122
ἀγαπητὲ Λιτόιε. μὴ δὴ οὖν ἐν τοῖς προλαβοῦσι καταπέσῃς ἐφ' ὅσοις καὶ ὑπεσκελίσθης συμβάμασιν ἐξ ἁμαρτιῶν μου. μὴ γὰρ οὐκ ἔστιν ῥητίνη, φησίν, ἐν Γαλαάδ; ἢ ὁ ἀποστρέφων οὐκ ἐπιστρέφει; ἐπιστράφητε πρός με, βοᾷ ὁ θεός. ἀναπαλαίσας στρατιώτης καὶ πάλιν στρατιώτης, ὡσαύτως καὶ κυβερνήτης· οὐ γὰρ εἰ καὶ τὴν πρὸς θάνατον ἁμαρτίαν ἡμάρτομεν, οὐκέτι ἔστι ζῆν. ζῶμεν πάλιν διὰ μετανοίας· ἀψευδὴς γὰρ ὁ εἰπών, ζῶ ἐγώ, λέγει Κύριος, οὐ θέλω τὸν θάνατον τοῦ ἁμαρτωλοῦ ὡς τὸ ἐπιστρέψαι καὶ ζῆν αὐτόν. ὥστε ἔστι μετὰ θάνατον ἁμαρτίας ζῆσαι, οὐκέτι δὲ μετὰ τὴν ἐνθένδε ἀποβίωσιν συνέκλεισεν γὰρ κατ' αὐτοῦ, φησίν. ∆εῦρο λοιπόν, ἀδελφέ, προφθάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει, ἐγγὺς Κύριος τοῖς ἐπικαλουμένοις αὐτόν. στέρξον, τέκνον μου, ἐν τῷ οἰκονόμῳ, ἐὰν ἐμοὶ πείθῃ· οἱ γὰρ ἀνατρέποντές σε πάλαι τὴν ἔξοδον ἐχθροὶ καὶ οὐ φίλοι, οὔτε σοῦ οὔτε θεοῦ. κοπίασον μικρόν, δέομαι, ἐπιλαβοῦ ἀρχῆς, ἕξεως φροντιστικῆς τῆς σωτηρίας, ὅτι ᾗ ὥρᾳ οὐ προσδοκῶμεν ὁ Κύριος ἔρχεται· μνήσθητι, τέκνον, τῆς ἀποταγῆς σου, τῆς ὑποταγῆς, τῆς κοπῆς τοῦ θελήματός σου, τῶν λοιπῶν κόπων καὶ ἀγώνων σου. ἐγὼ ἐγγυητής σου τῆς σωτηρίας, ὁ ἁμαρτωλός· ἐγὼ ἔτεκον, ἐγὼ ἰατρεύσω. μόνον αὐτὸς στῆθι, μόνον ἀνάνηξον τοῦ βάρους τῆς ἀθυμίας, μόνον ἔπεχε σεαυτῷ, μόνον μὴ μονωθῇς ἔτι, κἂν συμβῇ μὴ συμποιεῖν μηδ' αὖ πως συνεῖναί σε τῷ οἰκονόμῳ. Ταῦτα τὸ νῦν, ἐπεὶ καί, ἡνίκα τύχῃ γραμματηφόρος, οὐ κατοκνήσω γράφοντί σοι ἀντιγράφειν. αὐτὸς ὁ Κύριος τῆς σωτηρίας ἡμῶν ἐφαψάμενός σου τῆς καρδίας ἐμποιήσειεν φῶς ἐν τῇ ψυχῇ σου, παράκλησιν, διέγερσιν, ἐργασίαν καθ' ὅσον οἷόν τε καὶ σώσειεν εἰς τὴν βασιλείαν αὐτοῦ τὴν ἐπουράνιον. τέκνον μου, προσεύχου μοι, ἵνα σωθῶ κἀγώ. οἱ ἀδελφοί σου προσαγορεύουσίν σε. 155 {1Τῷ αὐτῷ}1 Οἷα χαίρω ὁ ταπεινὸς δεχόμενός σου λόγον, τέκνον, καὶ ἔχων ἐν καρδίᾳ ὃν πάλαι ἀπώλεσα. ἀλλὰ χάρις τῷ συνάψαντι θεῷ· εἴθε καὶ τὸ πρόσωπον εἶδον, ὤφελον καὶ ζώσης σου