τοῦ ἥδω γίνεται κατά τινας, ἀλλὰ ψιλοῦται, ὡς καὶ ἡ συναλιφὴ δηλοῖ τὸ «ἐπί τ' ἤπια φάρμακα», καὶ ἴσως μὲν ὡς Αἰολικόν, ἴσως δὲ καὶ καθ' ὁμοιότητα τοῦ ἠπεροπευτής, ἠπεδανός, ἠπύτα κῆρυξ καὶ τῶν ὁμοίων. εἰ δέ 3.245 τις φιλονεικοίη γράφων, «ἐπί θ' ἥπια», ἵνα δασύνῃ τὸ ἤπιος, ἴστω πρὸς τὴν τῶν παλαιῶν ἀντιγράφων ἀκρίβειαν ἀπομαχόμενος, αἰδείσθω δὲ καὶ τὸ «ὀδύναι κατηπιόωντο βαρεῖαι». Ὅρα δὲ καὶ τὸ φάρμακα πάσσειν. δηλοῖ γὰρ οὐκ ἀλείμματα, πάσματα δὲ ἀπὸ ῥιζῶν ἢ ὅλως φυτῶν τρίψεως, ὡς καὶ ἀλλαχοῦ φανήσεται. Ὅτι δὲ καὶ πατρῴα τέχνη τῷ Μαχάονι τὸ ἰατρεύειν, καὶ ὅτι εὐγενὴς ὁ ἀνήρ, ἢ καὶ κατὰ μῦθον θεῖον γένος ὡς Ἀσκληπιάδης, δηλοῖ μετ' ὀλίγα ὁ ποιητής, εἰπὼν αὐτὸν «Ἀσκληπιοῦ υἱόν, ἀμύμονος ἰητῆρος». [Καινὸν δ' οὐδὲν θεογενῆ, ὡς ἂν Σοφοκλῆς εἴποι, νομισθῆναι τὸν Μαχάονα καὶ πρὸ αὐτοῦ τὸν πατέρα τὸν Ἀσκληπιόν. τὸ γὰρ τῆς ἰατρικῆς χρήσιμον τοιούτους νοεῖσθαι ὑπέβαλε τοὺς ἰητῆρας. Μενεκράτης οὖν, ὡς καὶ ἀλλαχοῦ δηλοῦται, ὁ Συρακούσιος, Ζεὺς ἤθελεν ἐπιλέγεσθαι, ὡς οἷα μόνος αἴτιος τοῦ ζῆν διὰ τὸ εὖ ἰατρεύειν. ὃς καὶ Φιλίππῳ ἐπιστείλας προέγραψε «Μενεκράτης Ζεὺς Φιλίππῳ χαίρειν», καὶ ἀλαζονευσάμενος σὺν ἄλλοις ῥήμασι καὶ ὅτι Ζεὺς ἐγὼ ἀνθρώποις βίον παρέχων, ἐσκώφθη εὐφυῶς, ἐπιστείλαντος Φιλίππου καὶ προσφωνήσαντος ὡς μελαγχολῶντα τὸ «Φίλιππος Μενεκράτει ὑγιαίνειν», ἤγουν φρονεῖν. Ἔπαιξε δὲ κατ' αὐτοῦ ὁ βασιλεὺς καὶ ἐν δείπνῳ τὸ περιᾳδόμενον, οὐ παραθεὶς ἐδώδιμα, καθὰ τοῖς ἄλλοις, ἀλλὰ θυμιῶν διὰ τῶν παίδων καὶ σπένδων ὅσα καί τινι θεῷ. Καὶ θεραπεύων δέ, φασίν, ἱερὰς νόσους ἠνάγκαζε τοὺς ὑγιαζομένους κατατίθεσθαι, ὡς ὑπακούσονται αὐτῷ οἷα δοῦλοι περισωθέντες. καὶ τοίνυν ἠκολούθουν, ὁ μέν τις Ἡρακλέους σκευὴν ἔχων καὶ καλούμενος Ἡρακλῆς, ἄλλος δὲ χλαμύδα εἶχε καὶ κηρύκειον καὶ πτερὰ ὡς Ἑρμῆς, καί τις θεραπευθεὶς Ἀπόλλων ἦν. ἐν δὲ τοῖς καὶ Ἀσκληπιοῦ τις ἀναλαβὼν στολὴν συμπεριεφθείρετο, φασίν. αὐτὸς δ' ὁ Ζεύς, πορφύραν ἠμφιεσμένος καὶ στέφανον χρυσοῦν φορῶν καὶ σκῆπτρον