122
ἀνὴρ βραχεῖαν ἀρετῆς σπουδὴν εἰσενηνεγμένος οὔποτ' ἂν ψεύσαιτο, τἀληθὲς τιμᾶν προθέμενος, οὐδ' εἱμαρμένης ἀνάγκην οὐδ' ἄστρων φορὰν αἰτιάσαιτο ψευσάμενος· ἀλλ' εἰ καὶ τῷ σώματι πῦρ τις ἢ σίδηρον προσφέροι, διαφθείρειν ἐξαναγκάζων τὸν ἀληθῆ λόγον, ἀλλὰ καὶ πρὸς τοῦτον ἐλευθεροστομῶν ἀντιφθέγξεται· «ἴτω μὲν πῦρ, ἴτω δὲ φάσγανα· τέμνε, κάταιθε σάρκας, ἐμπλήσθητί μου πίνων κελαινὸν αἷμα· πρόσθε γὰρ κάτω γῆς εἶσιν ἄστρα, γῆ δ' ἄνεισ' ἐς οὐρανόν, πρὶν ἐξ ἐμοῦ σοι θῶπ' ἀπαντῆσαι λόγον.» 6.6.3 τὸ δέ γε λαοπλάνον καὶ ἀπατηλὸν δαιμόνιον σκήπτεται τοὺς ἄφρονας σοφιζόμενον, ἵν' ἐν οἷς ἂν τῆς τοῦ μέλλοντος προρρήσεως ἀποπίπτοι, κατα6.6.4 φυγὴν αὐτῷ τῆς ἀλογίας τὴν εἱμαρμένην πορίζοιτο. πάντα δ' εἱμαρμένης διὰ τῶν χρησμῶν ἀναρτήσας ὁ δαίμων καὶ τὸ ἐφ' ἡμῖν ἐκ τῆς αὐτοπροαιρέτου κινήσεως ἀνελών, ἀνάγκῃ δὲ καὶ τοῦτο καταδουλώσας, θέα εἰς οἷον κακῶν 6.6.5 δογμάτων ὄλεθρον τοὺς αὐτῷ πειθομένους καταβέβληκεν. εἰ γὰρ ἄστροις καὶ εἱμαρμένῃ οὐ μόνα τὰ ἐκτός, ἀλλὰ καὶ τὰς κατὰ λογισμὸν προθυμίας ἀναθετέον καί τις ἀπαραίτητος ἀνάγκη τὰς ἀνθρωπίνας ἐκβιάζεται γνώμας, οἰχήσεταί σοι φιλοσοφία, οἰχήσεται καὶ εὐσέβεια· οὐδέ τις ἦν τοῖς σπουδαίοις ἔπαινος ἀρετῆς οὐδέ τις θεοφίλεια οὐδὲ τῶν ἐν ἀσκήσει πόνων καρπὸς ἐπάξιος, ἀνάγκης 6.6.6 καὶ εἱμαρμένης τὴν αἰτίαν τῶν πάντων ἀναδεδεγμένης. οὐ δὴ οὖν προσ ήκει καταμέμφεσθαι τοῖς περὶ τὸν βίον πλημμελοῦσιν οὐδέ γε τοῖς ἀσεβέσι καὶ ἐπιρρητοτάτοις, ἀλλ' οὐδὲ τοὺς σπουδαίους θαυμάζειν· ταύτη δέ, ὡς ἔφην, οἰχήσεται καὶ τὸ μέγα τῆς φιλοσοφίας κλέος, οὐκ αὐτοπροαιρέτου μελέτης καὶ ἀσκήσεως, ἀλλ' ἐκ τῆς τῶν ἄστρων ἀνάγκης ἀπῃωρημένον. 6.6.7 ὅρα οὖν εἰς οἷον κακῶν δογμάτων βυθὸν οἱ θαυμάσιοι θεοὶ καταβεβλήκασι, καὶ σκέψαι ὡς εἰς ἀσωτίαν καὶ ἀδικίαν καὶ ἄλλα κακὰ μυρία παρορμᾷ καὶ προτρέπει τουτὶ τὸ δόγμα, ἀνατροπὴν τοῦ παντὸς βίου ἀθρόως κατεργαζό6.6.8 μενον. εἰ γοῦν τις αὐτόθεν πιστεύσειε τοῖς θαυμαστοῖς τῶν θεῶν χρησμοῖς, ὅτι γε τὸ ἀληθεύειν καὶ τὸ ψεύδεσθαι