πρὸς τὴν «τὶς» καὶ ἡ «οὐδεὶς» πρὸς τὴν «οὐ πᾶς» καλεῖται ὑπάλληλος. τοσούτων οὖν συζυγιῶν ἐκ τῶν προσδιωρισμένων γινομένων τὰς μὲν ὑπαλλήλους καὶ ὑπεναντίας ὡς μὴ οὔσας κριτήριον ἀληθείας καὶ ψεύδους παραλιμπάνομεν, καὶ ἔτι τὰς ἐναντίας, εἰ καί ποτε διαιροῦσι τὴν ἀλήθειαν καὶ τὸ ψεῦδος, ἐπεὶ πάλιν καὶ συμψεύδονται, ποτὲ ἄχρηστοί εἰσιν· καὶ γὰρ ἐπὶ ἀναγκαίας καὶ ἀδυνάτου ὕλης διαιροῦσι τὸ ἀληθὲς καὶ τὸ ψεῦδος, ἐπὶ δὲ τῆς ἐνδεχομένης συμψεύδονται· ψεύδεται γὰρ καὶ ἡ λέγουσα «πᾶς ἄνθρωπος δίκαιός ἐστι» καὶ ἡ «οὐδεὶς ἄνθρωπος δίκαιος». χρήσιμοι δὲ μόναι αἱ ἀντιφατικῶς λαμβανόμεναι· αὗται γὰρ καὶ ἐπὶ πάσης ὕλης καὶ ἐπὶ παντὸς χρόνου διαιροῦσι τὸ ἀληθὲς καὶ τὸ ψεῦδος. Εἴπωμεν δὲ καὶ περὶ ὕλης προτάσεων. ἐπὶ πάσης προτάσεως ἡ σχέσις ἡ ἐπινοουμένη ἀνεκφωνήτως τοῦ κατηγορουμένου πρὸς τὸ ὑποκείμενον ἢ ἀεὶ πρόσεστι καὶ καλεῖται ἀναγκαία ὕλη, οἷον «ἄνθρωπος ἀναπνεῖ», ἢ ἀεὶ οὔκ ἐστι καὶ καλεῖται ἀδύνατος ὕλη, οἷον «ἄνθρωπος ἵπταται», ἢ ποτέ, οἷον «ἄνθρωπος περιπατεῖ», καὶ καλεῖται ἐνδεχομένη ὕλη. Ἐπεὶ δὲ ἀντιφάσεις τέσσαρές εἰσι, ῥητέον καὶ περὶ ἀντιφάσεως. αἱ προσδιωρισμέναι ἀντιφάσεις κατὰ τὴν τριμέρειαν τῆς ὕλης καὶ κατὰ τὴν τριμέρειαν τοῦ χρόνου διαιροῦσι τὸ ἀληθὲς καὶ τὸ ψεῦδος καί εἰσι τῶν ἄλλων ἀντιφάσεων κυριώτεραι καὶ χρήσιμοι μᾶλλον. ἡ δὲ καθ' ἕκαστα ἀντίφασις διαιρεῖ καὶ αὕτη τὸ ἀληθὲς καὶ τὸ ψεῦδος κατὰ τὴν τριμέρειαν τοῦ χρόνου καὶ κατὰ τὴν τριμέρειαν τῆς ὕλης, ἀλλ' οὐχ ὁμοίως· καὶ γὰρ ἐπὶ μὲν ἐνεστῶτος καὶ παρεληλυθότος κατὰ τὴν τριμέρειαν τῆς ὕλης διαιρεῖται τὸ ἀληθὲς καὶ τὸ ψεῦδος, οὐ μέντοι γε καὶ ἐπὶ τοῦ μέλλοντος, ἀλλὰ κατὰ μὲν τὴν ἀναγκαίαν καὶ ἀδύνατον ὕλην διαιρεῖ ὁμοίως καὶ ὡρισμένως, κατὰ δὲ τὴν ἐνδεχομένην διαιρεῖ πάντως, ἀλλ' ἀορίστως, οἷον ἡ λέγουσα αὔριον γενήσεσθαι ναυμαχίαν ἢ μὴ γενήσεσθαι· ἀληθεῦσαι μὲν γὰρ ἀνάγκη θάτερον μόριον τῆς ἀντιφάσεως, οὐ μὴν