κρατῶν, περιῄει μετὰ τοῦ θείου χοροῦ. καὶ οὕτω μὲν ταῦτα.] (ῃ. 518) Ὡς δὲ ὁ μῦθος θεοῖς ἐντάττει τὸν Ἀσκληπιόν, καὶ ὡς Ἤπιος τὰ πρῶτα καλούμενος Ἀσκληπιὸς μετεκλήθη, καὶ διὰ τί τοῦτο, καὶ ὡς καινότερον ὀξύνεται ὁ Ἀσκληπιός ἐν τῇ συνθέσει, ὁ πρὸ ταύτης ἐν τῷ Ἤπιος ὀξυτονούμενος, ἀλλαχοῦ δεδήλωται. Περὶ δὲ τοῦ «ἀμύμονος» φασὶν οἱ παλαιοί, ὡς τὸ τοιοῦτον ἐπίθετον θνητοῖς ὁ ποιητὴς ἐπιλέγει. διὸ καὶ τὸν παρῄορον Πήδασον, τὸν τοῦ Ἀχιλλέως ἵππον, ὡς θνητὸν ἀμύμονα λέγει, διαστέλλων αὐτὸν τῶν ζυγιτῶν, οὓς ὁ μῦθος 3.246 ἀθανάτους ληρεῖ. Ὅρα δὲ ὅτι τὸ «Ἀσκληπιοῦ υἱός» καὶ ἑξῆς, ἐξὸν ὂν προσκολληθῆναι τοῖς ἄνω, ὅμως μεμέρισται κατωτέρω, ἴσως μὲν κατὰ σχεδιασμόν, μάλιστα δὲ κατ' ἔθος Ὁμήρου, εἰωθότος διαφόροις τόποις μερίζειν τὰς ἱστορικὰς ἀκολουθίας. [(ῃ. 519 ς.) Ὅτι ἐν τῷ «μάστιξε δ' ἐλάαν, τὼ δ' οὐκ ἄκοντε πετέσθην νῆας ἐπὶ γλαφυράς. τῇ γὰρ φίλον ἔπλετο θυμῷ» τὸ μὲν πετέσθην ὑπερβολῆς τρόπῳ τάχος ἵππων δηλοῖ, ὧν καὶ τοὔνομα παρὰ τὸ ἵπτασθαι ποσί, τὸ δὲ «οὐκ ἄκοντε» ἀρετή ἐστιν ἵππων. οὐ γὰρ ἀτεχνῶς κεντρηνεκέες εἰσίν, ἀλλ' εἰ καὶ μαστίζονται, ὅμως ἄλλως ἀκέντητον δέμας ἔχειν δοκοῦσι κατά γε τὸ εὐψύχως θέειν. Τὸ δὲ «τῇ γάρ», ἤγουν ἐνταῦθα, «φίλον ἔπλετο θυμῷ» εὐπειθεῖς ἐμφαίνει τοὺς ἵππους εἶναι, ὡς εὐστοχοῦντας τοῦ ποθουμένου τῷ ἡνιοχοῦντι, καὶ ἅμα καὶ τεχνίτην εἶναι ἡνιοχείας ὑποσημαίνει τὸν γέροντα, ὡς ἀπευθύνοντα τὸ ἅρμα ὅποι φίλον αὐτῷ. Καὶ ὅρα ὡς τὸ ῥηθὲν κόμμα δεξιῶς ὁ ποιητὴς παρέθετο, νοῦν τε ἔχον ἀγαθὸν καὶ ἀναπληροῦν ἔπους ὁλότητα. ∆ῆλον δ' ὅτι τὸ «μάστιξε δ' ἐλάαν» παρῴδησε ∆ιογένης, παρωσάμενος μὲν προκειμένας ἐλάας, ἤγουν καρποὺς ἐλαίας, ἁψάμενος δὲ ὄψου πολυτελοῦς.] (ῃ. 521 ς.) Ὅτι δηλῶν Ὅμηρος, ὡς καὶ ἐπὶ ἡνιόχου λέγεται τὸ παραβεβηκέναι, φησὶ «Κεβριόνης Ἕκτορι παρβεβαώς». καὶ φαίνεται οὐκ ἀλλόκοτόν τι εἶναι παραβάτην καὶ τοῦτον κληθῆναι, ἴσως μὲν διότι καὶ αὐτὸς καθ' ἑαυτὸν ὁ Κεβριόνης παραβάτης ἦν ἐν ἅρματι ἄλλῳ στρατιωτικῶς, εἰ καὶ νῦν διὰ τὸν Ἕκτορα