121
οὐκ ἀπὸ ἀνάγκης, ἀλλ' ἀπὸ γνώμης ὑγιοῦς ὑπακουσάντων τῷ καλέσαντι· «Μακάριοι οἱ ὀφθαλμοί, ὅτι βλέπουσιν, καὶ τὰ ὦτα ὑμῶν, ὅτι ἀκούουσινή· ἀνείθητε γὰρ τῶν δεσμῶν καὶ ἠλευθερώθητε δουλείας. «Oὐκέτι γὰρ φησίν, λέγω ὑμᾶς δούλους, ἀλλὰ φίλους, ὅτι πάντα, ἃ ἤκουσα παρὰ τοῦ Πατρός μου, ἐγνώρισα ὑμῖνή· ἐκείνοις γὰρ μὴ θελήσασιν ἰδεῖν μήτε ἀκοῦσαι, οὐ στερήσει μορίων, ἀλλὰ κακίας ὑπερβολῇ, «ἔδωκα προστάγματα οὐ καλὰ καὶ δικαιώματα, ἐν οἷς οὐ ζήσονται ἐν αὐτοῖς», οὐ καλὰ δὲ τῷ σκοπῷ αὐτῶν, ἐπειδὴ καὶ οἱ καυτῆρες καὶ τὸ ξίφος καὶ τὰ φάρμακα ἐχθρὰ τοῖς οὐχ ὑγιαίνουσιν, ἀφύλακτα δὲ διὰ τὴν αὐτῶν παρακοήν, ὅθεν καὶ θάνατον αὐτοῖς ἐπάγει μὴ φυλασσόμενα. Ὑμεῖς οὖν μακάριοι, οἱ λυθέντες τῆς κατάρας. Χριστὸς γὰρ παραγενόμενος ὁ τοῦ Θεοῦ Υἱὸς τὸν νόμον κυρώσας ἐπλήρωσεν, τὰ ἐπείσακτα περιεῖλεν, εἰ καὶ μὴ πάντα, ἀλλά γε τὰ βαρύτερα, τὸν μὲν βεβαιώσας, τὰ δὲ παύσας· καὶ τὸ αὐτεξούσιον τῶν ἀνθρώπων πάλιν ἀφῆκεν ἐλεύθερον, οὐ προσκαίρῳ θανάτῳ δικάζων, ἀλλ' ἐν ἑτέρᾳ καταστάσει λογοθετῶν αὐτό. ∆ιὸ λέγει· «Eἴ τις θέλει ὀπίσω μου ἐλθεῖν, ἐρχέσθω.» Καὶ πάλιν· «Μὴ καὶ ὑμεῖς θέλετε ὑπάγειν;» Ἤδη δὲ καὶ πρὸ τῆς παρουσίας αὐτοῦ παρῃτεῖτο τὰς τοῦ λαοῦ θυσίας πολλάκις εἰς αὐτὸν ἐξαμαρτόντος καὶ οἰομένου διὰ θυσιῶν, ἀλλ' οὐ διὰ μετανοίας αὐτὸν ἐξευμενί ζεσθαι. Λέγει γὰρ οὕτως· «Ἵνα τί μοι λίβανον ἐκ Σαβᾶ φέρεις καὶ κιννάμωμον ἐκ γῆς μακρόθεν; Τὰ ὁλοκαυτώματα ὑμῶν οὐκ ἔστιν δεκτὰ καὶ αἱ θυσίαι ὑμῶν οὐχ ἥδυνάν μοι.» Καὶ ἑξῆς· «Τὰ ὁλοκαυτώματα ὑμῶν συναγάγετε μετὰ τῶν θυσιῶν ὑμῶν καὶ φάγετε κρέα, ὅτι οὐκ ἐνετειλάμην ὑμῖν, ἡνίκα ἐξήγαγον ὑμᾶς ἐκ γῆς Aἰγύπτου, περὶ ὁλοκαυτωμάτων καὶ θυσιῶν.» Καὶ διὰ Ἡσαΐου λέγει· «Τί μοι τὸ πλῆθος τῶν θυσιῶν ὑμῶν, λέγει Κύριος, πλήρης εἰμὶ ὁλο καυτωμάτων κριῶν, καὶ στέαρ ἀρνῶν καὶ αἷμα ταύρων καὶ τράγων οὐ βούλομαι, οὐδ' ἂν ἔρχησθε ὀφθῆναί μοι· τίς γὰρ ἐξεζήτησεν ταῦτα ἐκ τῶν χειρῶν ὑμῶν; Πατεῖν τὴν αὐλήν μου οὐ προσθήσεσθε ἔτι· ἐὰν φέρητέ μοι σεμίδαλιν, μάταιον, θυμίαμα βδέλυγμά μοί ἐστιν, τὰς νεομηνίας ὑμῶν καὶ τὰ σάββατα καὶ ἡμέραν μεγάλην οὐκ ἀνέχομαι, νηστείαν καὶ ἀργίαν καὶ τὰς ἑορτὰς ὑμῶν μισεῖ ἡ ψυχή μου· ἐγενήθητέ μοι εἰς πλησμονήν.» Καὶ δι' ἑτέρου λέγει· «Ἀπόστησον ἀπ' ἐμοῦ ἦχον ᾠδῶν σου, καὶ ψαλμὸν ὀργάνων σου οὐκ ἀκούσομαι.» Καὶ τῷ Σαοὺλ ὁ Σαμουὴλ λέγει θῦσαι νενο μικότι· «Ἀγαθὴ ἀκοὴ ὑπὲρ θυσίαν, καὶ ἀκρόαμα ὑπὲρ