ὡρισμένως, ἀλλ' οἷον ἂν τύχῃ. Ἡ δὲ ἀπροσδιόριστος ἀντίφασις κατὰ μὲν τὴν ἀναγκαίαν καὶ ἀδύνατον ὕλην ἐπὶ παντὸς χρόνου διαιρεῖ ἀλήθειαν καὶ ψεῦδος, κατὰ δὲ τὴν ἐνδεχομένην ἐπὶ παντὸς χρόνου δύναται συναληθεύειν. δεῖ δὲ εἰδέναι ὅτι πᾶσα πρότασις ἐξ ὑποκειμένου καὶ κατηγορουμένου γενομένη ἢ ἐξ ὡρισμένου γίνεται ὀνόματος καὶ ῥήματος ἢ ἐξ ἀορίστου ὀνόματος καὶ ῥήματος ὡρισμένου. ἐπεὶ δὲ τὸ κατηγορούμενον ἔχει ἐν ταύταις ταῖς προτάσεσι τὸ κῦρος, καὶ εἰ μὲν ἀπροσδιόριστοί εἰσιν, τὸ «οὐ» ἀρνητικὸν μόριον ἐπὶ τῆς ἀποφάσεως εἰς τὸ κατηγορούμενον δέχονται, οἷον «Σωκράτης περιπατεῖ, Σωκράτης οὐ περιπατεῖ» καὶ ἐπὶ τῶν ὁμοίων. εἰ δὲ προσδιωρισμέναι εἰσίν, εἰς τὸν προσδιορισμόν, οἷον «πᾶς ἄνθρωπος περιπατεῖ, οὐ πᾶς ἄνθρωπος περιπατεῖ», «τὶς ἄνθρωπος περιπατεῖ, οὐδεὶς ἄνθρωπος περιπατεῖ». καὶ ταῦτα μὲν περὶ τῶν ἐξ ὑποκειμένου καὶ κατηγορουμένου προτάσεων εἰρήσθω. Τμῆμα τρίτον Ἰστέον ὅτι πολλὰ εἴδη προτάσεών εἰσιν· αἱ μὲν γάρ εἰσιν ἐξ ὑποκειμένου καὶ κατηγορουμένου μόνον, οἷον τὸ εἰπεῖν «ἄνθρωπος περιπατεῖ», περὶ ὧν ἐν τῷ δευτέρῳ τμήματι διελάβομεν, αἱ δὲ ἐκ τρίτου τοῦ «ἔστι» προσκατηγορουμένου, περὶ ὧν μέλλομεν ἐν τῷ τρίτῳ τμήματι διδάσκειν, οἷόν ἐστι τὸ εἰπεῖν «ἄνθρωπος δίκαιός ἐστι», αἱ δὲ μετὰ τρόπου, περὶ ὧν ἐν τῷ τετάρτῳ τμήματι διαλεχθησόμεθα, οἷόν ἐστι τὸ «ἄνθρωπος ἐνδεχομένως περιπατεῖ», «ἄνθρωπος ἀναγκαίως ἀναπνεῖ» καὶ τὰ ὅμοια. ὅταν οὖν τὸ «ἔστι» τρίτον προσκατηγορηθῇ μετὰ τοῦ ὑποκειμένου καὶ κατηγορουμένου λαμβανόμενον, δύο γίνονται ἀντιφάσεις, δηλονότι τοῦ ὀνόματος ἤγουν τοῦ ὑποκειμένου ὡρισμένου ὄντος μία μὲν ἡ λέγουσα «ἄνθρωπος δίκαιός ἐστι, ἄνθρωπος δίκαιος οὔκ ἐστιν», ἥτις καὶ ἁπλῆ λέγεται, ἑτέρα δὲ ἡ ἔχουσα τὸ κατηγορούμενον ἀόριστον, οἷον ἡ λέγουσα «ἄνθρωπος οὐ δίκαιός ἐστιν, ἄνθρωπος οὐ δίκαιος οὔκ ἐστιν», ἥτις καλεῖται ἐκ μεταθέσεως διὰ τὸ μεταπεσεῖν τὸ «οὐ» ἀρνητικὸν