ὄντος· καὶ γὰρ νοσοῦντος τοῦ Σωκράτους λέγομεν ὅτι «ὁ Σωκράτης οὐχ ὑγιαίνει». ἁρμόζει καὶ ἐπὶ τοῦ μὴ ὄντος· δυνάμεθα λέγειν ὅτι «ὁ τραγέλαφος οὐχ ὑγιαίνει». καὶ περὶ μὲν ὀνόματος καὶ ῥήματος ἀρκείσθω τὰ νῦν. ∆εῖ δὲ εἰδέναι ὅτι τὸ ὄνομα καὶ τὸ ῥῆμα αὐτὰ καθ' αὑτά, κἄν τε ἁπλᾶ κἄν τε σύνθετα εἴη, οὔτε ἀλήθειαν οὔτε ψεῦδος σημαίνουσι, συμπλεκόμενα δὲ μετ' ἀλλήλων ἀλήθειαν ἢ ψεῦδος σημαίνουσι. κεχωρισμένα δὲ ταῦτα λαμβανόμενα καλοῦνται ὅροι καὶ φάσεις καὶ ὀνόματα καὶ ῥήματα. συμπλεκόμενα δὲ ἀποτελοῦσι τὴν πρότασιν· πᾶσα γὰρ πρότασις ἐξ ὀνόματος καὶ ῥήματος σύγκειται. Περὶ λόγου τμῆμα πρῶτον «Λόγος ἐστὶ φωνὴ σημαντική, ἧς τῶν μερῶν <τι> σημαντικόν ἐστι <κεχωρισμένον> ὡς φάσις, ἀλλ' οὐχ ὡς κατάφασις.» ἔχει δὲ ὁ λόγος εἴδη πέντε, εὐκτικόν, κλητικόν, ἐρωτηματικόν, προστακτικὸν καὶ ἀποφαντικόν. πέντε οὖν εἰδῶν τοῦ λόγου ὄντων ὁ ἀποφαντικός ἐστι χρήσιμος τῇ φιλοσοφίᾳ, οἱ δ' ἄλλοι ῥητορικῇ μᾶλλον καὶ ποιητικῇ ἁρμόζουσιν. ἐκεῖνος δέ ἐστι λόγος ἀποφαντικός, ἐν ᾧ τὸ ἀληθὲς καὶ τὸ ψεῦδος ὑπάρχει. κέκληται δὲ ἀποφαντικὸς ὡς ἐκφαίνων καὶ ἀνακαλύπτων τὰ ἐν τῇ ψυχῇ κεκρυμμένα νοήματα. ἔχει δὲ ὁ ἀποφαντικὸς λόγος εἴδη δύο, κατάφασιν καὶ ἀπόφασιν. καὶ κατάφασις μέν ἐστιν ἀπόφανσίς τινος κατά τινος, οἷον «ἄνθρωπος περιπατεῖ», ἀπόφασις δέ ἐστιν ἀπόφανσίς τινος ἀπό τινος, οἷον «ἄνθρωπος οὐ περιπατεῖ». ῥητέον δὲ καὶ τί ἐστιν «εἷς λόγος»· ἢ ὁ ἓν πρᾶγμα δηλῶν κυρίως, ὡς ὁ λόγος ὁ λέγων «ὁ ἄνθρωπος ζῷόν ἐστιν» -ἓν γὰρ δηλοῖ οὗτος ὁ λόγος-, ἢ ἓν δηλῶν διὰ τοῦ συνδέσμου, ὡς οἱ ὑποθετικοὶ συλλογισμοί, οἷον ὡς τὸ «ἡμέρα ἐστίν, ὅτι ὑπὲρ γῆν ἐστιν ὁ ἥλιος», ἢ οἱ κατηγορικοὶ συλλογισμοὶ οἳ διὰ μέσου ὅρου τὰ ἄκρα συνδέουσιν, οἷόν ἐστι <***>. πολλοὶ δὲ λόγοι εἰσὶν οἵτινες ἐνεργείᾳ ἢ δυνάμει πολλὰ σημαίνουσιν, οἷον «ὁ ἄνθρωπος καὶ ὁ ἵππος τρέχει». ἰδοὺ πολλά εἰσι ταῦτα· οὐ γὰρ ἓν πρᾶγμα δηλοῦσιν, ἀλλὰ δύο, τὸν ἄνθρωπον τρέχειν