οὐχ ἡμέτερον ἔργον ἦν, ἀλλὰ τῆς ἀπαραιτήτου εἱμαρμένης, καὶ τὸ θέλειν ἐπὶ στρατείαν ἢ ἐπ' ἄλλο τι τῶν πρακτέων ὁρμᾶν καὶ τὸ μὴ θέλειν τὰ τοιάδε, πῶς οὐκ ἂν ἐθελήσειεν ἀμελεῖν καὶ καταρρᾳθυμεῖν ἐν ἅπασι τοῖς μὴ ἄνευ καμάτων καὶ πόνων καὶ τῆς ἡμῶν 6.6.9 αὐτῶν προθυμίας κατορθοῦσθαι δυναμένοις; εἰ γὰρ ἐξ εἱμαρμένης τόδε τι γενήσεσθαι νομίζοι, εἴτε πονοίημεν ἡμεῖς περὶ αὐτὸ καὶ σπουδάζοιμεν εἴτε καὶ μή, πῶς οὐκ ἄν τις ἐθελήσειε τὸ ῥᾷον αἱρεῖσθαι, παρεὶς ἑαυτὸν καὶ ἀμελῶν, ὡς ἐξ εἱμαρμένης καὶ ἀνάγκης γενησομένου τοῦ πραχθησομένου; 6.6.10 ὅθεν καὶ λεγόντων ἔστιν ἀκοῦσαι τῶν πολλῶν ὅτι ἄρα πραχθήσεται τοῦ6.6.11 το, εἴ γε εἵμαρταί μοι, καὶ τί με χρὴ παρέχειν ἐμαυτῷ πράγματα; εἰ γὰρ ὁ ἐπὶ στρατείαν ὁρμῶν οὐκ ἐκ προαιρέσεως οἰκείας τοῦτ' ἔπραττεν, ἐλαυνόμενος δὲ ὑπὸ τῆς ἔξωθεν ἀνάγκης, δῆλον ὅτι καὶ ὁ ἐπὶ λῃστείαν καὶ ἐπὶ τυμβωρυχίαν καὶ ἐπὶ τὰς ἄλλας ἤτοι ἀνοσιουργίας καὶ ἀκολασίας ἢ κοσμίους καὶ σώφρονας ἐπιτηδεύσεις· τοῦτο γὰρ ἂν εἴη ἀκόλουθον τῷ περὶ εἱμαρμένης λόγῳ. 6.6.12 πῶς οὖν ὁ ταῦτα μὴ ἐξ αὑτοῦ ἡγούμενος ἐγχειρεῖν, ἀλλ' ὑπὸ τῆς ἔξωθεν ἀνάγκης προσέξοι ἄν ποτε τῷ νουθετοῦντι καὶ διδάσκοντι μὴ ἑαυτὸν ἐπιδι6.6.13 δόναι ἔκδοτον τοῖς προειρημένοις; εἴποι γὰρ ἂν πρὸς τὸν νουθετοῦντα, ὡς καὶ τῶν πρὸ ἡμῶν τισὶν εἴρηται, τί με, ὦ ἄνθρωπε, νουθετεῖς; ταῦτα γὰρ οὐ δήπου ἐστὶν ἐπ' ἐμοί, τὸ μεταβάλλειν τὴν προαίρεσιν· ἡ γὰρ εἱμαρμένη 6.6.14 προκατείληφε. τί οὖν δεῖ συντετάσθαι πρὸς ἃ οὐδὲ προθυμεῖσθαι δυνήσομαι, εἰ μὴ καὶ τοῦτο καθείμαρταί μοι; προθυμήσομαι δέ, εἰ καθείμαρται, καὶ ἄνευ τῆς σῆς διδασκαλίας ὑπὸ τῆς εἱμαρμένης ἀγόμενος. τί οὖν μάτην 6.6.15 σεαυτὸν ἐνοχλεῖς; ἀλλ' εἰ καὶ τὸ σὲ παραινεῖν καὶ διδάσκειν φήσεις κατὰ ἀνάγκην ἐπιτελεῖσθαι εἰς τὸ παραινεῖν καὶ πείθειν ἐμὲ τοιαῦτα, ἀλλὰ κἀν τούτῳ τί χρὴ σπουδάζειν; ἀργὴ γὰρ καὶ ἀνωφελὴς ἡ παραίνεσις. εἰ γὰρ εἵμαρταί μοι, φιλοπονήσω· εἰ δὲ μὴ εἵμαρται, ματαίαν ποιεῖσθαι τὴν σπουδὴν 6.6.16 ἀμφοτέρους συμβήσεται. πῶς δὲ οὐ μᾶλλον