121
ἐς μάχην, ᾗ ἐδέδοκτο τῇ προτεραίᾳ. Ὀρχάνης δὲ καὶ αὐτὸς ἰδὼν τὸν βασιλέα ἐπιόντα, ἀντιπαρέταττε καὶ αὐτὸς τὴν στρατιάν. καὶ μέρος μέν τι κατέκρυψεν ἐν λόχοις, ὡς ἂν, εἰ οἱ Ῥωμαῖοι ὑπερσχόντες ἐπίωσιν αὐτοῖς, οἱ ἐν ταῖς ἐνέδραις ἐκ τοῦ αἰφνιδίου ἐπελθόντες, ἐκπλήξωσί τε διὰ τὸ ἀπροσδόκη 1.344 τον καὶ τρέψωνται αὐτούς· τὴν δ' ἄλλην ἅπασαν δύναμιν ἀναλαβὼν, ἔστη ἐπὶ μετεώρου. τριακοσίους δὲ ἀπολεξάμενος τοὺς παρ' αὐτῷ μαχιμωτάτους ἱπποτοξότας, ἵππους ἔχοντας τῶν μάλιστα θέειν ἀγαθῶν, ἐκέλευσεν αὐτοῖς οὐ κατὰ συστάδην, ἀλλ' ἐξ ἐφόδων συμπλέκεσθαι τῇ βασιλέως στρατιᾷ, καὶ ἐπιόντας μὲν μὴ ὑπομένειν, ἀλλὰ φεύγοντας τοξείαις χρῆσθαι, ἀναχωροῦσι δὲ αὖθις ἐπιτίθεσθαι. συμβέβηκε δὲ τὸ μεταξὺ τῶν στρατευμάτων ἀμφοτέρων ὅσον μὲν ἦν κατὰ τοὺς Ῥωμαίους ὁμαλόν τε εἶναι καὶ ῥᾴδιον πρὸς τὰς ἱππηλασίας, τὸ δὲ κατὰ τοὺς Πέρσας οὐ μόνον ἄναντες καὶ δυσπρόσοδον, ἀλλὰ καὶ τάφροις αὐτοφυέσι πανταχόσε διατετμημένον· ᾧ καὶ μᾶλλον οἱ βάρβαροι πεποιθότες ἐπῄεσαν Ῥωμαίοις. τούτοις μὲν οὖν τοῖς τριακοσίοις προσετέτακτο τὸν τρόπον τοῦτον συμπλέκεσθαι Ῥωμαίοις. ἑτέρους δὲ χιλίους ὄπισθεν αὐτῶν ἐπέστησε κατὰ τὰς τάφρους καὶ τὰς δυσχωρίας, ὡς ἂν, εἰ διώκοιντο οἱ τριακόσιοι πρὸς τῶν Ῥωμαίων, αὐτοὶ πρὸς τὰ στενὰ ἑστῶτες ἀμύνωσιν αὐτοῖς· ἑκατέρωθέν τε αὐτῶν χιλίους ἐφ' ἑκάστῳ μέρει τῆς αὐτῆς ἕνεκα αἰτίας. βασιλεὺς δὲ ἐπεὶ ἑώρα τοὺς Πέρσας ἀπὸ τοῦ λόφου κατιόντας, τριακοσίους καὶ αὐτὸς ἐπιλεξάμενος ἐκ τῶν ἰδίων καὶ περιστησάμενος ἑαυτῷ, τοιαύτην τινὰ παραίνεσιν ἐποιήσατο πρὸς αὐτούς· «ἄνδρες στρατιῶται, τὴν μὲν εὔκλειαν τῶν Ῥωμαίων καὶ τὴν δόξαν, ἣν ἀπὸ τοῦ φοβεροὶ τοῖς πολεμίοις εἶναι ἐκτήσαντο ἐξ ἀρχῆς, οὐδ' αὐτοὶ ἀγνοεῖτε· οὗτοι γάρ εἰσιν οἱ μικροῦ δεῖν πᾶσαν παραστησάμενοι τὴν οἰκουμένην, καὶ πάντα γένη καὶ Εὐρω 1.345 παῖα καὶ τὰ ἐπὶ τῆς Ἀσίας ἀναγκάσαντες αὐτοῖς δουλεύειν. ὅτι δὲ ἡμᾶς οὐκ ἐπὶ πολύν τινα χρόνον οὐκ ὀλίγα τινὰ τῶν βαρβάρων συμβέβηκεν ἐλαττωθῆναι, οὐ χρὴ διὰ ταῦτα καὶ πρὸς τὰ ὑπόλοιπα ἀπαγορεύειν. οὐδὲ γὰρ κατὰ τὴν ἡμετέραν κακίαν τὸ ἡσσῆσθαι προσεγένετο, ἀλλὰ τοῦ θεοῦ πρὸς ἔκτισιν ὧν προσκεκρούκαμεν αὐτῷ, διὰ τῶν βαρβάρων τιμωρουμένου. οὐ δὴ δίκαιον τοὺς τὴν γνώμην μὴ κατὰ κράτος νικηθέντας, ἔχοντας δέ τινα αὖθις κρείττονα ἐλπίδα τῆς συμφορᾶς τῇ ἀποβάσει ἀμβλύνεσθαι· νομίσαι δὲ ἐν μὲν ταῖς πράξεσιν ἐνδέχεσθαι σφάλλεσθαι τοὺς ἀνθρώπους, ταῖς δὲ γνώμαις ἀεὶ τοὺς αὐτοὺς ἀνδρείους ὀρθῶς εἶναι, καὶ μὴ διὰ τὴν προτέραν ἧτταν, τοῦ ἀνδρείου παρόντος, εἰκότως ἂν ἔν τινι κακοὺς ὀφθῆναι. ὑμεῖς δὲ οὔτε ἐμπειρίᾳ τῇ πρὸς τὰς μάχας λείπεσθε τῶν βαρβάρων, ἀλλὰ καὶ τῇ τόλμῃ πολὺ προέχετε αὐτῶν. ὁρᾶτε γὰρ αὐτοὺς κατεπτηχότας καὶ καταδυομένους πρὸς τὰ κοῖλα τῶν ὀρῶν καὶ μηδαμοῦ τῆς δυσχωρίας ἀποστῆναι βουλομένους, μηδὲ ἐκ τοῦ ἴσου διαγωνίσασθαι ἡμῖν τολμῶντας. γίνεσθε δὴ ἄνδρες ἀγαθοὶ καὶ τὴν καταπεσοῦσαν ἤδη δόξαν τῶν προγόνων ἀνορθώσατε αὐτοὶ, καὶ μὴ νομίσητε ὑπὲρ μηδὲν προσηκούσης γῆς ὑμῖν διαγωνίζεσθαι πρὸς τοὺς βαρβάρους, ἀλλ' ὑπὲρ ἐλευθερίας μάλιστα καὶ τῆς οἰκείας ἕκαστος πατρίδος. ἐὰν γὰρ ἐνταῦθα ἀξίως ἑαυτῶν ἀγωνιζόμενοι νικήσωμεν αὐτοὺς, πρὸς οἷς ἀφῃρήμεθα πρότερον ὑπ' αὐτῶν καὶ τὴν οὖσαν καρπωσόμεθα ἀδεῶς. πρὸς τούτοις δὲ εἰ μὲν καὶ αὐτὸς συνηγωνιζόμην ὑμῖν ἐν τῷ 1.346 παρόντι, πρόφασις ἂν ἦν τινι κακῷ γενέσθαι λήσειν οἰομένῳ· ἐπεὶ δὲ αὐτὸς ἔξω ἕστηκα τῶν ἄλλων βραβευτὴς, ἔξεστι σκοπεῖν ἑκάστῳ ὡς, εἰ μὲν κακὸς ὀφθείη, κολασθήσεται τῇ πρεπούσῃ ζημίᾳ· οἱ δὲ ἀγαθοὶ τιμηθήσονται τοῖς προσήκουσιν ἄθλοις τῆς ἀρετῆς. τὴν δὲ συμπλοκὴν ὁποίαν τινὰ χρὴ ποιεῖσθαι πρὸς τοὺς βαρβάρους, καὶ αὐτοὶ μὲν ἴστε ἐκ παιδὸς πολεμίοις ἔργοις ἐντεθραμμένοι· παραινέσω δὲ καὶ αὐτός. εἰ μὲν γὰρ τεταγμένοι κατὰ φάλαγγας ἐκ τοῦ ὁμοίου καὶ αὐτοὶ ἐμάχοντο ἡμῖν, ἦν ἀναγκαῖον καὶ ἡμᾶς τὴν τάξιν φυλάττοντας αὐτοῖς ἐπιέναι· ἐπεὶ δὲ, ὅσον ἀπὸ τῶν γινομένων ἐστὶν εἰκάζειν, οὐκ εἰς χεῖρας ὑμῖν ἰέναι διανοοῦνται, ἀλλ' ἄπωθέν τε βάλλειν καὶ