122
ἐπιόντας οὐχ ὑφίστασθαι, ἀλλ' ὑπαναχωρεῖν πρὸς τὰς δυσχωρίας καὶ τοὺς τεταγμένους ἐν αὐταῖς, δέον καὶ ὑμᾶς μέχρι μὲν τοῦ ἐν ἐφικτῷ τῶν τοξευμάτων γίνεσθαι σχολῇ βαδίζειν καὶ τεταγμένως, ἐπειδὰν δὲ γένησθε ἐγγὺς, ὀξύτητι πάσῃ χρῆσθαι καὶ εὐψυχίᾳ, ἅμα μὲν τὸ μεταίχμιον συναιροῦντας ὡς ἂν μὴ κατὰ σχολὴν βάλλησθε τοῖς βέλεσι συχνοῖς, ἅμα δ', ἵνα καὶ τὴν ἀναχώρησιν τῶν βαρβάρων φθάνοντες αὐτοὺς κακῶς ποιῆτε· τὴν δίωξιν δὲ μὴ ἐπιπολὺ ποιεῖσθαι, μηδὲ θρασύτητι ἐπαιρομένους, ἑαυτοὺς εἰς τοὺς κινδύνους εἰσωθεῖν· ἀλλ' ἐπειδὰν ἐν τοῖς ἐπιτάκτοις γένησθε ἐκείνοις, πάλιν ὑπαναχωρεῖν πρὸς τὸ πεδίον, τὴν τάξιν τε φυλάττειν καὶ ἐπιόντας ἀμύνεσθαι τοὺς βαρβάρους.» 1.347 Τοιαῦτα μὲν ὁ βασιλεὺς παρεκελεύσατο τοῖς στρατιώταις, ἅμα καὶ βοήθειαν τὴν ἐκ τοῦ κρείττονος καὶ νίκην ἐπευξάμενος αὐτοῖς. οἱ δὲ προσκυνήσαντές τε βασιλέα καὶ ἢ καλῶς νικήσειν ἢ εὐκλεῶς τεθνήξεσθαι εἰπόντες, σταυρῷ τε καθοπλίσαντες ἑαυτοὺς, ἐχώρουν κατὰ τῶν βαρβάρων τεταγμένως καὶ κατὰ σχολήν. ἐστρατήγει δὲ αὐτῶν Ἐξώτροχος ὁ μέγας ἑταιρειάρχης. ἀντεπῄεσαν δὲ καὶ οἱ βάρβαροι αὐτοῖς ὁμοίως. ἐπειδὴ δὲ ἦσαν ἐγγὺς ἀλλήλων ὅσον ἐφικνεῖσθαι τοῖς τοξεύμασιν, οἱ Ῥωμαῖοι μὲν, ᾗ αὐτοῖς προσετέτακτο πρὸς βασιλέως, ὅλους ἀνέντες χαλινοὺς, ὅσον ἐνῆν ὀξέως ἐπεφέροντο τοῖς Πέρσαις· οἱ βάρβαροι δὲ καρτερήσαντες μὲν ἐπὶ μικρὸν καὶ βέλη κατὰ τῶν Ῥωμαίων ἀφέντες, οἰόμενοι οὕτως ἂν ἀποτρέψαι τῆς ὁρμῆς, ἐπεὶ ἑώρων αὐτοὺς ἀτρέπτως ἐπιόντας καὶ οὐδὲ ὀλίγα φροντίζοντας τῶν οἰστῶν, εἰς φυγὴν ἐτράποντο εὐθύς. ἐν δὲ τῇ φυγῇ ἀπέθανον περὶ τεσσαράκοντα αὐτῶν, οἱ λοιποὶ δὲ διεσώθησαν πρὸς τὰς δυσχωρίας καὶ τοὺς τεταγμένους ὄπισθεν καταφυγόντες. Ῥωμαίων δὲ ἀπέθανεν οὐδεὶς οὔτε ἐτρώθη· ἵπποι δὲ ἐγένοντο ὀλίγοι τραυματίαι. ἀναχωρήσαντες δὲ ἀπὸ τῆς διώξεως, ἔστησαν ἐπὶ τοῦ πεδινοῦ πάλιν ὡς ἐπὶ βαλβίδος, τὴν ἔφοδον τῶν βαρβάρων περιμένοντες· οἱ Πέρσαι δὲ μικρὸν ἐνδιατρίψαντες τοῖς οἰκείοις καὶ πλείους τῶν πεσόντων προσλαβόμενοι ἑτέρους, ᾔεσαν ἐπὶ τοὺς Ῥωμαίους. καὶ ἐπεὶ πάλιν ὥσπερ καὶ πρότερον ἐγένοντο ἐγγὺς, τῇ ἴσῃ καὶ ὀξύτητι καὶ προθυμίᾳ τῶν Ῥωμαίων χρησαμένων, ἐτράπησάν τε αὖθις εἰς φυγὴν οἱ βάρβαροι καὶ 1.348 περὶ τριάκοντα αὐτῶν ἀπέθανον ἐν τῇ διώξει· Ῥωμαίων δὲ οὐδεὶς, οὔτε ἐτρώθη, εἰ μὴ ἔνιοι τῶν ἵππων. Ὀρχάνης δὲ ὁρῶν ἀπὸ τοῦ λόφου τοὺς ἰδίους ἤδη ἡσσημένους δὶς, παρεθάῤῥυνέ τε τοὺς βαρβάρους καὶ ἐπεβοήθει πέμψας στρατιάν. βασιλεὺς δὲ ἐπῄνει τε τοὺς ἰδίους καὶ αὐτὸς τῆς εὐψυχίας ἕνεκα καὶ τῆς ἀνδρίας καὶ παρεκάλει μὴ ὑφίεσθαι τῆς τόλμης, ὡς ἀεὶ κρείττους τῶν βαρβάρων ἐσομένους, ἔπεμπέ τε καὶ στρατιὰν ἀξιόμαχον πρὸς τοὺς βαρβάρους. καὶ γενομένων ἐγγὺς τῶν στρατευμάτων, πάλιν ἀντέσχον μὲν οἱ Πέρσαι ἐπὶ πλέον· ἐκβιασθέντες δ' ὅμως ὑπὸ τῶν Ῥωμαίων, ἐτράπησαν εἰς φυγὴν πρὸς τοὺς οἰκείους καὶ ἔπεσον ὀλίγοι ἐξ αὐτῶν. τοιαύτας μὲν δὴ τὰς συμπλοκὰς καὶ τὰς ἀναχωρήσεις οἱ Πέρσαι πρὸς τοὺς Ῥωμαίους ἐποιοῦντο ἄχρι δείλης τῆς ἡμέρας ἐν ἀρχαῖς μάλιστα τοῦ θέρους, Ἰουνίου μηνὸς ἐνισταμένου. καὶ κατὰ πάσας μὲν τὰς συμβολὰς ἐνίκων οἱ Ῥωμαῖοι· κατὰ κράτος δὲ αὐτῶν περιγενέσθαι οὐκ ἠδύναντο, ἅμα μὲν διὰ τὸ φάραγγας βαθείας περιβεβλῆσθαι τὴν Περσῶν στρατιὰν καὶ μηδεμίαν κύκλωσιν παρέχειν τοῖς Ῥωμαίοις, ἅμα δ', ὅτι καὶ τὸ πεδίον, ἐν ᾧ κατιόντες διηγωνίζοντο οἱ Πέρσαι, τάφροις αὐτοφυέσι καὶ αὐτὸ διατετμημένον ἦν πανταχοῦ, ἐν οἷς τοξόται ἱστάμενοι πολλοὶ τὴν τελείαν νίκην ἀφῃροῦντο Ῥωμαίους, βάλλοντες ἐκ τῶν ὀχυρωμάτων· τήν τε στρατιὰν αὐτοῖς πᾶσαν βασιλέα οὐκ ἐξῆν ἐπαγαγεῖν διὰ τοῦ τόπου τὴν ἀνωμαλίαν. ἐξ ἐκείνου δὲ ὁ Ὀρχάνης νομίσας καιρὸν εἶναι καὶ σφοδροτέρας προσβολῆς, χιλίους ἑτέρους ἀπολεξάμενος τῶν Περσῶν, ἐκέ 1.349 λευσεν εἰς τὸ πεδίον καταβάντας ἅμα τοῖς τριακοσίοις προσβαλεῖν Ῥωμαίοις. βασιλεύς τε ἐπεὶ ἐκείνους ἑώρα κατιόντας, τοῖς τε πρότερον μαχομένοις στρατιώταις τῆς ἀνδρίας ἕνεκα εὐχαριστήσας τὰ εἰκότα καὶ τὸν στρατηγὸν αὐτῶν Ἐξώτροχον ἐπαινέσας καὶ τῆς ἐμπειρίας καὶ τῆς τόλμης,