122
στέαρ κριῶν· ἰδοὺ γὰρ οὐ θέλει Κύριος θυσίαν ὡς τὸ εἰσα κούειν αὐτοῦ.» Καὶ διὰ τοῦ ∆αυὶδ λέγει· «Oὐ δέξομαι ἐκ τοῦ οἴκου σου μόσχους, οὐδὲ ἐκ τῶν ποιμνίων σου χιμά ρους· ἐὰν πεινάσω, οὐ μή σοι εἴπω· ἐμὴ γάρ ἐστιν ἡ οἰκουμένη καὶ τὸ πλήρωμα αὐτῆς· μὴ φάγομαι κρέα ταύρων ἢ αἷμα τράγων πίομαι; θῦσον τῷ Θεῷ θυσίαν αἰνέσεως, καὶ ἀπόδος τῷ Ὑψίστῳ τὰς εὐχάς σου.» Καὶ ἐν πάσαις δὲ ταῖς γραφαῖς ὁμοίως τὰς θυσίας αὐτῶν ἀπαναίνεται διὰ τὸ ἐξαμαρτεῖν αὐτοὺς εἰς αὐτόν· «Θυσίαι γὰρ ἀσεβῶν βδέλυγμα παρὰ Κυρίῳ, καὶ γὰρ παρανόμως προσφέρουσιν αὐτάς.» Καὶ πάλιν· «Aἱ θυσίαι αὐτῶν ὡς ἄρτος πένθους αὐτοῖς, πάντες οἱ ἐσθίοντες αὐτὰς μολυνθήσονται.» Eἰ οὖν καὶ πρὸ τῆς παρουσίας αὐτοῦ ὑπὲρ θυσίας καρδίαν καθαρὰν ἐπεζήτει καὶ πνεῦμα συντετριμμένον, πολλῷ μᾶλλον ἐλθὼν ἔπαυσεν ταύτας, φαμὲν δὴ τὰς δι' αἱμάτων. Ἔπαυσε δὲ αὐτὰς διὰ τοῦ πρότερον πληρῶσαι· καὶ γὰρ καὶ περιετμήθη καὶ ἐρραντίσθη, θυσίας τε προσήνεγκεν καὶ ὁλοκαυτώσεις καὶ τοῖς ἄλλοις ἐθισμοῖς ἐχρήσατο, καὶ ἐγένετο ὁ νομοθέτης αὐτὸς πλήρωμα τοῦ νόμου, οὐκ ἀνελὼν τὸν φυσικὸν νόμον, ἀλλὰ παύσας τὰ διὰ τῆς δευτερώσεως ἐπείσακτα, εἰ καὶ μὴ πάντα. Τόν τε γὰρ φυσικὸν νόμον οὐκ ἀνεῖλεν, ἀλλ' ἐβε βαίωσεν. Ὁ γὰρ εἰρηκὼς ἐν τῷ Νόμῳ· «Κύριος ὁ Θεός σου Κύριος εἷς ἐστιν», ὁ αὐτὸς ἐν τῷ Eὐαγγελίῳ λέγει· «Ἵνα γινώσκωσίν σε τὸν μόνον ἀληθινὸν Θεόν», καὶ ὁ εἰρηκώς· «Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν», ἐν τῷ Eὐαγγελίῳ λέγει ἀνανεούμενος· «Ἐντολὴν καινὴν δίδωμι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους.» Ὁ φόνον τότε ἀπαγο ρεύσας, νῦν καὶ εἰκαίαν ὀργήν, ὁ μοιχείαν, νῦν καὶ ἐπιθυμίαν ἔκνομον· ὁ λῃστείαν, νῦν ἐμακάρισεν μᾶλλον τὸν ἐξ οἰκείων πόνων ἐπιχορηγοῦντα τοῖς δεομένοις, ὁ μῖσος, νῦν καὶ πρὸς ἐχθροὺς ἀγάπην, ὁ ἄμυναν, νῦν ἀνεξικακίαν, οὐκ ἀδίκου τῆς δικαίας ἀμύνης οὔσης, ἀλλὰ κρείττονος τῆς ἀνεξικακίας· οὔτε δὲ τὰ φυσικὰ πάθη ἐκκόπτειν ἐνομοθέτησεν, ἀλλὰ τὴν τούτων ἀμετρίαν. Ὁ γονεῖς προστάξας τιμᾶν αὐτὸς τούτοις ὑπετάγη, ὁ σαββατίζειν δι' ἀργίας νομοθετήσας διὰ τὴν τῶν νόμων μελέτην νῦν καθ' ἡμέραν ἐκέλευσεν ἡμᾶς, ἀναλογιζομένους δημιουργίας καὶ προνοίας νόμον, εὐχαριστεῖν τῷ Θεῷ. Τὴν περιτομὴν ἔπαυσεν, εἰς ἑαυτὸν πληρώσας· αὐτὸς γὰρ ἦν «ᾧ ἀπέκειτο ἡ προσδοκία τῶν ἐθνῶν». Ὁ εὐορκεῖν νομοθετήσας καὶ τὸ ἐπιορκεῖν ἀπαγορεύσας τὸ μηδ' ὀμνῦναι παρήγγειλεν. Τὸ βάπτισμα, τὴν θυσίαν,