121
κνίσης τε» καὶ τὸ ἐκ τούτων γέρας τοῖς μηδὲ τούτων ἀξίοις ἀπονέμειν, εἰ κατ' οὐδὲν ἡμᾶς ὠφελεῖν δύνανται; ἐπεὶ μηδὲ «τῶν ἀγαθῶν δοτῆρας» οἴεσθαι 6.3.4 χρῆν αὐτούς, ἀλλ' ἣν καὶ τῶν ἐναντίων ὡμολόγουν αἰτίαν. εἰ γὰρ πέπρωται ἀνθρώποις εἴτε τι ἀγαθὸν εἴτε τι καὶ ἐναντίον, ἔσται ἐξ ἀνάγκης καὶ παρέσται τοῦτο καὶ βουλομένων καὶ μὴ τῶν θεῶν. μόνην ἄρα τὴν Ἀνάγκην θεραπευτέον, σμικρὰ μᾶλλον δὲ τὸ μηθὲν φροντίσαντας τῶν θεῶν 6.3.5 μήτε λυπεῖν μήτε εὐεργετεῖν δυναμένων. εἰ δὲ δὴ τῶν Μοιρῶν μόνος ὁ ἐπὶ πάντων ἐπιστατεῖ θεὸς καὶ μόνος καὶ τούτων ὑπάρχει κύριος, ταῖσι γὰρ Οὐρανίδαο φησὶ ∆ιὸς κατένευσε κάρηνον, ὅττι κε δὴ νήσωσι μένειν ἀσάλευτον ἀτράκτοις, τί δὴ οὐχὶ πάντα ὑπερθέμενος τὸν παμβασιλέα καὶ τῆς εἱμαρμένης δεσπότην μόνον θεὸν εἶναι ὁμολογεῖς καὶ μόνον ἀγαθῶν δοτῆρα καὶ σωτῆρα; ὅτι δὴ μόνῳ αὐτῷ καὶ ἃ φῂς Μοιράων «ἀμετάτροπα δήνεα» τρέπειν καὶ μεταλλάττειν ῥᾴδιον· ὡς μήτ' Ἀνάγκῃ μήτε Εἱμαρμένῃ τὸν τῷ παμβασιλεῖ θεῷ καθωσιωμένον καὶ μόνον αὐτὸν εὐσεβοῦντα δουλεύειν, οἷα δὲ ἐλεύθερον καὶ παντὸς ἀφειμένον δεσμοῦ ταῖς ἐνθέοις καὶ σωτηριώδεσιν οἰκονομίαις ἀκωλύτως ἐφέπεσθαι. ἀλλ' ὁ μὲν ἀληθὴς τοιαῦτα προφαίνει λόγος· ὁ δ' ἔμπαλιν ὅρα διὰ τίνων φησὶ τὰ τῆς εἱμαρμένης λύεσθαι· 6.4.1 δʹ.
ΟΤΙ ∆ΙΑ ΜΑΓΕΙΑΣ ΦΑΣΙ ΤΑ ΤΗΣ ΕΙΜΑΡΜΕΝΗΣ ΛΥΕΣΘΑΙ
«∆εηθέντος γάρ τινος καταδέξασθαι θεόν, εἰπὼν ὁ θεὸς ὅτι ἀνεπιτήδειός ἐστι διὰ τὸ ὑπὸ φύσεως καταδεδέσθαι, καὶ διὰ τοῦτο ἀποτροπιασμοὺς ὑπαγορεύσας ἐπάγει· ῥιπῇ δαιμονίη γὰρ ἀλεῖσ' ἐπιδέδρομεν ἀλκὴ σαῖσι γοναῖς, ἃς χρή σε φυγεῖν τοίαισι μαγείαις. 6.4.2 δι' ὧν καὶ σαφῶς δεδήλωται ὅτι ἡ μαγεία ἐν τῷ λύειν τὰ τῆς εἱμαρμένης παρὰ θεῶν ἐδόθη εἰς τὸ ὁπωσοῦν ταύτην παρατρέπειν.» 6.4.3 Ταῦτά σοι ὁ Πορφύριος, οὐκ ἐγώ. ὁ τοίνυν μαγείαις παραινῶν λύειν τὰ τῆς εἱμαρμένης πῶς αὐτὸς θεὸς ὢν τὰ πεπρωμένα κατὰ τοῦ ἰδίου ναοῦ κεραυνῷ πιμπραμένου μὴ ἔλυσεν; ὁ δὲ δὴ μαγεύειν, ἀλλὰ μὴ φιλοσοφεῖν παρορμῶν, πῶς οὐκ ἂν εἴη δῆλος ὁποῖος ὢν τυγχάνει τὸν τρόπον; ἐπὶ πᾶσι τούτοις καὶ ψεύδεσθαι τοὺς θεοὺς ὁ αὐτὸς ὁμολογεῖ· 6.5.1 εʹ.
ΟΤΙ ΚΑΙ ΨΕΥ∆ΟΝΤΑΙ ΜΑΝΤΕΥΟΜΕΝΟΙ
«Ἀλλ' ἤδη καὶ τὴν γνῶσιν τῆς φορᾶς τὴν ἀκριβῆ καὶ τὰς ἐκ τούτων συμβάσεις ἀκατάληπτον εἶναι ἀνθρώποις, καὶ οὐ μόνον τούτοις, ἀλλὰ καί τισι τῶν δαιμονίων· ὅθεν καὶ ψεύδονται περὶ πολλῶν ἐρωτηθέντες.» 6.5.2 Τούτοις αὖθις ἐπιλέγει· «Καὶ τὸ περιέχον ἀναγκάζον ψευδῆ γίνεσθαι τὰ μαντεῖα, οὐ τοὺς παρόντας ἑκόντας προστιθέναι τὸ ψεῦδος. πολλάκις γοῦν προλέγουσιν ὅτι ψεύ6.5.3 σονται· οἱ δὲ μένουσι καὶ λέγειν ἀναγκάζουσι διὰ τὴν ἀμαθίαν. εἶπε γοῦν ὁ Ἀπόλλων ποτέ, τοιαύτης οὔσης τῆς καταστάσεως, ὡς ἐδείξαμεν, πονηρᾶς τοῦ περιέχοντος· κλεῖε βίην κάρτος τε λόγων· ψευδηγόρα λέξω. 6.5.4 καὶ ὅτι ταῦτα ἀληθῆ ἐστιν ἅπερ ἔφαμεν, δηλώσει τὰ λόγια. ἔφη γοῦν τις κληθεὶς τῶν θεῶν· σήμερον οὐκ ἐπέοικε λέγειν ἄστρων ὁδὸν ἱρήν· ἕδρανα μαντοσύνης γὰρ ἐν ἄστρασι νῦν πεπέδηται.» καὶ ἐπιλέγει· «Πέφηνεν ἄρα πόθεν πολλάκις τὸ ψεῦδος συνίσταται.» 6.6.1 ʹ. ΑΝΑΣΚΕΥΑΣΤΙΚΑ ΤΟΥ ΠΕΡΙ ΕΙΜΑΡΜΕΝΗΣ ΛΟΓΟΥ Ἆρά σοι πέπαυται λοιπὸν τὰ τῆς ἀμφιβόλου γνώμης, ὅτι μηδέν τι ἦν θεῖον ἐν τοῖς τῶν θεῶν χρησμοῖς; πῶς γάρ ποτε τὸ θεῖον ψεύσαιτ' ἄν, τὴν φύσιν ὂν ἀψευδέστατον, εἴ γε ἀψευδὲς τὸ θεῖον; πῶς δὲ ἀγαθὸς δαίμων ταῖς ψευδολογίαις ἀπατήσειέ ποτε τοὺς χρωμένους; πῶς δ' ἂν εἴη κρεῖττον ἀνθρώπου 6.6.2 τὸ τῇ τῶν ἄστρων φορᾷ πεπεδημένον; θνητὸς μὲν οὖν