121
ἐφόρῳ θεῷ καὶ διανοεῖσθαι καὶ διαλέγεσθαι καὶ ἐργάζεσθαι· ὅπερ κἀγὼ ὑπέρ τε σοῦ, τοῦ ποθητοῦ μου καὶ ὁμοκαρδίου παρὰ τοὺς ἄλλους σου ἀδελφούς, καὶ αὐτῶν παρακαλεῖν μετὰ δακρύων νύκτωρ καὶ μεθ' ἡμέραν οὐ διαλιμπάνω, ὡς ἂν οἱ πάντες εὐαρέστως Κυρίῳ, ἀνδρικῶς τε καὶ μαρτυρικῶς διενέγκοιμεν καὶ τόνδε τὸν καλὸν ἀγῶνα, μὴ καταισχύνοντες τοῖς ἤδη παρισταμένοις τὰ προϋπηργμένα. ∆ιὰ τοῦτο μόχθει καὶ αὐτὸς ὑπὲρ ἐμοῦ ἐν τοῖς ἀδελφοῖς, τοὺς μὲν ἕλκων διὰ ζώσης φωνῆς καὶ στηρίζων, τοὺς δὲ καὶ ἀπὸ μέλανος ἀνακαλούμενος, καὶ ἁπαξαπλῶς ὅλον ἐπιδίδου σεαυτὸν εἰς ὅ τι ἂν ἡ χρεία καλοίη. περὶ τῆς οἱασοῦν σωματικῆς χρείας μὴ καταπονοῦ (ἔχομεν τὴν αὐτάρκειαν θεοῦ προνοίᾳ), ἀλλὰ μηδὲ τὰς βίβλους πέμψῃς, οὐκ οἶδα ἐὰν τὸ λεξικὸν καὶ τὸ τετράδιον, ἐν ᾧ διὰ σημείων λόγον ἐποίησα, ὅπερ καὶ ὑπέδειξεν ὁ Ὑπάτιος τῷ Καλλίστῳ πρὸς τὸ μεταγράψαι αὐτόν. καὶ πάλιν ὡς οἰκονομεῖ ὁ Κύριος δηλοῦμεν· διὰ γὰρ φίλων ἠδυνήθημεν καὶ ὧδε ἔχειν τινὰ πρὸς ἀνάγνωσιν. εὖ σε ποιήσαι ὁ θεός, ὅτι ἔπεμψας εἰς τὸ ˉα· ἀλλὰ καὶ πάλιν ἐπέστειλα, καὶ ὅτε εὑρεθῇ τις ἀποστελεῖς. μεριμνῶ δὲ περὶ τῶν δύο ἀδελφῶν, πῶς τὰ κατ' αὐτούς, διὸ εὑρίσκων σήμανόν μοι, ὡσαύτως περὶ τῶν ἐννέα καὶ δέκα. Ὁ θεός σε, τέκνον, ὑπὸ τὴν κραταιὰν αὐτοῦ χεῖρα σκεπάσειεν. προσαγόρευσον τοὺς φυλάσσοντας λόγον, ἐξαιρέτως τὸ ˉδ, τὸ ˉλ, τὸ ˉι. 153 {1Τῷ αὐτῷ}1 Ἐτάχυνας, τέκνον, τοῦ ἐπισκέψασθαι ἡμῶν τὴν ταπείνωσιν, ἀλλ' ὁ πόθος πρᾶγμα ἄστεκτον, τὰς ἡμέρας ὡς ὥρας καὶ τοὺς ἐνιαυτοὺς ὡς καιροὺς λογιζόμενος. εὐχαριστῶ οὖν τῷ θεῷ μου, ὅτι ἀνάξιος ὢν οὕτως ὑφ' ὑμῶν στέργομαι καὶ περιέπομαι. πέπομφας τὸν καλὸν Ἀδριανὸν εἰς ἀνδρείαν καὶ παρηγορίαν μου (οὐκ ἀκόπως δῆλον ὅτι διὰ τὴν σύζευξιν καὶ ἀποσύζευξιν τῶν μετ' αὐτοῦ· εὐχαριστῶ κἀν τούτῳ), ὅνπερ καὶ ἐκράτησα, ἔξωθέν που περιάγοντα. τοὺς δὲ περὶ τὸν ἀδελφὸν Σιλουανὸν ἀνέπεμψα πάλιν, παρακληθεὶς ἐν αὐτοῖς. ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων εἰρήνην, τῶν εὐαγγελιζομένων τὰ ἀγαθά· τοιοῦτοι οἱ ἄνδρες, ἵν' ἐν συντόμῳ τὸ κατ' αὐτοὺς παραστήσω. Ἡμῖν δὲ τοῖς ταπεινοῖς ὑγιεία πάρεστι σώματος, εἴη δὲ καὶ ψυχῆς διὰ τῶν ὑμετέρων προσευχῶν. ὅσα καὶ διὰ γράμματος καὶ στόματος ἀπηγγέλη μοι, ἔγνων· καὶ δέομαι ὡς ἁμαρτωλὸς ἔτι βεβαιωθῆναι ἐν τῇ ἀμετακινήτῳ πίστει ἡμῶν τῆς ἀληθείας πάντας τοὺς πατέρας ἡμῶν καὶ ἀδελφούς, τοὺς τοῦ ἡμετέρου σώματος καὶ τοὺς τοῦ κοινοῦ πληρώματος. μακαριστὸς ὁ πλεονάζων ἐν τοῖς ὑπὲρ Χριστοῦ παθήμασι καὶ τέλος ἀγῶνος ἀποδιδούς. ἰδοὺ νῦν καιρὸς μαρτυρίου, τῷ νικῶντι παρὰ θεοῦ ὁ στέφανος. ἥσθη τοίνυν καὶ ἀγωνίζου, ὦ καλὲ Ναυκράτιε, νοὸς κράτος φερωνύμως γενόμενος, πάντοτε νήφων, πάντα κατὰ θείαν βουλὴν διαπραττόμενος· μηδεμίαν γάρ φησιν ἐν μηδενὶ προσκοπὴν διδόντες, ἵνα μὴ μωμηθῇ ἡ διακονία ἡμῶν, ἀλλ' ἐν παντὶ συνιστῶντες ἑαυτοὺς ὡς θεοῦ διάκονοι. Τέως ἄρτι μηδεὶς διέλθῃ εἰς ἡμᾶς διὰ τὴν ἐξέλευσιν τοῦ ἔθνους ἢ ὅταν ὑποστραφῇ. ὁπόσα ἀπεκλαυσάμην διὰ τὸ πάθος τῶν δύο ἀδελφῶν, δηλοῖ καὶ ἡ πρὸς τὸν ἀββᾶν Ἀθανάσιον ἐπιστολή. μετ' εὐχαριστίας ἀπίτω ὁ χρηστὸς Σιλουανὸς τὴν ἐν Κυρίῳ πορείαν αὐτοῦ, ἐφοδιασθεὶς καὶ παρ' ὑμῶν γράμμασι. τὸν λόγον, ὃν ἔπεμψα, μεταγραφείτω καὶ ἐν ἑτέροις, ἵνα διασῴζηται· ἐτόλμησα αὐτὸν ποιῆσαι ἐκ πόθου, εἰ ἄρα μὴ πολύ ἐστιν ἀπόπτυστος τοῖς ἀναγινώσκουσιν καὶ τῇ μητρὶ τοῦ Κυρίου εἰς ὕβριν. Ἀλλ' ἱλεώσασθαι αὐτὴν παρακληθείητε ὑπὲρ ἐμοῦ. ἄσπασαι τὸ ˉδ, τὸ ˉθ, ἄσπασαι τοὺς συγκελλίτας, ἄσπασαι τοὺς μυστηριοφύλακας· ἀσπάζονταί σε οἱ σὺν ἐμοί. ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ τοῦ πνεύματός σου, ἀμήν. 154 {1Λιτοΐῳ τέκνῳ}1 ∆ιὰ τῶν ἀμφοτέρων σου ἐπιστολῶν, τέκνον ἠγαπημένον, ἔγνων καὶ νῦν τὴν ὁλικήν σου μετάνοιαν καὶ ἐπιστροφήν, μάλιστα ὅτι ἐξέφυγες τῶν ἐν ἄστει τὰς διατριβάς, προσφυεὶς τῷ οἰκονόμῳ. τοῦτό με πέπεικεν ἐξ ὁλοκλήρου σε φιλεῖν, μᾶλλον δὲ θεόν, δι' ὃν στέργω καὶ στέργομαι, ἐν ᾧ καὶ γεγέννηκά σε, υἱέ μου