122
ὑποστρέφω." αἰτουμένων δὲ χαρίσασθαι αὐτοῖς οσα τοῖς ̓Ιουδαίοις, τίνες εἰσὶν ἐπυνθάνετο. οἱ δὲ ̔Εβραῖοι εφασαν ειναι, χρηματίζειν δὲ οἱ ἐν Σικίμοις Σιδώνιοι. καὶ ος εἰ ̓Ιουδαῖοι ειεν πάλιν ἠρώτησεν. ὡς δ' οὐκ ειναι κατέθεντο, "εγωγε" ειπεν " ̓Ιουδαίοις ἐχαρισάμην α αἰτεῖσθε ὑμεῖς." τὸ δὲ ἐν τῷ Γαριζὶν ορει ἱερὸν εἰς καταφύγιον τῶν παρανομούντων ἐγένετο· εἰ γάρ τις κοινοφαγήσας η αλλο τι παρανομήσας ὑπὸ αἰτίαν ἐγίνετο, παρὰ τοὺς Σικιμίτας κατέφευγε. τοῦ δὲ ἀρχιερέως ̓Ιωδαὲ τελευτήσαντος ̓Ονίας ὁ παῖς αὐτοῦ τὴν ἀρχιερωσύνην παρείληφε. Θανόντος δὲ ̓Αλεξάνδρου εἰς τέσσαρας ἀρχὰς ἡ ἐκείνου βασιλεία διῄρητο, καὶ τῆς μὲν ̓Ασίας ̓Αντί1.307 γονος ηρξε, τῶν δὲ λοιπῶν οἱ προγεγραμμένοι. τούτων δὲ πρὸς ἀλλήλους στασιαζόντων πόλεμοί τε συνεχεῖς ησαν καὶ ἐκακοῦντο αἱ πόλεις. ὁ δὲ Πτολεμαῖος ὁ Λάγου ὁ τῆς Αἰγύπτου βασιλεύων, ος καὶ σωτὴρ ἐχρημάτιζε, τῇ τε Συρίᾳ τἀναντία τῇ ἐπικλήσει αὐτοῦ γέγονε, καὶ τὰ ̔Ιεροσόλυμα δόλῳ κατέσχεν. εἰσελθὼν γὰρ εἰς τὴν πόλιν σαββάτῳ ὡς θύσων, ἀπόνως ταύτης ἐκράτησεν· οἱ γὰρ ̓Ιουδαῖοι μήτε τὴν διάνοιαν εἰδότες αὐτοῦ καὶ διὰ τὴν ἡμέραν ἐν ἀργίᾳ οντες, οὐκ ἀντέστησαν. κρατήσας δ' ουτω τοῦ εθνους πικρότατα ηρχε, καὶ πολλοὺς λαβὼν αἰχμαλώτους εἰς Αιγυπτον ἀπήγαγε καὶ κατῴκισε. τοῖς δ' ἐν ̔Ιεροσολύμοις στάσεις πρὸς τοὺς Σαμαρείτας ἐγένοντο, τῶν μὲν ̔Ιεροσολυμιτῶν τὸ παρ' αὐτοῖς ἱερὸν καλούντων αγιον καὶ τὰς θυσίας ἐν αὐτῷ γίνεσθαι δεῖν λεγόντων, τῶν δὲ Σικιμιτῶν τὸν ἐν τῷ Γαριζὶν ορει σεμνυνόντων ναόν. Τεσσαράκοντα δ' ετη τοῦ Λάγου Πτολεμαίου βασιλεύσαντος τῆς Αἰγύπτου καὶ τελευτήσαντος ὁ παῖς αὐτοῦ Πτολεμαῖος ὁ Φιλάδελφος διεδέξατο τὴν ἀρχήν. ος τάς τε γραφὰς τὰς ̔Εβραϊκὰς ἐκ τῆς πατρίου γλώττης εἰς ̔Ελλάδα μεταβληθῆναι διάλεκτον εσπευσε, καὶ τοὺς δουλεύοντας ἐν Αἰγύπτῳ τῶν ̔Ιεροσολυμιτῶν ἠλευθέρωσε. συλλογὴν γὰρ βιβλίων ποιήσασθαι βουληθεὶς καὶ περὶ ταύτην φιλοτιμούμενος, τὸν Φαληρέα ∆ημήτριον ἐπὶ τῶν βιβλιοθηκῶν ειχε. καί ποτε τοῦ Πτολεμαίου τὸν ∆ημήτριον ἐρωτήσαντος πόσας ηδη εχει μυριάδας βιβλίων, περὶ εικοσιν ειπεν ειναι τὰ συνειλεγμένα ἐκεῖνος· ειναι δὲ καὶ παρ' ̔Εβραίοις τῶν παρ' αὐτοῖς νομίμων συγγράμματα σπουδῆς αξια, καὶ δεῖν καὶ ταῦτα κτήσασθαι. γράφει τοίνυν ὁ βασιλεὺς τῷ ἀρχιερεῖ περὶ τούτων. 