122
βασανιστὴς, η δήμιος, η ὁ ὑπὸ τοῦ δήμου τὸ φονεύειν κληρωθείς. ειρηται παρὰ τὸ καίνω τὸ κόπτω καὶ φονεύω. ὁ ἐκ delta.496 τοῦ δήμου ἐπιτετραμμένος καίνειν. καὶ ἀμοιβῇ τοῦ ˉα εἰς ˉη δημόκοινος. ∆ῆμοσ. ὁ οχλος. παρὰ τὸ δέω τὸ δεσμεύω τὸ συνδεδεμένον πλῆθος, δεσμὸς καὶ δῆμος. ὡς μένω, μένις καὶ μῆνις. η παρὰ τὸ δέμας, οιον εν σῶμα ὑπάρχον. η παρὰ τὸν δασμὸν τὸν μερισμόν. ενθεν καὶ ∆ημήτηρ, ἡ τῶν δασμῶν μήτηρ, καὶ δαὶς, ἡ τροφή. η παρὰ τὸ δέω τὸ δεσμεύω, δέμος καὶ δῆμος. κατὰ ἀντίφρασιν τὸ εὐδιάλυτον. ∆ημοσθένησ. ἰστέον, οτι ἐπὶ τοῦ ∆ημοσθένεος ∆ημοσθένους οὐκ εστι συναίρεσις, ἀλλὰ κρᾶσις. αλλο γὰρ κρᾶσις καὶ αλλο συναίρεσις. ἡ μὲν γὰρ συναίρεσις πάντα τὰ αὐτὰ φωνήεντα φυλάσσει καὶ οὐ ποιεῖ ἀλλαγὴν τῶν φωνηέντων, οιον· πάϊς, παῖς· Πηλέϊ, Πηλεῖ. ἡ δὲ κρᾶσις πάντως ἀλλοίωσιν ἐργάζεται τῶν φωνηέντων, οιον· τὸ ἐμὸν, τοὐμόν· νόος, νοῦς. καὶ εἰ αρα ἐν τῇ ∆ημοσθένεος γενικῇ κρᾶσις ἐστὶ καὶ οὐ συναίρεσις, διὰ τί ειπεν ὁ τεχνικός· πᾶσα γενικὴ εἰς ˉοˉυˉς λήγουσα συνῃρημένη ἐστί· καὶ οὐκ ειπε κεκραμένη; καὶ εστιν εἰπεῖν, οτι ἡ συναίρεσις γενική ἐστι, καὶ συναιρεῖται εἰς ειδη δύο· εἰς κρᾶσιν καὶ εἰς ὁμώνυμον λεγομένην συναίρεσιν. τῷ ουν γενικῇ ὀνόματι οτε συναιρεῖται τὴν κρᾶσιν ἐκάλεσε. πολλάκις γὰρ τῷ ὀνόματι τοῦ γένους τὰ ειδη προσαγορεύοdelta.497 μεν. ἰδοὺ γὰρ τὸ ανθρωπος ειδος ων τοῦ ζώου ὁμωνύμως τοῦ γενικοῦ ζώου ὀνομάζομεν. ἰστέον, οτι τὸ ˉεˉο τριχῶς κιρνᾶται· εἰς τὴν ˉοˉυ δίφθογγον παρ' ἡμῖν καὶ παρ' ̓Αθηναίοις, οιον· ∆ημοσθένεος, ∆ημοσθένους. παρὰ τοῖς ∆ωριεῦσι καὶ τοῖς Ιωσιν, οιον· ὁ ̓Οδυσσεὺς, τοῦ ̓Οδυσσεῦς, οιον· ̓Οδυσσεῦς δὲ λαβὼν κῦσε χεῖρ' ἐπὶ καρπῷ. ἀντὶ τοῦ ̓Οδυσσέως τὴν χεῖρα λαβὼν ἐφίλησε. σπανίως δὲ εἰς τὴν ˉεˉι δίφθογγον παρ' ̓Αθηναίοις, οιον· πλέον πλεῖν, δέον δεῖν. ὡς παρὰ ̓Αριστοφάνῃ ἐν Βατράχοις· Εὐριπίδης πλεῖν σταδία λαλίστερα. ἀντὶ τοῦ Εὐριπίδου πλέον σταδία φλυαρώτερα. ∆ημοσθένην. ̓Ιστέον, οτι ἡνίκα μὲν τὸ ˉε καὶ προηγεῖται φωνῆεν, τότε τὸ ˉε καὶ ˉα εἰς ητα κιρνᾶται, καὶ εἰς ˉα