121
αἰδοίου τινὸς απτεσθαι. ∆εφόμενοσ. ἀποδέρων τὸ αἰδοῖον. ∆έχθαι. οιον· καὶ ἀγλαὰ δέχθαι αποινα. παρὰ τὸ δέχω δέδεχα, δέδεγμαι, δέδεξαι, δέδεκται, καὶ τὸ ἀπαρέμφατον δεδέχθαι καὶ κατὰ ἀφαίρεσιν τοῦ ἀναδιπλασιασμοῦ δέχθαι. ∆έχομαι καὶ δέξασθαι. παρὰ τὴν δεξιάν. κυρίως γὰρ δέχεσθαι τὸ ἐν τῇ δεξιᾷ λαμβάνειν. ∆έχνυμαι. εστι ῥῆμα δέχω, ου ὁ παθητικὸς delta.492 δέχομαι. ἐκ τοῦ δέχω δεχύω καὶ κατὰ πλεονασμὸν τοῦ ν δεχνύω. ὡς πληθύω πληθύνω, καὶ δύω δύνω, καὶ ἐν ὑπερθέσει τοῦ ν δεχύνω, ἀφ' ου καὶ δέχνυμι, τετάρτης συζυγίας τῶν εἰς ˉμˉι ∆εψῆσαι. ἁπαλύναι. ∆εδικαίωται. ἀπήλλακται, ἠλευθέρωται. ουτως ὁ ̓Απόστολος· ὁ γὰρ ἀποθανὼν δεδικαίωται ἀπὸ τῆς ἁμαρτίας. τινὲς τοῦτο περὶ τοῦ βαπτίσματος ἐδέξαντο, ἐν ῳ συνετάφημεν τῷ Χριστῷ. ∆εδαηκότεσ. μαθόντες. Ομηρος· Λευγαλέοι τ' ἐσόμεσθα καὶ οὐ δεδαηκότες ἀλκήν. τὸ λευγαλέοι ἐνταῦθα ἀντὶ τοῦ ἀσθενεῖς. ∆εξιῶσ. εὐπαιδεύτως. ∆εξιάδην. ἀντὶ τοῦ ἐκ δεξιῶν ων, οιον· ̓Ιφίνοον βάλε δουρὶ κατὰ κρατικὴν ὑσμίνην δεξιάδην-. ∆εόντωσ. πρεπόντως. ∆εῦρο. ἐνταῦθα. καταχρηστικῶς καὶ ἀντὶ τοῦ ἐλθέ. ∆εῦρ' ἀεί. ἀντὶ τοῦ εως τούτου. Τὸ ∆ μετὰ τοῦ Η. ( ̓Αρσενικόν.) ∆ήγηρεσ. οἱ στρουθοί. ∆ηθαιῶνεσ. οἱ μακρόβιοι. ∆ήϊοσ. πολέμιος. καὶ ἐπίθετον τοῦ πολέμου. παρὰ τὸ δέος, δέϊος καὶ δήϊος, ὁ δέος ἐμποιῶν. delta.493 η παρὰ τὸ δαίω τὸ καίω, οθεν καὶ δαιτρὸς, ὁ διακόπτων τὰ κρέατα καὶ διαμερίζων, καὶ δήϊος ὁ διακοπτικὸς ἀνθρώπων καὶ οικων καὶ πόλεων καὶ δένδρων. ∆ηΐων. ωσπερ ἀπὸ τοῦ διπλάσιος διπλασίων, ουτως καὶ ἀπὸ τοῦ δήϊος δηΐων. σημαίνει δὲ τὸν πόλεμον. ∆ῆλοι. ὁράσεις, ἐνύπνια. η τὰ διὰ τοῦ ἐφοὺδ σημαινόμενα. ∆ηλήμων. βλαπτικός. ∆ηλάτωρ. ὁ κατήγορος. ∆ηλιγατίων. κατὰ ̔Ρωμαίους ἡ ἐκταγὴ τοῦ σιτοπομπίου καὶ ἡ ἀννόνας μετακομιδή. ∆ηλιασταί. οἱ εἰς ∆ῆλον ἐξελθόντες θεωροί. ∆ήλιοσ. ὁ ἀπὸ τῆς ∆ήλου. ∆ῆλος γὰρ ἡ νῆσος τοῦ ̓Απόλλωνος. ∆ημόσ. τὸ λίπος. οιον· πίονι δημῷ. παρὰ τὸ δαίω δαμὸς καὶ δημός. τὸ καιόμενον ἐν ταῖς θυσίαις, η δι' ου καίονται αἱ θυσίαι. ὡς παρὰ τὸ θύω θυμὸς, χύω χυμὸς, καὶ παρὰ τὸ δήω δημός. ∆ημελέητοσ. ἐλεεινός. delta.494 ∆ήμιοσ. ὁ κολάζων τοὺς παρανόμους. ∆ημογέροντεσ. οἱ τοῦ δήμου ἐντιμώτατοι. ∆ήμαρχοσ. ὁ ἐνεχυριαστής. ∆ημαγωγόσ. ὁ αρχων τοῦ δήμου. ∆ήμαρχοσ. ὁ τοῦ δήμου αρχων. ος κατὰ χώραν δήμου τινὸς προϊστάμενος ἐπέγραφε τὰς οὐσίας ἑκάστῳ πρὸς τὰ δημόσια ὀφλήματα. ουτω Χρύσιππος. ∆ημοβόροσ. ὁ τὰ δημόσια ἐσθίων. ∆ημόσιοσ. ὁ τῆς πόλεως δοῦλος, ος ὑπηρετεῖ τοῖς δικαστηρίοις καὶ τοῖς κοινοῖς εργοις. παρὰ τὸ δῆμος, δημότης καὶ δημόσιος. ∆ημότην. οἱ Ιωνες τὸν τῶν πολλῶν ενα. ουτως καὶ ̔Ηρόδοτος. τῶν δ' ̓Αττικῶν μόνος Ξενοφῶν· οἱ δ' αλλοι τοῦτον μὲν δημοτικὸν, δημότην δὲ τὸν τοῦ αὐτοῦ δήμου. ὡς φυλέτην τὸν τῆς αὐτῆς φυλῆς, καὶ λοχίτην τὸν ἐν τῷ αὐτῷ λόχῳ κατατεταγμένον. ∆ημοκόωντα. ονομα κύριον. ἀλλ' υἱὸν Πριάμοιο νόθον βάλε ∆ημοκόωντα. ∆ημόκομποσ. στωμύλος. ∆ημοποίητοσ. ὁ ὑπὸ τοῦ δήμου εἰσποιηθεὶς καὶ γεγονὼς πολίτης. ∆ημωφελήσ. ὁ τὸν δῆμον ὠφελῶν. delta.495 ∆ημωδέστεροσ. ἀσχημονέστερος. ∆ημιουργοί. οἱ κεραμεῖς, οἱ σκευοποιοὶ, οἱ τέκτονες. ∆ημιουργόσ. πολλὰ σημαίνει ἡ λέξις. σημαίνει γὰρ καὶ τοὺς δημόσια ἐργαζομένους, καὶ διὰ φροντίδος εχοντας τεχνίτας. ἀφ' ων καὶ ὁ τῶν ἁπάντων ποιητὴς θεὸς ὁ τὰ μὴ οντα ποιῶν δημιουργὸς ειρηται. δημιουργοὶ δὲ ἐκαλοῦντο παρά γε ̓Αργείοις καὶ Ελλησι καὶ Θεσσαλοῖς οἱ περὶ τὰ τέλη, ινα σημάνῃ τοὺς τὰ δημόσια ἐργαζομένους. σημαίνει δὲ καὶ παρὰ ̓Αττικοῖς τὰς τοὺς πλακοῦντας ἐργαζομένας γυναῖκας. ∆ημάδησ. οὐκ εχει τὸ ι· ἀπὸ γὰρ τοῦ ∆ημέας γίνεται ∆ημεάδης καὶ κατὰ συναίρεσιν ∆ημάδης. καὶ ωφειλεν εἰς τὸ ˉη γενέσθαι ἡ κρᾶσις. ἐπειδὴ, ἡνίκα προηγεῖται τοῦ ˉε σύμφωνον, τότε τὸ ˉε καὶ ˉα εἰς ˉη μακρὸν κιρνᾶται, οιον τείχεα τείχη, βέλεα βέλη· ἀλλὰ διὰ τὸν χαρακτῆρα εἰς ˉα ἐγένετο. τὰ γὰρ εἰς ˉδˉης πατρωνυμικὰ η τύπου πατρωνυμικοῦ οντα, η τῷ ˉι θέλει παραλήγεσθαι, η τῷ ˉα· οιον Πηλείδης, Αἰακίδης, Εὐρυβάδης, Πυλάδης ουτως ουν καὶ ∆ημάδης. ∆ημόκοινοσ. δημόσιος,