1.308 ̓Αρισταῖος δὲ φίλος τυγχάνων τῷ βασιλεῖ "τοὺς τῶν ̓Ιουδαίων νόμους" ειπεν "οὐ μεταγράψαι μόνον, ἀλλὰ καὶ ἑρμηνεῦσαι διεγνωκότες, πῶς αν τοῦτο διαπραξώμεθα, πολλῶν ̓Ιουδαίων ἐν τῇ σῇ βασιλείᾳ δούλων οντων; ἀπόλυσον ουν αὐτούς, βασιλεῦ, τῆς δουλείας, καὶ ουτω πρόθυμον τὸ εθνος ποιήσεις εἰς τὸ τὰς γραφὰς καὶ μεταγράψασθαι καὶ ἑρμηνεῦσαι." ὁ γοῦν βασιλεὺς τῷ λόγῳ τοῦ ̓Αρισταίου πεισθεὶς ἐκέλευσε πάντας τοὺς ἐν Αἰγύπτῳ δουλεύοντας ̓Ιουδαίους ἐλευθέρους ἀπολυθῆναι, πριάμενος εκαστον ἐκ τῶν δεσποτῶν αὐτῶν δραχμῶν ἑκατὸν εικοσι. τὸ δὲ τῶν ἐλευθερωθέντων πλῆθος εἰς μυριάδας ἠρίθμητο ὑπὲρ δέκα. τὰ δὲ ὑπὲρ τιμήματος αὐτῶν δοθέντα τετρακόσια καὶ ἑξήκοντα γεγόνασι τάλαντα. Γράφει γοῦν Πτολεμαῖος πρὸς ̓Ελεάζαρ τὸν ἀρχιερέα. τελευτήσαντος γὰρ τοῦ ἀρχιερέως ̓Ονίου ὁ παῖς αὐτοῦ Σίμων αὐτὸν διεδέξατο, ος καὶ δίκαιος ἐπεκέκλητο, τούτου δὲ θανόντος ἐπὶ νηπίῳ υἱῷ ̓Ονίᾳ καλουμένῳ ὁ τοῦ Σίμωνος ἀδελφὸς ̓Ελεάζαρ τὴν ἀρχιερωσύνην ειχε. τούτῳ τοίνυν ὁ Πτολεμαῖος ἐπέστειλε, τήν τε τῶν δουλευόντων ̓Ιουδαίων ἐλευθερίαν καταγγέλλων καὶ τὴν εἰς τὸ εθνος διάθεσιν, καὶ ἀξιῶν τούς τε νόμους αὐτοὺς πεμφθῆναι καὶ ανδρας εξ ἀφ' ἑκάστης φυλῆς τήν τε πάτριον ἠσκημένους διάλεκτον εἰς ἀκρίβειαν καὶ τὴν ̔Ελληνίδα φωνήν, ινα παρ' ἐκείνων εἰς τὴν ̔Ελλάδα γλῶτταν μεταβληθεῖεν αἱ παρ' αὐτοῖς γραφαί. εστειλε δὲ καὶ εἰς τὸ ἱερὸν ἀναθήματα, ἀργυρίου τάλαντα ἑκατόν, φιάλας χρυσᾶς εικοσι καὶ ἀργυρᾶς τριάκοντα, καὶ κρατῆρας πέντε καὶ τράπεζαν χρυσῆν. ὁ ουν ̓Ελεάζαρ τὴν ἐπιστολὴν τοῦ Πτολεμαίου καὶ τὰ ἀναθήματα κομισάμενος, ἐπελέξατο ανδρας ἐκ φυλῆς ἑκάστης εξ, καὶ 1.309 πέπομφε φέροντας καὶ τὸν νόμον. ων εἰς ̓Αλεξάνδρειαν