1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

122

ἔλυσε τὴν ἁμαρτίαν αὐτοῖς διὰ Ἰώβ. ὁ δὲ κύριος ηὔξησε τὸν Ἰώβ, εὐξαμένου δὲ αὐτοῦ καὶ περὶ τῶν φίλων αὐτοῦ ἀφῆκεν αὐτοῖς τὴν ἁμαρτίαν· ἔδωκε δὲ ὁ κύριος διπλᾶ, ὅσα ἦν ἔμπροσθεν τῷ Ἰώβ, εἰς διπλασιασμόν. ὄντως ἱκανὴ τιμὴ καὶ περιφάνεια τὸ εὐχῇ δυσωπῆσαι τὸν θεόν, ἐφ' ᾧ λῦσαι τὴν ἁμαρτίαν. διὸ πρὶν εἰπεῖν τὰ διπλᾶ τῆς περιουσίας εἶπεν· ὁ δὲ κύριος ηὔξησε τὸν Ἰώβ. καὶ ὁ εἱλκωμένος καὶ 388 πένης καὶ ἀπερριμμένος ὑπὲρ τῶν ὑγιαινόντων καὶ πλουσίων καὶ περιφανῶν ηὔχετο. ὥστε καὶ νῦν, ἐὰν ἴδωμεν ἄνθρωπον πένητα καὶ νοσοῦντα ὑπὲρ ἑτέρων εὐχόμενον καὶ προχωροῦσαν τὴν εὐχὴν εἰς ἔργον, τὴν πλουσίαν τοῦ θεοῦ θαυμάσαντες χάριν καὶ ἡμεῖς ἐν τοῖς ὁμοίοις γενόμενοι μὴ δυσχεράνωμεν· ἴσως καὶ εἰς ἡμᾶς ἡ πλουσιόδωρος τοῦ κυρίου ἐπιφοιτήσει δωρεά. θεώρει δὲ ἐνταῦθα τοῦ Ἰὼβ τὸ ἀμνησίκακον· πρῶτος γὰρ οὗτος τὴν θαυμαστὴν ταύτην ἀφῆκε φωνήν· κύριε, μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν ταύτην, ἣ καὶ ὁ πρωτομάρτυς ὕστερον ἐφθέγξατο Στέφανος. περὶ γὰρ τοῦ κυρίου μου Ἰησοῦ τί δεῖ καὶ λέγειν, ὅπουγε καὶ περὶ τῶν σταυρούντων αὐτὸν ἀπολογούμενος συμπαθῶς ἔλεγεν· πάτερ, ἄφες αὐτοῖς, οὐ γὰρ οἴδασι τί ποιοῦσιν. 389 ΚΕΦΑΛΑΙΟΝ ΤΡΙΑΚΟΣΤΟΝ ∆ΕΥΤΕΡΟΝ Ἀρχὴ τοῦ ῥητοῦ· ἤκουσαν δὲ πάντες οἱ ἀδελφοὶ αὐτοῦ καὶ αἱ ἀδελφαὶ αὐτοῦ πάντα τὰ συμβεβηκότα αὐτῷ, καὶ ἦλθον πρὸς αὐτόν. Προθεωρία τοῦ κεφαλαίου ὥσπερ ἐν τῷ πειρασμῷ τοσαύτη τις γέγονεν αὐτῷ ἐγκατάλειψις ὡς καὶ τὴν βασιλίδα αὐτοῦ γυναῖκα θητεύειν ἐπὶ μισθῷ, οὕτω τῆς θείας ἐπιφοιτησάσης χάριτος πάντα λοιπὸν εὐοδοῦται τῷ μακαρίῳ Ἰώβ, καὶ συντρέχουσι πρὸς αὐτὸν συγγενεῖς, φίλοι, δωροφοροῦσιν, ἑστιῶνται. καὶ πάντα αὐτῷ λοιπὸν ὑπῆρχε θυμηδίας ἀνάμεστα. Αἱ λέξεισ 42, 11 ἤκουσαν δὲ πάντες οἱ ἀδελφοὶ αὐτοῦ καὶ αἱ ἀδελφαὶ αὐτοῦ πάντα τὰ συμβεβηκότα αὐτῷ, καὶ ἦλθον πρὸς αὐτόν, καὶ πάντες, ὅσοι ᾔδεισαν αὐτὸν ἐκ πρώτου. ἀδελφοὺς καὶ ἀδελφὰς πάντας τοὺς συγγενεῖς εἴωθεν ἡ θεία προσαγορεύειν γραφή. φήμη δὲ ἀγαθὴ κατὰ θεοῦ χάριν περιτρέχουσα καὶ τὰ κατ' αὐτὸν περιαγγέλλουσα πάντας πρὸς αὐτὸν τοὺς γνωρίμους ἐκάλει. τὸ δὲ ἤκουσαν πάντα τὰ συμβεβηκότα αὐτῷ οὐχ ὅτι ἠγνόουν τὰ τῆς συμφορᾶς, ἀλλ' ὅτι ἕκαστος πρὸς τὸν πλησίον ἅπαντα ἔλεγε τά τε τοῦ πειρασμοῦ καὶ τῆς θείας ἐπισκέψεως· καὶ ἡδὺ πᾶσι 390 καὶ ἐπωφελὲς διήγημα τὰ κατὰ τὸν Ἰὼβ ἐτύγχανεν. 42, 11 φαγόντες δὲ καὶ πιόντες παρ' αὐτῷ παρεκάλεσαν αὐτὸν καὶ ἐθαύμασαν ἐπὶ πᾶσιν οἷς ἐπήγαγεν αὐτῷ ὁ κύριος. ἔδωκε δὲ αὐτῷ ἕκαστος ἀμνάδα μίαν καὶ τετράδραχμον χρυσοῦν ἄσημον. πάλιν ὁ ἀμνησίκακος καὶ ἀγαπητικὸς Ἰὼβ ἡδέως δέχεται τοὺς προσιόντας, καὶ οὐκ ἀποσείεται τὰ παρ' αὐτῶν ἐπενεχθέντα οὐδὲ πέπονθεν, ὅπερ πάσχουσιν οἱ πολλοί, οὐδὲ εἶπε τοῖς προσερχομένοις· ἐπειδὴ παρὰ τὴν νόσον οὐκ ἐπεσκέψασθέ με οὐδὲ ἐπεκουρήσατέ μοι, οὐδὲ νῦν ὑμᾶς προσίεμαι οὐδὲ τῶν παρ' ὑμῶν ἐπιδέομαι. ἀλλὰ καὶ ἡδέως ἐδέξατο τοὺς συνελθόντας ὡς οὐδέν τι πεπονθὼς παρ' αὐτῶν, καὶ συνευωχήθη καὶ παράκλησιν τὸ πρᾶγμα νενόμικεν. ἐπειδὴ γὰρ κατὰ θεοῦ χάριν συνέτρεχον, οὐκ ἀπεσείσατο τὴν θείαν δωρεάν, ἀλλ' ἡδέως ἅπαντας περιεπτύξατο, ἐπεὶ καὶ ὁ μέγας Ἀβραὰμ ὁ τούτου πρόγονος τὰ τοῦ Φαραὼ προσεδέξατο δῶρα θείαν εἶναι δωρεὰν τὸ πρᾶγμα τιθέμενος. 391 ΚΕΦΑΛΑΙΟΝ ΤΡΙΑΚΟΣΤΟΝ ΤΡΙΤΟΝ Ἀρχὴ τοῦ ῥητοῦ· ὁ δὲ κύριος ηὐλόγησε τὰ ἔσχατα {τοῦ} Ἰὼβ ἢ τὰ ἔμπροσθεν. Προθεωρία τοῦ κεφαλαίου ἐντεῦθεν καταριθμεῖται τῆς περιουσίας τὸν διπλασιασμὸν καὶ θείαν εὐλογίαν εἶναι λέγει τὰ σωματικὰ ἀγαθά. ἐπηγγέλλετο γὰρ τοῖς παλαιοτέροις εἰς εὐλογιῶν μοῖραν ἥ τε παιδογονία καὶ ἡ τῶν ὑπαρχόντων αὔξησις, ὥσπερ καὶ τοὐναντίον εἰς κατάραν αὐτοῖς κατελογίζετο. ἐπειδὴ τοίνυν πρὸ νόμου τυγχάνων νομικῶς ὁμοῦ καὶ εὐαγγελικῶς ἐπολιτεύσατο, εἴληφε μὲν τὰς κατὰ νόμον εὐλογίας, ἀπόκειται δὲ αὐτῷ καὶ τὰ τοῖς ἁγίοις ἐπηγγελμένα ἐν τῷ μέλλοντι αἰῶνι, ὅσα ὑπὲρ λόγον καὶ ὑπὲρ τὴν ἡμετέραν ἔννοιαν. ἀπὸ δὲ τοῦ γέγραπται δὲ αὐτὸν πάλιν ἀναστήσεσθαι ἕως τοῦ τέλους φασὶ μέν τινες μὴ εἶναι ταύτης τῆς ἱερᾶς γραφῆς, ἀλλὰ παρεγγεγράφθαι τῷ