122
ματαίων βοήθειαν ἐπισπώμενος. Ἔστι δὲ τῷ δικαίῳ ἀληθινὴ βοήθεια ὁ Θεὸς, ὥσπερ τις στρατηγὸς ὁπλιτικὸν γενναῖον ἐξηρτημένος, ἕτοιμος ἀεὶ βοηθεῖν τῷ καταπονουμένῳ μέρει, οὕτως ὁ Θεὸς βοηθὸς ἡμῶν ἐστιν. Νοσεῖς; εὐθύμει. Ὃν γὰρ ἀγαπᾷ Κύριος, παιδεύει. Πτωχεύεις; εὐφραίνου, ὅτι Λαζάρου σε τὰ ἀγαθὰ διαδέξεται. Ἀτιμάζῃ διὰ τὸ ὄνομα Χριστοῦ; μακάριος εἶ, ὅτι σοι ἡ αἰσχύνη εἰς δόξαν ἀγγέλου μεταβληθήσεται. Κἂν, ὡς φὴς, τελευτήσαι οὗτος ὁ πάτρων, πάλιν ἕτερον πάτρωνά σοι ἀγαθώτερον τούτου, καὶ μεγαλοψυχότερον ὁ Κύριος παρέξει, ἐὰν τὴν πίστιν πρὸς αὐτὸν ἔχῃς. Ὁ ἐπ' ἄνθρωπον ἐλπίζων, ἢ ἐπ' ἄλλο τι τῶν κατὰ βίον μετεωριζόμενος, οἷον ἐπὶ δυναστείαν ἢ χρήματα, ἤ τι τῶν παρὰ πολλοῖς νομιζομένων εἶναι λαμπρῶν, οὐ δύναται εἰπεῖν· Ἐπὶ σὲ, Κύριε, 95.1432 ἤλπισα. Παράγγελμα γάρ ἐστι, μὴ ἐλπίζειν ἐπ' ἄρχοντας. Καὶ, Ἐπικατάρατος, ἄνθρωπος, ὃς τὴν ἐλπίδα ἔχει ἐπ' ἄνθρωπον. Ὁ τὴν θείαν ἀπάθειαν κατορθῶσαι σπουδάζων, ἀδούλωτον παντὶ πάθει ὀφείλει φυλάξαι τὸν ἑαυτοῦ λογισμόν. Πεῖσον τοίνυν σεαυτὸν διὰ τὸν Θεὸν μόνον, καὶ μὴ δι' ἀνθρωπίνην εὔφθαρτον καὶ ἐξίτηλον δόξαν, τὸ ἀγαθὸν ἐκτελεῖν.
ΤΙΤΛ. ϛʹ. -Περὶ ἐκκλησίας, καὶ οἴκου Θεοῦ, καὶ θυσιαστηρίου, καὶ θυσίας ἱερατικῆς· καὶ ὅτι οὐ δεῖ ἐν ἐκκλησίαις θήειν [καπηλεύειν].
«Ἔσται τὸ θυσιαστήριον ἅγιον ἁγίων· καὶ πᾶς ὁ ἁπτόμενος τοῦ θυσιαστηρίου, ἁγιασθήσεται.» «Τὰς ἀπαρχὰς τῶν πρωτογεννημάτων τῆς γῆς σου εἰσοίσεις εἰς τὸν οἶκον τοῦ Θεοῦ σου.» «Οὐκ ἀναβήσῃ ἐν ἀναβαθμίσιν ἐπὶ τὸ θυσιαστήριόν μου, ὅπως μὴ ἀποκαλύψῃς τὴν ἀσχημοσύνην σου ἐπ' αὐτῷ.» «Ἐπιθήσεις ἐπὶ τὴν τράπεζάν μου ἄρτον ἐναντίον μου διὰ παντός.» «Πᾶς ὃς ἂν ἅψηται τῆς θυσίας τῶν ἱερέων ἁγιασθήσεται.» «Εἶπε Κύριος πρὸς Μωσῆν· Λάλησον πρὸς Ἀαρὼν τὸν ἀδελφόν σου, καὶ μὴ εἰσερχέσθω πᾶσαν ὥραν εἰς τὸ ἅγιον ἐσώτερον τοῦ καταπετάσματος εἰς πρόσωπον τοῦ ἱλαστηρίου. «Ἐγὼ δὲ ἐν τῷ πλήθει τοῦ ἐλεούς σου εἰσελεύσομαι εἰς τὸν οἶκόν