δηλονότι μακρόν. οιον τὸν εὐφυέα καὶ εὐφυῆ καὶ εὐφυᾶ. ἡνίκα δὲ τοῦ ˉε προηγεῖται σύμφωνον, τότε τὸ ˉε καὶ ˉα εἰς ητα κιρνᾶται μακρόν. οιον ∆ημοσθένεα, ∆ημοσθένη, τεύχεα, τεύχη. εἰ δέ τις ειπῃ καὶ πῶς ἐπὶ τοῦ χάλκεα χαλκᾶ καὶ κάνεα κανᾶ, καὶ τῶν ὁμοίων εἰς ˉα ἐγένετο ἡ κρᾶσις τοῦ ˉε καὶ ˉα συμφώνου ἐπιφερομένου, λέγομεν, οτι αἱ εὐθεῖαι αὐτῶν δίχα ειρηνται ἐντελῶς καὶ κατὰ κρᾶσιν· καὶ ἐντελῶς μὲν, οιον χάλκεον καὶ κάνεον· κατὰ κρᾶσιν δὲ, οιον χαλκοῦν καὶ κανοῦν. αἱ ουν ἐντελεῖς εὐθεῖαι ἀπὸ τῶν ἐντελῶν εὐθειῶν ἐγένοντο, αἱ δὲ συνῃρημέναι ἀπὸ τῶν συνῃρημένων. ̓Ιστέον, οτι οἱ ̓Αθηναῖοι ἐπὶ μὲν τῶν εἰς ˉοˉς κυρίων τῶν εἰς ˉοˉυˉς ἐχόντων τὴν γενικὴν ποιοῦσι τὴν αἰτιατικὴν εἰς ˉν, καὶ τὴν κλητικὴν εἰς ˉη. οιον, ̓Αριστοφάνην, ω ̓Αριστοφάνη. ἐπὶ δὲ τῶν ἐπιθέτων ουτε εἰς ˉν ποιοῦσι τὴν αἰτιατικὴν, ουτε εἰς ˉη τὴν κλητικήν. καὶ αξιον ἐστὶ ζητῆσαι, διατί καὶ ἐπὶ τῶν ἐπιθέτων οὐ ποιοῦσιν ὁμοίως τοῖς κυρίοις. καὶ εστιν εἰπεῖν, οτι εἰ ἐποίησαν οἱ ̓Αθηναῖοι καὶ ἐπὶ τῶν ἐπιθέτων εἰς ˉν τὴν αἰτιατικὴν, ἠναγκάζονdelta.498 το καὶ τὴν κλητικὴν εἰς ˉη ποιῆσαι· τῆς δὲ κλητικῆς εἰς ητα ληγούσης, ἠναγκάζοντο καὶ τὰ οὐδέτερα εἰς ητα καταλῆξαι· ἐπειδὴ πᾶν οὐδέτερον ἀπὸ ἀρσενικοῦ παρεσχηματισμένον καὶ περιττοσυλλάβως κλινόμενον, τῇ κλητικῇ τοῦ ἀρσενικοῦ ὁμοφωνεῖ. οὐ δύναται δὲ τὰ οὐδέτερα εἰς ητα καταλήγειν, ἐπειδὴ τὸ ˉο οὐκ εστι τελικὸν τῶν ἑνικῶν οὐδέτερον. ∆ημοσθένεις. τὸν ˉεˉιˉς δίφθογγον διατί; ̓Ιστέον, οτι τὰ δύο ˉεˉε ἐπὶ τῆς εὐθείας τῶν πληθυντικῶν εἰς τὴν ˉεˉι δίφθογγον κιρνᾶται. οιον ∆ημοσθένεες ∆ημοσθένεις. ἐπὶ δὲ τῆς εὐθείας τῶν δυϊκῶν εἰς ητα, ἐπειδὴ τὸ ἰῶτα οὐκ εστι χαρακτηριστικόν. τούτου χάριν οὐ κιρνᾶται τὰ δύο ˉεˉε εἰς τὴν ˉεˉι δίφθογγον, ἀλλ' εἰς ητα. Ετι ἡ εὐθεῖα τῶν πληθυντικῶν πλείοσι φωναῖς κέχρηται ὡς πρὸς τὴν εὐθεῖαν τῶν δυϊκῶν· οιον τῷ ̔Ομήρῳ, οἱ Ομηροι. καὶ τούτου χάριν τὰ δύο ˉεˉε, ἐπὶ μὲν τῆς εὐθείας τῶν πληθυντικῶν εἰς τὴν ˉεˉι δίφθογγον κιρνᾶται, ἐπὶ δὲ τῆς εὐθείας τῶν δυϊκῶν εἰς ητα, ινα εὑρεθῇ ἡ