1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

121

καὶ μέσον τῆς Ὑρκανικῆς θαλάσσης. χειμῶνος δὲ γενομένου, οὐκ ἐπανέζευξαν οἱ Ῥωμαῖοι εἰς τὰ ἴδια, ἀλλὰ ἐν Περσίδι παρεχείμασαν. Τῷ δ' αὐτῷ ἔτει ἤρξατο κτίζειν Τιβέριος τὸ δημόσιον Βλαχερνῶν καὶ ἀνενέωσε πολλὰς ἐκκλησίας καὶ ξενῶνας καὶ γηροκομεῖα· καὶ ἐκέλευσε γράφεσθαι ἑαυτὸν ἐν τοῖς συμβολαίοις Τιβέριος Κωνσταντῖνος. Κωνσταντινουπόλεως ἐπίσκοπος Ἰωάννης ἔτη ιγʹ. δʹ. θʹ. αʹ. ιʹ. γʹ. ιβʹ. Τούτῳ τῷ ἔτει μηνὶ Ἀπριλλίῳ ϛʹ, ἰνδικτιῶνος ιεʹ, ἐτελεύτησεν Εὐτύχιος ὁ πατριάρχης, καὶ ἐχειροτονήθη μετὰ ἓξ ἡμέρας Ἰωάννης, διάκονος τῆς μεγάλης ἐκκλησίας, ὁ Νηστευτής. ὁ δὲ βασιλεὺς Τιβέριος ἀγοράσας σώματα ἐθνικῶν κατέστησε στράτευμα εἰς ὄνομα ἴδιον, ἀμφιάσας καὶ καθοπλίσας αὐτοὺς χιλιάδας ιεʹ, δεδωκὼς αὐτοῖς στρατηγὸν Μαυρίκιον, τὸν κόμητα τῶν φοιδεράτων, καὶ ὑποστράτηγον αὐτοῦ Ναρσῆν· καὶ ἀπέστειλεν αὐτοὺς κατὰ Περσῶν. πολέμου δὲ κροτηθέντος μεγάλου, νικῶσι Ῥωμαῖοι κατὰ κράτος καὶ ἀφείλαντο ἐκ τῶν Περσῶν πόλεις τε καὶ χώρας, ἃς ἐπὶ Ἰουστινιανοῦ καὶ Ἰουστίνου παρέλαβον. ἀπελθὼν δὲ Μαυρίκιος ἐν Κωνσταντινουπόλει ἐδέχθη ὑπὸ τοῦ βασιλέως μετὰ τιμῆς μεγάλης, καὶ ἐθριάμ252 βευσε Τιβέριος τὰς νίκας Μαυρικίου καὶ προσελάβετο αὐτὸν γαμβρὸν εἰς Κωνσταντῖναν, τὴν ἑαυτοῦ θυγατέρα. ὁμοίως δὲ καὶ Γερμανῷ τῷ στρατηγῷ ἔζευξε τὴν θυγατέρα αὐτοῦ Χαριτώ, ποιήσας ἀμφοτέρους καίσαρας. Τῷ δὲ Αὐγούστῳ μηνὶ ιδʹ, ἰνδικτιῶνος ιεʹ, φαγὼν συκάμινα πρώϊμα ἀξιοθέατα νενοθευμένα φθίσει περιέπεσεν· καὶ μέλλων τεθνάναι προσκαλεσάμενος τὸν πατριάρχην Ἰωάννην καὶ τὴν σύγκλητον ἅμα τοῖς στρατεύμασιν ἐν τῷ τριβουναλίῳ καὶ ἀχθεὶς ἐν φορείῳ, λαλῆσαι μὴ δυνάμενος δι' ἐπαναγνωστικοῦ τὰ συμφέροντα τοῖς πράγμασι τῶν Ῥωμαίων τῷ λαῷ κατάδηλα πεποίηκε καὶ Μαυρίκιον, τὸν ἴδιον γαμβρόν, βασιλέα ἀνηγόρευσεν. πάντων δὲ εὐφημησάντων τὸν βασιλέως σκοπὸν καὶ Μαυρίκιον τὸν βασιλέα, ὑποστρέψας Τιβέριος ἐν τῇ ἰδίᾳ κλίνῃ τέθνηκε βασιλεύσας ἔτη γʹ μῆνας ιʹ ἡμέρας