σου· προσκυνήσω πρὸς ναὸν ἅγιόν σου ἐν φόβῳ σου, «καὶ τὰ λοιπά.» «Ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε. Οἱ φοβούμενοι τὸν Κύριον, αἰνέσατε αὐτόν.» «Κύριε, ἠγάπησα εὐπρέπειαν οἴκου σου, καὶ τόπον σκηνώματος δόξης σου.» «Μίαν ᾐτησάμην παρὰ Κυρίου, ταύτην ζητήσω,» καὶ τὰ λοιπά. «Προσκυνήσατε τῷ Κυρίω ἐν αὐλῇ ἁγίᾳ αὐτοῦ.» «Πλησθησόμεθα ἐν τοῖς ἀγαθοῖς τοῦ οἴκου σου» «Ἐν ἐκκλησίαις εὐλογεῖτε τὸν Θεὸν Κύριον ἐκ πηγῶν Ἰσραήλ.» «Ὡς ἀγαπητὰ τὰ σκηνώματά σου, Κύριε τῶν δυνάμεων, ὁ βασιλεύς μου. Κρείσσων ἡμέρα μία ἐν ταῖς αὐλαῖς σου ὑπὲρ χιλιάδας.» «Τῷ οἴκῳ σου πρέπει ἁγίασμα, Κύριε, εἰς μακρότητα ἡμερῶν.» «Εἰσέλθετε εἰς τὰς πύλας αὐτοῦ ἐν ἐξομολογήσει.» «Ὑψωσάτωσαν αὐτὸν ἐν ἐκκλησίᾳ λαοῦ. «Ἀνοίξατέ μοι πύλας δικαιοσύνης, εἰσελθὼν ἐν αὐταῖς,» κ.τ.λ. 95.1433 «Εὐφράνθην ἐπὶ τοῖς εἰρηκόσι μοι, Εἰς οἶκον Κυρίου πορευσόμεθα.» «Κύριος ἐν ναῷ ἁγίῳ αὐτοῦ, εὐλαβείσθω ἀπὸ προσώπου αὐτοῦ πᾶσα ἡ γῆ.» «Μεγάλη ἔσται ἡ δόξα τούτου τοῦ οἴκου ἡ ἐσχάτη ὑπὲρ τὴν πρώτην, λέγει Κύριος ὁ παντοκράτωρ.» «∆εῦτε, ἀναβῶμεν εἰς τὸ ὄρος Κυρίου, καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ Ἰακώβ. Ἀγγελεῖ ἡμῖν τὴν ὁδὸν αὐτοῦ.» «Ὁ οἶκός μου οἶκος προσευχῆς κληθήσεται πᾶσι τοῖς ἔθνεσιν.» «Ὡς μέγας ὁ οἶκος τοῦ Θεοῦ, καὶ εὐμήκης ὁ τόπος τῆς κτίσεως αὐτοῦ! Μέγας, καὶ οὐκ ἔχει τελευτήν· ὑψηλὸς καὶ ἀμέτρητος.» «Σὺ εἶ Πέτρος, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν Ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς. Εἰσῆλθεν ὁ Ἰησοῦς εἰς τὸ ἱερὸν, καὶ ἐξέβαλε πάντας τοὺς πωλοῦντας καὶ ἀγοράζοντας ἐν τῷ ἱερῷ, καὶ τὰς τραπέζας τῶν κολλυβιστῶν ἀνέτρεψεν, καὶ τὰς καθέδρας τῶν πωλούντων τὰς περιστεράς. Καὶ λέγει αὐτοῖς· Γέγραπται, Ὁ οἶκός μου οἶκος προσευχῆς κληθήσεται· ὑμεῖς δὲ ἐποιήσατε σπήλαιον λῃστῶν.» «Μὴ οἰκίας οὐκ ἔχετε εἰς τὸ ἐσθίειν καὶ πίνειν; ἢ τῆς Ἐκκλησίας τοῦ Θεοῦ καταφρονεῖτε· Ἐπαινέσω ὑμᾶς;