τῶν ἴσων αὐτοῖς ἀπολαύοντες (αὐτοῦ τε τοῦ ζῆν, τοῦ φωτός, τοῦ ἄρτου, τοῦ ὕδατος, τοῦ ἱματίου καὶ ἄλλων τοιούτων τινῶν), οἱ δὲ ἀδικεῖν ὑπὸ σοῦ νομισθέντες τοῖς ἐσομένοις ἀγαθοῖς ἀν- δράσιν οὐδὲν συνυπάρχουσιν. καὶ ὁ πατὴρ πρὸς ταῦτα ἀπεκρίνατο· Νῦν με ὅτε πέπεικας ὅτι οἱ ἀδικοῦντες αὐτοὶ ἀδικοῦνται, οἱ δὲ ἀδικούμενοι μᾶλλον πλεονεκτοῦσιν, ἔτι μᾶλλον ἀδικώτατον ὅλον μοι φαίνεται τὸ πρᾶγμα, ὅτι οἱ μὲν δοκοῦντες ἀδικεῖν πολλὰ τοῖς τὰ ἐσόμενα ἑλομένοις συνχωροῦσιν, οἱ δὲ δοκοῦντες ἀδικεῖσθαι αὐτοὶ ἀδικοῦσιν, ὅτι τὰ ὅμοια οὐ παρέχουσιν ἐκεῖ τοῖς ἐνταῦθα αὐτοῖς συνκεχωρηκόσιν [ἃ αὐτοὶ αὐτοῖς συνεχώρησαν]. καὶ ὁ Πέτρος· Oὐδὲ τοῦτο ἄδικον διὰ τὸ ἐξουσίαν ἔχειν ἕκαστον τὰ παρ- όντα αἱρεῖσθαι ἢ τὰ μέλλοντα, εἴτε μικρὰ εἴη εἴτε μεγάλα. ἰδίᾳ κρίσει καὶ βουλῇ ὁ ἑλόμενος οὐκ ἀδικεῖται, λέγω δὲ οὐδ' ἂν τὰ μικρὰ ἕληται, ἐπεὶ προέκειτο τὰ μεγάλα· προέκειτο γὰρ αὐτῷ καὶ τὰ μικρά. καὶ ὁ πατὴρ ἔφη· Ὀρθῶς ἔφης· καὶ γὰρ εἴρηταί τινι Ἑλλήνων σοφῷ· «Aἰτία ἑλομένων, θεὸς ἀναίτιος». ἀλλ' ἔτι μὴν καὶ τοῦτόν μοι δίελθε τὸν λόγον. μέμνημαι τὸν Κλήμεντα εἰπόντα μοι ὅτι τὰ ἀδικήματα καὶ τὰ πάθη εἰς ἄφεσιν ἁμαρτιῶν πάσχομεν. καὶ ὁ Πέτρος· Ὀρθῶς ἔχει καὶ οὕτως. ἡμεῖς γὰρ οἱ ἑλόμενοι τὰ ἐσόμενα, ἃ κεκτήμεθα πλείονα, εἴτε ἐσθῆτα εἴτε βρώματα εἴτε ποτὰ εἴτε ἄλλα τινά, ἁμαρτίας κεκτή- μεθα διὰ τὸ δεῖν μηδὲν ἔχειν, ὡς μικρῷ τάχιον διεῖλον τὸν λόγον. πᾶσι τὰ κτήματα ἁμαρτήματα. ἡ τούτων ὁπώσποτε στέρησις ἁμαρτιῶν ἐστιν ἀφαίρεσις. καὶ ὁ πατὴρ ἔφη· Ἀκολούθως ἔχει, καθὼς δύο διεῖλας ὅρους τῶν δύο βασιλέων, τὰ ἐφ' ἑκάστῳ τῶν ὑπὸ τὴν ἐξουσίαν αὐτῶν ὄντων αἱρεῖσθαι ὃ βούλεται. τί δέ; καὶ τὰ πάθη εἰ δικαίως πάσχομεν; καὶ ὁ Πέτρος· ∆ικαιότατα· ἐπεὶ γὰρ ὁ τῶν σῳζομένων ὅρος ἐστίν (ὡς ἔφην) τὸ μηδενὶ μηδὲν ὑπάρχειν, ὑπάρχει δὲ πολλὰ πολλοῖς κτήματα (τὰ ἄλλως καὶ ἁμαρτήματα), τούτου χάριν ἐξ ὑπερβαλλούσης θεοῦ φιλανθρωπίας ἐπάγεται τὰ πάθη τοῖς μὴ εἰλικρινῶς πολιτευομένοις, ἵνα διὰ τὸ ποσῶς φιλόθεον προσκαίροις τιμωρίαις αἰωνίων σωθῶσιν κολάσεων. καὶ ὁ πατήρ· Τί δέ; οὐ πολλοὺς ἀσεβεῖς ὁρῶμεν πένητας; παρὰ τοῦτο καὶ οὗτοι τῶν σῳζομένων εἰσίν; καὶ ὁ Πέτρος· Oὐ πάντως. οὐ γὰρ ἀποδεκτὴ ἡ τοῦ πένητος πενία, ἐὰν ὀρέγηται ὧν οὐ χρή. ὥστε τινὲς τῇ προαιρέσει πλουτοῦσιν χρήμασιν καὶ ὡς πλεονεκτεῖν ἐπιθυμοῦντες τιμωροῦνται. ἀλλ' οὐδὲ ἐν τῷ πένητα εἶναί τινα πάντως δίκαιός ἐστιν· δύναται γὰρ πτωχὸς μὲν τοῖς χρήμασιν εἶναι, ἐπιθυμεῖν δὲ ἢ καὶ πράττειν