ηʹ. Κόσμου ἔτη ϛοεʹ. Τῆς θείας σαρκώσεως ἔτη φοεʹ. Ῥωμαίων βασιλεὺς Μαυρίκιος ἔτη κʹ. αʹ. Περσῶν βασιλεὺς Ὁρμίσδας ἔτη ιεʹ. ιʹ. Κωνσταντ. ἐπίσκοπος Ἰωάννης ἔτη ιγʹ. βʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἰωάννης ἔτη κʹ. ιαʹ. Ἀλεξανδρείας ἐπίσκοπος Εὐλόγιος ἔτη κζʹ. δʹ. Ἀντιοχείας ἐπίσκοπος Γρηγόριος ἔτη κδʹ. ιγʹ. Τούτῳ τῷ ἔτει ἐβασίλευσε Μαυρίκιος ἐτῶν ὑπάρχων μγʹ, καὶ μετ' ὀλίγον τὸν γάμον πεποίηκεν, Παύλου τοῦ πατρὸς αὐτοῦ ἐλθόντος εἰς τὸ Βυζάντιον, καὶ παρενύμφευσε Μαρίτης ὁ εὐνοῦχος τοῦ παλατίου μέγας ὑπάρχων. τῷ δὲ Ἀπριλλίῳ μηνὶ γέγονεν ἐν τῷ Φόρῳ ἐμπυρισμός, καὶ ἀνέμων καταιγίδες συνεργοῦσαι τῷ πυρὶ πολλὰς, οἰκίας διώλεσαν. καὶ τῇ ιʹ τοῦ Μαΐου μηνὸς γέγονε σεισμὸς μέγας, καὶ πάντες κατέφυγον εἰς τὰς ἐκκλησίας, καὶ τὸ γενέθλιον ἱππικὸν οὐκ ἐπετελέσθη. τῷ δ' αὐτῷ μηνὶ πρεσβεύουσιν οἱ Ἄβαρεις πρὸς τὸν αὐτοκράτορα Μαυρίκιον, οἳ πρὸ ὀλίγου χρόνου τὸ Σέρμιον χειρωσάμενοι, πόλιν τῆς Εὐρώπης ἐπίσημον, ἠξίουν ταῖς ὀγδοήκοντα χιλιάσι τοῦ χρυσοῦ, αἷς ἐλάμβανον κατ' ἔτος παρὰ Ῥωμαίων, προσ253 τεθῆναι ἄλλας κʹ· ὁ δὲ βασιλεὺς εἰρήνης ἐφιέμενος τοῦτο κατεδέξατο. ᾔτησε δὲ καὶ ἐλέφαντα, ζῶον Ἰνδικόν, ἐκπεμφθῆναι αὐτῷ πρὸς θέαν· καὶ ὁ βασιλεὺς τὸν μείζονα πάντων ἀπέστειλε πρὸς αὐτόν· καὶ τοῦτον θεασάμενος πάλιν ἔπεμψεν αὐτὸν πρὸς τὸν βασιλέα. ὁμοίως καὶ κλίνην χρυσῆν ᾔτησε σταλῆναι αὐτῷ· ὁ δὲ βασιλεὺς καὶ ταύτην ἀπέστειλεν, αὐτὸς δὲ καὶ ταύτην ἀπέστρεψεν εὐτελίσας αὐτήν. ᾔτει δὲ πάλιν ἄλλας κʹ χιλιάδας προστεθῆναι ταῖς ρʹ. τοῦ δὲ βασιλέως μὴ καταδεξαμένου, στρατεύσας ὁ Χαγάνος τὴν Σιγγιδόνα πόλιν κατέστρεψε καὶ πολλὰς ἑτέρας πόλεις ἐχειρώσατο τὰς ὑπὸ τὸ Ἰλλυρικὸν τελούσας. παρέλαβε δὲ καὶ τὴν Ἀγχίαλον, ἠπείλει δὲ καὶ τὰ Μακρὰ τείχη καταστρέψαι. ὁ δὲ βασιλεὺς Ἐλπίδιον τὸν πατρίκιον σὺν Κομεντιόλῳ πρέσβεις πρὸς τὸν Χαγάνον ἐξαπέστειλεν. καὶ ὁ βάρβαρος ἐπὶ ταῖς τῶν πάκτων συνθήκαις εἰρήνην ἄγειν καθωμολόγησεν. ἐν δὲ τῇ ἀνατολῇ Ἰωάννην τὸν Μυστάκωνα