15 [λγʹ.] Τοῦ αὐτοῦ εἰς τὸ εὐαγγελικόν· «Μαρία· στραφεῖσα ἐκείνη λέγει αὐτῷ»
23 μβʹ. Ἐκ τοῦ πρώτου λόγου τοῦ Περὶ υἱοῦ, εἰς τὸ «τρεῖς αἱ ἀνωτάτω δόξαι περὶ θεοῦ»
48 ξγʹ Ὑμεῖς μὲν τὸ «πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς» ἠρωτήκατε, ὅ τι ποτὲ σημαίνει
82 Ἐκ τῆς πρὸς Φιλιππησίους εἰς τὸ «ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος».
105 Ἐκ τοῦ «πάλιν Ἰησοῦς ὁ ἐμός», εἰς τὸ «πατὴρ ὁ πατὴρ καὶ {οὐκ} ἄναρχος» .
110 Σύντομοι ἀλληγορίαι τῶν παρὰ τοῖς Ἰουδαίοις νομίμων τε καὶ ἐθῶν
μόνος γὰρ οὗτος παρὰ τοὺς ἄλλους ἀκριβεστέραν τὴν πραγματείαν πεποίηται περὶ τὸν θεῖον διάκοσμον.
ἀληθεύειν κατὰ πᾶσαν ἀνάγκην-εἰ οὕτως οἴει καὶ οὐδέν ἐστι τὸ διελέγχον τὴν ἀντιφατικὴν δύναμιν ὡς ἀξιωματικὴν καὶ αὐτόπιστον, τοῦ «νῦν ἐγὼ ψεύδομαι» ὡς προτάσεως λογιζομένου, εἰ δύνῃ δὸς τὸ ἕτερον ἢ ἀληθεύεσθαι ἢ ψεύδεσθαι. ὡς γὰρ αὐτὸς ἂν φαίης καὶ ἡ σὴ διαλεκτική, ἧς παρακούων ἀκούειν δοκεῖς, οὐκ ἀμφότερα δώσομεν, ὥστε τὰς δύο προτάσεις, τήν τε καταφατικὴν καὶ τὴν ἀποφατικήν, ἢ ἀληθεύεσθαι κατὰ ταὐτὸ ἢ ψεύδεσθαι. ἀλλ' ὅρα ἐπὶ τοῦ προκειμένου προβλήματος, ὡς οὐκ ἐνδέχεται τὴν μὲν ἑτέραν ἀληθεύειν πρότασιν, τὴν δὲ ἑτέραν ψεύδεσθαι, ἀλλὰ κἀκείνην καὶ ταύτην ἀληθῆ κατὰ ταὐτὸ τυγχάνειν καὶ ψευδῆ. ἔστι δὲ τὸ νόημα δυσπόριστον τῇ ἐννοίᾳ· ὡς γὰρ μὴ ὄντος ἐν αὐτῷ ἐρείσματος διολισθαίνει πως ἡ διάνοια, ἀλλ' ἡμεῖς τῇ τοῦ λόγου καταδιελόντες τομῇ τὰ ἀντίθετα ταῦτα τμήματα, εὐξύμβλητα πρὸς τὸν ἡμέτερον ποιήσομεν νοῦν. Θῶμεν γὰρ εἰρηκέναι τινὰ οὕτως· «ἐγὼ νῦν ψεύδομαι», οὐκ ἐφ' ἑτέρῳ λόγῳ προηγησαμένῳ τοῦτο ἐπενεγκόντα, ἀλλ' αὐτὸ πρῶτον εἰρηκότα, «ἐγὼ νῦν ψεύδομαι». σκοπήσωμεν οὖν εἰ χώραν ἐνταῦθα ἔχει τῆς ἀντιφά σεως τὸ ἀξίωμα. ἆρα γὰρ μόνως ἠλήθευσεν ἢ μόνως ἐψεύσατο; εἰ μὲν γὰρ οὕτως εὑρεθείη, ἀδιάπτωτος ἡ ἀντίφασις· εἰ δὲ ἐν ταὐτῷ τὰ ἐναντία, πῶς οὐ διαπεσεῖται; «νῦν» φησίν «ἐγὼ ψεύδομαι»· πότερον ἀληθής ἐστιν ὁ λόγος ἢ ψευδής; ἀλλ' εἰ μὲν εἴπῃς ὅτι ἀληθής, ἕπεται ὅτι καὶ ψευδής· αὐτὸς γὰρ ἑαυτῷ τίθεται ὅτι ψεύδεται. ἀλλὰ φήσεις ὅτι ψευδής; ἀλλὰ μὴν καὶ ἀληθεύων φαίνεται, αὐτὸ γὰρ τὸ ψεῦδος ὁμολογῶν ὅτι ψεῦδός ἐστιν ἀληθεύει. καὶ κατὰ πᾶσαν ἀνάγκην τῷ μὲν ψευδεῖ τὸ ἀληθὲς ἕπεται, τῷ δὲ ἀληθεῖ τὸ ψευδές· οἷον γὰρ ἂν μέρος λάβῃς τῆς ἀντιφάσεως, προσείληφας καὶ τὸ ἕτερον. ψεύδεται, φησίν, εἰρηκὼς ὅτι ψεύδομαι, τοῦτο ἡ κατάφασις· ἀλλὰ καὶ οὐ ψεύδεται εἰπὼν ὅτι ψεύδομαι, τοῦτο ἡ ἀπόφασις. καὶ αὖθις οὐ ψεύδεται, φησί, τὸ ψεῦδος ὁμολογήσας, τοῦτο ἡ ἀπόφασις, ἀλλὰ καὶ ψεύδεται εἰρηκὼς ὅτι ψεύδομαι, τοῦτο ἡ κατάφασις. ὁρᾷς ὅπως κατὰ ταὐτὸ τὰ ἐναντία συμπέπτωκεν;
Ἐπεὶ οὖν ὁ κατασκευάζων πρὸς τὸν ἀνασκευάζοντα, καὶ τοῖς ἄλλοις διαφέρων, τούτῳ καὶ μάλιστα διενήνοχεν, ὅτι ὁ μὲν κατασκευάζων διὰ πάσης ὀφείλει ἰέναι τῆς ἀποδείξεως, καὶ μάλιστα εἰ λέγοι ἐπακτικῶς τε καὶ παραδειγματικῶς-κἂν γὰρ ἐν χιλίοις τὸν λόγον πιστώσῃ παραδείγ μασι, παρὰ δὲ μόνον ἓν ἀτυχήσειεν, οὐκ ἔχει αὐτῷ ὁ λόγος ἕδραν ἢ ὑποστήριγμα-, τῷ δὲ ἀνασκευάζοντι ἓν ἀρκεῖ πρὸς ἀνασκευήν, δεικνύον μὴ οὕτως ἔχειν ὡς ὁ κατασκευάζων φησίν-ἐπεὶ οὖν ὁ μὲν Ἀρειανὸς ἢ Εὐνομιανὸς κατασκευάζοντος ἔχει λόγον, ὅτι κατὰ παντὸς ἢ ἡ κατάφασις ἀληθεύει ἢ ἡ ἀπόφασις, ὁ δὲ πατὴρ ἀνασκευάζοντος τὸ αὐτὸ τοῦτο, κἂν οἱ μὲν διὰ πολλῶν παραδειγμάτων τὸν λόγον δοκῶσι πιστοῦσθαι, ὁ δὲ ἑνί τῳ διαπεπτωκότα πεφώρακε, κατ' ἐκείνων οὗτος τὰ νικητήρια λήψεται. ὅθεν ὡς καὶ εἰληφὼς ταῦτα ἐπάγει ὅτι «τί θαυμαστὸν εἰ, ὥσπερ ἐνταῦθα τὰ ἐναντία συμβέβηκεν», ὡς εὑρίσκεσθαι ἀμφοτέρας τὰς προτάσεις ἐν μέρει ψευδεῖς καὶ ἐν μέρει ἀληθεῖς, «οὕτω» δὴ καὶ ἐπὶ τοῦ σοῦ προβλήματος «ἀμφότερα» τὰ διῃρημένα «ψεύδεσθαι»; ἠρώτηκας εἰ ὄντα τὸν υἱὸν ὁ πατὴρ γεγέννηκεν ἢ οὐκ ὄντα, ἐγὼ δὲ ἀποκρινοῦμαί σοι ὅτι οὔτε ὄντα γεγέννηκεν οὔτε οὐκ ὄντα. καὶ οὐκ, ἐπειδὴ εἶπον ὅτι οὐκ ὄντα γεγέννηκε, τὸ ὄντα σὺ λήψῃ ὡς ὁμολογούμενον· ἀμφότεραι γὰρ αἱ προτάσεις ψευδεῖς, ὡς ἐπὶ τοῖς ῥηθεῖσι παραδείγμασι συμβαίνει ἑκάτερα τὰ ἠρωτημένα ἐνιαχοῦ μὲν συναληθεύειν, ἐνιαχοῦ δὲ συμψεύδεσθαι, ὥσπερ ἐνταῦθα, ἐπ' ἐνίων δὲ καὶ συναληθεύειν καὶ συμψεύδεσθαι. Ἐγὼ δὲ ἄγαμαι τοῦτον τὸν ἄνδρα οὐκ ἐφ' οἷς οὕτω διέλυσε τὴν ἀτοπίαν τοῦ ἐρωτήματος, ἀλλ' ὅπως ἀπέριττός ἐστι τὴν σοφίαν καὶ οὐ πάντα πᾶσι συμφύρει, ἀλλὰ φυσικῶς μὲν πρὸς τὸν φυσικὸν ἀπαντᾷ, διαλεκτικῶς δὲ πρὸς τὸν διαλεκτικὸν καὶ πρὸς