φωνῆς ἐπαϊέναι. οὕτω σε ποθῶ καὶ χαίρω ἀνακληθέντα. μὴ δὴ οὖν ῥαθυμήσειας, υἱέ μου, εὐθυμῶν δὲ πορεύου τὴν ἐν Κυρίῳ πορείαν τῆς ψυχῆς, τὰ ὑποβληθέντα παρὰ τοῦ ἐμποδιστοῦ τῆς σωτηρίας σκῶλα καὶ ἐμπτώματα πόρρω βάλλων καὶ ὁδοποιῶν ἑαυτῷ τὴν πρὸς θεὸν εἴσοδον· ἤνοικται γάρ σοι ἤδη, τῶν κλείθρων τῆς ἁμαρτίας ἀρθέντων. ἄλειψαί σου τοὺς νοητοὺς πόδας καὶ κατὰ μικρὸν κινούμενος πέποιθα ὅτι καὶ ὀξυποδίσεις καὶ φθάσεις εἰσελθεῖν εἰς τὰ ποθούμενα. ἤδη πρόκειται καὶ ὁ ἀγών· τί οὖν παράδοξον καὶ εἰς κατάλογόν σε μαρτύρων φθάσαι; ναί, τέκνον μου Λιτόιε, στῆθι, σώθητι, εὐδόξησον. εὖ δὲ πάνυ ὅτι ἀπορίᾳ μετὰ τοῦ οἰκονόμου σε εἶναι ᾠκονομήθη· συνεζεύχθης τῷ Προτερίῳ ἀδελφῷ, τῆς ταπεινώσεως ἔργον, ταπείνωσις δὲ τὸ καθαιρετικὸν φάρμακον τοῦ ἀντικειμένου. Εἰρήνη σοι καὶ ἰσχὺς ἐκ θεοῦ. προσεύχου περὶ ἐμοῦ. οἱ σὺν ἐμοὶ ἀσπάζονταί σε. 156 {1Εἰρήνῃ πατρικίᾳ}1 Καὶ γράφοντες καὶ μὴ γράφοντες ἔργον ἔχομεν ἀνεπιλήστως μνημονεύειν σου τῆς τιμιότητος οὐ μόνον κατὰ τὸν τῆς εὐεργεσίας λόγον, ὃν ἐνεδείξω ἔκπαλαι πρὸς τὴν ταπείνωσιν ἡμῶν, ἀλλὰ γὰρ καὶ κατὰ τὸν τῆς ὁμολογίας Χριστοῦ τρόπον, συντάσσοντές σε τοῖς ὧδε κἀκεῖσε διὰ Χριστὸν περιωρισμένοις καὶ ἐναθλοῦσι· μὴ γὰρ καὶ αὐτὴ οὐ δεδιωγμένη, οὐκ ἄποικος, οὐκ ἄπολις, οὐ περιωρισμένη, οὐκ ἐμπαράσκευος ἀεὶ πρὸς κινδύνους; ναὶ ἀληθῶς καὶ διὰ τοῦτο μακαρία, ὅτι σοί ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. τίς οὐκ οἶδεν τῶν ὁμολογητῶν ὅτι συνωμολόγησας; ποῦ οὐκ ἠκούτισται ὅτι καὶ συγκλητικὴ ἐν μάρτυσιν; ἐθαύμασάν σε μοναστῶν τάγματα, ᾔνεσάν σε λαϊκῶν συνεδρεύματα· τί δὲ ταῦτα; αὐτὰ τὰ τῶν ἀγγέλων καὶ ἁγίων τάγματα εὐφράνθησαν ἐπὶ σοί. καὶ μὴ δοκήσῃς κολακείαν εἶναι τὸν λόγον. βλέπε οὖν, ὦ μάρτυς Χριστοῦ, οἷον τετίμησαι, οἷον ὕψωσαι· σύγκρινόν μοι πηλὸν καὶ χρυσόν, τοσοῦτον καὶ πολλῷ πλέον οὗ κατέλιπες ἐπιγείου ἀξιώματος τὸ νῦν δωρηθέν σοι ὑπὸ θεοῦ ἀξίωμα ἐπουράνιον, μάρτυρα καλεῖσθαι Χριστοῦ, ὁμολογητὴν