121
κραταιωθῆναι τὸν πυρετὸν ὡς αφωνον κεῖ1.304 σθαι αὐτόν· τοὺς δὲ Μακεδόνας θορυβεῖσθαι ὡς θανόντος αὐτοῦ, καὶ καταβοᾶν τῶν ἡγεμόνων, εως αὐτοῖς αἱ θύραι ἠνοίχθησαν καὶ τὸν ̓Αλέξανδρον ἐν τῇ κλίνῃ κατεῖδον· καὶ μετὰ ταῦτα ἐξέλιπε. φασὶ δέ τινες μετέπειτα λόγον γενέσθαι ὡς ὑπὸ φαρμάκου διέφθαρτο, καὶ τὸν ̓Αριστοτέλην ̓Αντιπάτρῳ σύμβουλον γενέσθαι τῆς πράξεως, καὶ δι' ἐκείνου κομισθῆναι τὸ φάρμακον. τὸ δὲ υδωρ ειναι ψυχρὸν καὶ παγετῶδες ἀπὸ πέτρας τινὸς ἐν Νωνάκριδι ουσης, ο δρόσον ωσπερ λεπτὴν ἀναλαμβάνοντες εἰς ονου χηλὴν ἀποτίθενται· οὐδὲν γὰρ ετερον ἀγγεῖον στέγει αὐτό, ἀλλ' ὑπὸ ψυχρότητος καὶ δριμύτητος διακόπτεται. οἱ δὲ πλείους πεπλάσθαι φασὶ τὸ φαρμάκῳ θανεῖν τὸν ̓Αλέξανδρον, καὶ τοῦτο τεκμηριοῦνται ἐκ τοῦ τὸ σῶμα ἐφ' ἡμέρας πλείονας κείμενον ἐν τόποις θερμοῖς ἀτημέλητον, τῶν ἡγεμόνων πρὸς ἀλλήλους στασιασάντων, μηδὲν ἐμφῆναι τοιαύτης φθορᾶς σημεῖον, ἀλλὰ καθαρὸν διαμεῖναι καὶ δοκεῖν πρόσφατον. Λέγεται δὲ ὡς γνοὺς ηδη ἐκλείπειν αὐτῷ τὸ βιώσιμον ἠβουλήθη ἐς τὸν Εὐφράτην καταποντῶσαι λαθρηδὸν ἑαυτόν, ινα γενόμενος ἀφανὴς παράσχῃ δόξαν ὡς εἰς θεοὺς μετελήλυθεν, ἐξ ἐκείνων γενόμενος, ἡ δὲ ̔Ρωξάνη τοῦτο γνοῦσα ειργεν αὐτῷ τὸ ἐγχείρημα, ὁ δὲ μετ' οἰμωγῆς εφη ὡς "ἐφθόνησας αρα, γύναι, μοι δόξης τοῦ θεωθῆναι καὶ μὴ θανεῖν." ̔Ο μὲν ουν ̓Αλέξανδρος ουτως εἰς μέγα τύχης προαχθεὶς ἐτελεύτησεν. οτε δὲ τὴν Τύρον ἐπολιόρκει, ἐπιστείλας τῷ τῶν ̓Ιουδαίων ἀρχιερεῖ ἠξίου συμμαχίαν αὐτῷ πέμπειν καὶ ἀγορὰν τῷ στρατεύματι καὶ 1.305 οσα ∆αρείῳ ἐδασμοφόρουν αὐτῷ διδόναι. τοῦ δὲ ἀρχιερέως ορκους ∆αρείῳ δοῦναι φήσαντος μὴ αραι κατ' αὐτοῦ οπλα, καὶ τούτους ζῶντος ∆αρείου μὴ παραβήσεσθαι, ὠργίσθη ̓Αλέξανδρος καὶ ἠπείλησε στρατεύσειν κατὰ τῆς ̓Ιουδαίας. αρτι δὲ τὴν Τύρον παρειληφὼς ἐπὶ τὰ ̔Ιεροσόλυμα ωρμησεν. ὁ δὲ ἀρχιερεὺς ̓Ιωὰδ ἐν ἀγωνίᾳ ην διὰ τὴν τοῦ βασιλέως ὀργήν, καὶ τοῦ θεοῦ ἐδεῖτο προστῆναι τοῦ εθνους. ὁ δὲ θεὸς καθ' υπνους αὐτῷ ἐχρημάτισε θαρρεῖν, καὶ κοσμήσαντας τὴν πόλιν ἀνοῖξαι τὰς πύλας, καὶ αὐτὸν μὲν μετὰ τῶν ἱερέων ταῖς συνήθεσι στολαῖς ὑπαντῆσαι τῷ βασιλεῖ, τὸ δὲ πλῆθος ἐσθῆσι λευκαῖς. καὶ ὁ μὲν ἐποίησεν ὡς αὐτῷ κεχρημάτιστο, καὶ ηδη τοῦ ̓Αλεξάνδρου τῇ πόλει προσάγοντος πρόεισι μετὰ τῶν ἱερέων καὶ τοῦ πλήθους τῆς πόλεως εἰς τόπον τινὰ οθεν ἡ πόλις καὶ ὁ ναὸς καθωρᾶτο· τῶν δ' ἑπομένων τῷ βασιλεῖ διαρπάζειν κελεῦσαι αὐτὸν τὴν πόλιν λογιζομένων καὶ τὸν ἀρχιερέα διαφθεῖραι, ὁ ̓Αλέξανδρος πόρρωθεν ἰδὼν τὸ πλῆθος καὶ τοὺς ἱερεῖς κεκοσμημένους ὡς ειρηται, τὸν δὲ ἀρχιερέα ἐνδεδυμένον τὴν ὑακίνθινον στολὴν καὶ διάχρυσον καὶ ἐπὶ τῆς κεφαλῆς τὴν κίδαριν εχοντα καὶ τὸ χρυσοῦν ἐπ' αὐτῆς ελασμα ῳ τὸ τοῦ θεοῦ ονομα ἐπεγέγραπτο, μόνος προσελθὼν προσεκύνησε καὶ τὸν ἀρχιερέα ἠσπάσατο. ἐπὶ τούτῳ οἱ μὲν αλλοι ξύμπαντες κατεπλάγησαν, Παρμενίων δὲ καὶ ἠρώτησε τί δήποτε τὸν τῶν ̓Ιουδαίων προσεκύνησεν ἀρχιερέα. ὁ δέ "οὐ τοῦτον" ειπε, "τὸν δὲ θεὸν προσεκύνησα, ου τῇ ἀρχιερωσύνῃ ουτος τετίμηται. τοῦτον γὰρ ἐν τοῖς υπνοις ειδον, ἐγγὺς ων ετι Μακεδονίας, ἐν τῇ στολῇ ταύτῃ· καί μοι φροντίζοντι πῶς αν τῆς ̓Ασίας κρατήσαιμι μὴ μέλλειν παρεκελεύετο, καὶ αὐτὸς ἡγεῖσθαί μοι 1.306 τῆς στρατιᾶς ἐπηγγέλλετο καὶ τὴν Περσῶν παραδώσειν ἀρχήν. οὐδένα ουν ἐν τοιαύτῃ στολῇ θεασάμενος ἀλλ' η τοῦτον, αρτι τῆς οψεώς τε τοῦ ἐνυπνίου ἐμνήσθην, καὶ σὺν θεῷ τὴν στρατείαν νομίζω πεποιημένος τὸν ∆αρεῖον ἡττήσειν καὶ τὴν Περσῶν ἀρχὴν κατακτήσασθαι." ταῦτα εἰπὼν καὶ τὸν ἀρχιερέα δεξιωσάμενος τὴν πόλιν εἰσελήλυθε· καὶ εἰς τὸ ἱερὸν ἀναβὰς εθυσε τῷ θεῷ ὡς ὑφηγεῖτο ὁ ἀρχιερεύς. καὶ τὴν ∆ανιὴλ ειδε βίβλον, ἐν ῃ τινα τῶν ̔Ελλήνων τὴν Περσῶν βασιλείαν καταλύσειν ἐγγέγραπται, καὶ ησθη ἐπ' αὐτῇ· καὶ οσα ᾐτήσαντο ̓Ιουδαῖοι ἐπλήρωσε. Ταῦτα ἰδόντες οἱ Σαμαρεῖται, καὶ αὐτοὶ οὐ πόρρω τῶν ̔Ιεροσολύμων τῷ ̓Αλεξάνδρῳ ὑπήντησαν ἐσκευασμένοι λαμπρῶς, καὶ παρεκάλουν τιμῆσαι αὐτὸν τῇ παρουσίᾳ καὶ τὸ παρ' αὐτοῖς ἱερόν. ὁ δέ "ηξω" εφη "οθ'