καὶ τὸν ἵππον. δυνάμει δὲ πολλὰ σημαίνουσιν οἱ ἔχοντες τὸ κατηγορούμενον ἢ τὸ ὑποκείμενον ἢ τὸ συναμφότερον ὁμώνυμον. ὥστε εἰ μέλλει τις ἕνα λόγον εἰπεῖν, δεῖ σκοπεῖν αὐτόν, ἵνα μήτε τὸ κατηγορούμενον ὁμώνυμον παραλαμβάνηται μήτε τὸ ὑποκείμενον, οἷον τὸ «ἄνθρωπος ζῷόν ἐστιν»· ἰδοὺ γὰρ τοῦτο εἷς λόγος ἐστὶ καὶ ἔστι κατάφασις, καὶ τὸ «ἄνθρωπος ζῷον οὔκ ἐστιν» εἷς λόγος ἐστὶ καὶ ἔστιν ἀπόφασις. καλεῖται δὲ ἡ μάχη τῶν δύο τούτων ἀντίφασις· ἀντίφασις γάρ ἐστι μάχη καταφάσεως καὶ ἀποφάσεως, τῆς μὲν καταφάσεως καταφασκούσης τὸ αὐτὸ κατηγορούμενον κατὰ τοῦ αὐτοῦ ὑποκειμένου, τῆς δὲ ἀποφάσεως ἀποφασκούσης τὸ αὐτὸ κατηγορούμενον ἐκ τοῦ αὐτοῦ ὑποκειμένου. Τμῆμα δεύτερον Ἐπεὶ οὖν εἴρηται ὅτι ἀντίφασίς ἐστι μάχη καταφάσεως καὶ ἀποφάσεως, ῥητέον καὶ τὰ εἴδη τῆς ἀντιφάσεως. ἔστιν οὖν εἴδη τῆς ἀντιφάσεως τέσσαρα· καθ' ἕκαστα οἷον «Σωκράτης ζῷόν ἐστι, Σωκράτης ζῷον οὔκ ἐστιν»· ἀπροσδιόριστος οἷον «ἄνθρωπος ζῷόν ἐστιν, ἄνθρωπος ζῷον οὔκ ἐστι»· προσδιωρισμένη ἡ μὲν ἔχουσα τὴν κατάφασιν μερικήν, οἷον «τὶς ἄνθρωπος ζῷόν ἐστιν, οὐδεὶς ἄνθρωπος ζῷόν ἐστιν», ἡ δὲ ἔχουσα τὴν κατάφασιν καθόλου, οἷον «πᾶς ἄνθρωπος ζῷόν ἐστιν, οὐ πᾶς ἄνθρωπος ζῷόν ἐστιν». ἐπειδὴ δὲ προσδιωρισμένων προτάσεων ἐμνήσθημεν, φανερὸν ὅτι τέσσαρες μόνοι εἰσὶ προσδιορισμοί, δύο καταφατικοί, ὁ καθόλου προσδιορισμός, οἷον τὸ εἰπεῖν «πᾶς», καὶ ὁ μερικός, οἷον τὸ «τίς», καὶ δύο ἀποφατικοί, <ὁ> καθόλου, οἷον τὸ εἰπεῖν «οὐδείς», καὶ ὁ μερικός, οἷον τὸ «οὐ πᾶς». θεωρεῖται δὲ εἰς ἕκαστον τῶν τεσσάρων καὶ ποσότης καὶ ποιότης, καὶ ἡ μὲν ποσότης ἐστὶ τὸ καθόλου ἢ τὸ μερικόν, ἡ δὲ ποιότης τὸ καταφατικὸν ἢ ἀποφατικόν. καὶ ἡ μὲν μάχη τῆς «πᾶς» πρὸς τὴν «οὐδεὶς» καλεῖται ἐναντία ἀντίθεσις, ἡ δὲ μάχη τοῦ «τὶς» πρὸς τὸ «οὐδεὶς» ἢ τοῦ «πᾶς» πρὸς τὸ «οὐ πᾶς» καλεῖται ἀντιφατικὴ ἀντίθεσις. ἡ δὲ «τὶς» πρὸς τὴν «οὐ πᾶς» συγκρινομένη καλεῖται ὑπεναντία, ἡ δὲ «πᾶς»