1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

 298

 299

 300

 301

 302

 303

 304

 305

 306

 307

 308

 309

 310

 311

 312

 313

 314

 315

 316

 317

 318

 319

 320

 321

 322

 323

 324

 325

 326

 327

 328

 329

 330

122

[Οὐ μόνον δὲ ἐμοὶ, φησὶ, ἀλλὰ γὰρ καὶ ἅπασι τοῖς εἰς αὐτὸν πεποιθό σιν.] Τὸ δὲ, "Ἐν πολλοῖς ἦσαν σὺν ἐμοὶ," τὸ πολλοὺς εἶναι τοὺς πολεμίους δηλοῖ. Οὕτω γὰρ καὶ ὁ Σύμμαχος ἡρμήνευσε· Πολλοστοὶ γὰρ ἐγένοντο πρός με. κʹ. "Εἰσακούσεται ὁ Θεὸς, καὶ ταπεινώσει αὐτούς· [δίκαιος γάρ ἐστι καὶ οἶδεν ἐτάζων καρ δίαν καὶ νεφροὺς,] ὁ ὑπάρχων πρὸ τῶν αἰώνων." ∆εξάμενος δέ μου τὴν δέησιν ὁ ἀεὶ Θεὸς, ἀσθε νείᾳ περιβαλεῖ τοὺς ἐπιβουλεύοντας. "Οὐ γάρ ἐστιν αὐτοῖς ἀντάλλαγμα, ὅτι οὐκ ἐφοβήθησαν τὸν Θεόν." Τοῦτο ὁ Σύμμαχος οὕτως ἡρμήνευσεν· Οὐ γὰρ ἀλλάσσονται, οὐδὲ φοβοῦνται τὸν Θεόν. 80.1280 [Οὐδὲ γὰρ ἀλλάσσεται αὐτῶν ἡ πονηρὰ γνώμη, οὐδὲ φοβοῦνται τὸν Θεόν· διὸ δὴ], Ὁρῶν αὐτῶν, φη σὶν, τὸν ἀμεταμέλητον τρόπον, ταῖς προειρημέναις συμφοραῖς περιβαλεῖ. καʹ. "Ἐξέτεινε τὴν χεῖρα αὑτοῦ ἐν τῷ ἀποδι δόναι." Τοῦτο οἱ τρεῖς οὕτως ἡρμήνευσαν· Ἐξ έτεινε τὴν χεῖρα αὑτοῦ εἰς τοὺς εἰρηνεύοντας ἐν αὐτῷ πρὸς αὐτόν. Οὐ γὰρ πολέμιον ὁ Σαοὺλ ἐδίω κεν, ἀλλ' εὐεργέτην, καὶ συνήθη, καὶ γνώριμον. Οὐδὲ ἐχθρὸν ὁ Ἰούδας προδέδωκεν, ἀλλὰ Σωτῆρα, καὶ τῶν ἀγαθῶν χορηγόν. Τὸ τοίνυν, "Ἐξέτεινε τὴν χεῖρα αὑτοῦ ἐν τῷ ἀποδιδόναι," τοῦτο δηλοῖ, ὅτι ἐκτείνας τὴν χεῖρα, ὥστε τὰς ἀντιδόσεις ἐκτί σαι, ἀγαθὸν μὲν οὐδὲν προσενήνοχεν· πάντα δὲ πονηρίας μεστά. [Ἀλλ' ὅμως καὶ ὁ Ἰούδας οὐ μόνον εἰς τὸ προδοῦναι τὴν χεῖρα αὑτοῦ ἐξέτεινε, ἀλλὰ γὰρ καὶ ἀποστρέψας τὰ τριάκοντα ἀργύρια, ἃ μετὰ τὴν ἐκείνου ἀγχόνην ἐνέβαλον οἱ θεοκτόνοι εἰς τὸν κορβανᾶν.] Καὶ τοῦτο δηλοῖ τὰ ἐπαγόμενα· "Ἐβεβήλωσαν τὴν διαθήκην αὐτοῦ." Τοῦ γὰρ θείου νόμου διαγορεύοντος ἀγαπᾷν τὸν πλησίον ὡς ἑαυτὸν, τὸν εὐεργέτην ὡς πολέμιον ἐδίωκον. [Οὐ μόνον δὲ, ἀλλὰ καὶ σταυρῷ κατέκριναν. ∆ιὸ ἐπ ήγαγε·] κβʹ. "∆ιεμερίσθησαν ἀπὸ ὀργῆς τοῦ προσώπου αὐτῶν καὶ ἤγγισαν αἱ καρδίαι αὐτῶν." Ὀργῇ γὰρ δουλεύσαντες, ἕτερα μὲν ἐμέμφοντο, ἕτερα δὲ ἐβουλεύοντο. Οὕτω γὰρ ὁ Σύμμαχος ἡρ μήνευσε· Λειότερα βουτύρου τὰ στόματα αὐτῶν· πολεμεῖ δὲ ἡ καρδία ἑκάστου αὐτῶν. Τούτῳ δὲ καὶ τὸ ἐπαγόμενον συμφωνεῖ. "Ἡπαλύνθησαν οἱ λόγοι αὐτῶν ὑπὲρ ἔλαιον, καὶ αὐτοί εἰσι βολίδες." Τοιαῦτα δὲ ἦν καὶ τοῦ Σαοὺλ, καὶ τοῦ Ἰούδα τὰ ῥήματα. Ὁ μὲν γὰρ Σαοὺλ, πρὸς τὸν ∆αβὶδ ἔλεγεν, "Εἰ σὺ εἶ τέκνον ∆αβίδ." Ὁ δὲ Ἰούδας, "Μή τι ἐγώ εἰμι, Ῥαββί;" [Καὶ πολλοὶ τὰ αὐτὰ νοσοῦντες φιλίας δῆθεν περικείμενοι ἐπικάλυμμα πρὸς τοὺς παρ' αὐτῶν ἀδικουμένους φασίν· Μή τι ἐγώ σε ἠδίκηκα; Τὸ αὐτὸ δὲ πάλιν ὁ Ἰούδας, Χαῖρε, λέγει, Ῥαββί·]καὶ κατεφίλησεν αὐτόν. Καὶ ἐῴκει μὲν τὰ ῥήματα ἐλαίου καὶ βουτύρου λειότητι· τὰ δὲ βουλεύματα, βέλεσι καὶ δόρασιν ὀξυτάτοις. [Λόγχαι γὰρ μᾶλλον ὑπῆρχον αἱ βολίδες αὐτῶν·] λόγχας γὰρ ὁ Ἀκύλας 80.1281 τὰς βολίδας ἡρμήνευσεν. Οὕτω ταῦτα ὁ θεῖος ∆αβὶδ καὶ περὶ τῶν αὐτῷ συμβεβηκότων διεξελθὼν, καὶ τὰς ∆εσποτικὰς προθεὶς ἐπιβουλὰς, συμβουλὴν πᾶσιν ἀνθρώποις προσφέρει, τὴν εἰς Θεὸν ἔχειν ἐλπίδα παρεγγυῶν. κγʹ. "Ἐπίῤῥιψον ἐπὶ Κύριον τὴν μέριμνάν σου· καὶ αὐτός σε διαθρέψει." [Οὐ μόνον, φησὶ, ἐν ταῦθα δοξάσει, ἀλλὰ καὶ ἐν τῇ παλιγγενεσίᾳ τῆς θεοπτίας ἀξιώσει. Οὐκοῦν] Κυβερνήτην ἔχε, φησὶ, τὸν Θεὸν, καὶ ἡνίοχον· καὶ τὰ κατὰ σαυτὸν τῆς προνοίας ἐκείνης ἐξάρτησον· οὕτω γὰρ ἀσάλευτος διαμενεῖς καὶ ἀκλόνητος· καὶ γάρ φησιν, "Οὐ δώσει εἰς τὸν αἰῶνα σάλον τῷ δικαίῳ." Κἂν γὰρ συγχωρήσῃ ποτὲ περιπεσεῖν πειρασμῷ, ἀλλὰ ταχεῖαν παρέξει βοήθειαν. Ἀτεχνῶς δὲ τοῦτο ἔοικε τοῖς ἀποστολικοῖς ῥητοῖς, "Πιστὸς ὁ Θεὸς, ὃς οὐκ ἐάσει ὑμᾶς πειρασθῆναι ὑπὲρ ὃ δύνασθε, ἀλλὰ ποιήσει σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν τοῦ δύνασθαι ὑμᾶς ὑπενεγκεῖν." κδʹ. "Σὺ δὲ, ὁ Θεὸς, κατάξεις αὐτοὺς εἰς φρέαρ διαφθορᾶς." Τοὺς γὰρ ἐπιβουλεύειν τῷ δικαίῳ τολμῶντας τιμωρίᾳ παραδώσει διηνεκεῖ. Φρέαρ γὰρ διαφθορᾶς τὴν ἄφυκτον ἐκάλεσε τιμωρίαν. Ὥσπερ γὰρ τὸν εἰς φρέαρ ἐμπεπτωκότα, ἰλύος τινὸς καὶ βορβόρου μεστὸν, διαφυγεῖν τὸν ὄλεθρον τῶν ἀδυνά των· οὕτω τὸν ὑπὸ Θεοῦ κολαζόμενον οὐκ ἔνεστιν ἑτέρωθεν σωτηρίαν εὑρεῖν. [Καὶ ἀκούετε, φησὶν, οἱ δείλαιοι.] "Ἄνδρες αἱμάτων καὶ δολιότητος οὐ μὴ