122
στρατηγὸν Ἀρμενίας ὁ βασιλεὺς πεποίηκεν· ὃς ἐληλυθὼς ἐν τῷ Νυμφίῳ ποταμῷ, ἔνθα τῷ Τίγριδι μίγνυται, συμβάλλει πόλεμον μετὰ Καρδαρίγα (Καρδαρίγας δὲ οὐκ ἔστι κύριον ὄνομα, ἀλλ' ἀξία μεγίστη παρὰ Πέρσαις) τοῦ τῶν Περσῶν στρατηγοῦ, καὶ κρατοῦσι τῶν βαρβάρων οἱ Ῥωμαῖοι. Κροῦς δὲ ὁ ὑποστράτηγος φθόνῳ ζηλοτυπήσας τρέπεται. τοῦτον ἰδόντες καὶ οἱ λοιποὶ τῶν Ῥωμαίων ἐτράπησαν καὶ μόλις ἐπὶ τὸν χάρακα διασώζονται. δευτέρας δὲ συμβολῆς γενομένης ἡττῶνται Ῥωμαῖοι καὶ πολλοὶ ἐξ αὐτῶν διεφθάρησαν. βʹ. ιαʹ. γʹ. ιβʹ. εʹ. ιδʹ. Τούτῳ τῷ ἔτει μηνὶ ∆εκεμβρίῳ κεʹ, ἰνδικτιῶνος βʹ, ὕπατος ὁ βασιλεὺς ἀναγορεύεται, καὶ πολλοὺς θησαυροὺς τῇ πόλει ἐδωρήσατο. προβάλλεται δὲ Φιλιππικὸν στρατηγὸν τῆς ἑῴας ποιήσας αὐτὸν γαμβρὸν εἰς Γορδίαν τὴν ἰδίαν ἀδελφήν. ὁ δὲ Φιλιππικὸς καταλαβὼν τὰ Περσικὰ μέρη ἐπλησίασε τῇ Νισίβει· καὶ ἀθρόως εἰς τὴν Περσίδα εἰσβαλὼν πολλὴν αἰχμαλωσίαν ἔλαβεν. τοῦτο δὲ μαθὼν Καρδαρίγας, ὁ τῶν Περσῶν στρατηγός, ἔγκρυμμα ποιήσας ἠβουλήθη λοχῆσαι τὰ τῶν Ῥωμαίων στρατόπεδα. ὁ δὲ Φιλιππικὸς τὴν αἰχμα254 λωσίαν διασώσας διὰ τῶν ὀρέων εἰς τὴν τῶν Μήδων χώραν παρέβαλε καὶ πολλὰ χωρία διέφθειρε τῆς Μηδικῆς καὶ ὑπέστρεψεν ἐπὶ τὰ Ῥωμαϊκά. ὁ δὲ Χαγάνος τὴν εἰρήνην διαλῦσαι δόλῳ ἔσπευδεν. τὰ γὰρ Σκλαυινῶν ἔθνη κατὰ τῆς Θρᾴκης ἐξώπλισεν· ἅ τινα παρεγένοντο μέχρι τῶν Μακρῶν τειχέων πολλὴν ἅλωσιν ποιούμενα. ὁ δὲ βασιλεὺς τὰ τοῦ παλατίου στρατεύματα ἐξαγαγὼν τῆς πόλεως καὶ τοὺς δήμους φυλάττειν τὰ Μακρὰ τείχη ἐκέλευσεν. καὶ Κομεντίολον στρατηγὸν χειροτονήσας καὶ ἐξοπλίσας κατὰ τῶν βαρβάρων ἀπέστειλεν. ὁ δὲ ἀδοκήτως τοῖς βαρβάροις ἐπιπεσὼν πολλὰ πλήθη ἀνεῖλε καὶ τούτους ἀπήλασεν. παραγενόμενος δὲ ἐν Ἀδριανουπόλει περιέτυχεν Ἀρδαγάστῳ πλήθη Σκλαυινῶν μετὰ αἰχμαλωσίας ἐπιφερομένῳ· καὶ τούτῳ ἐπιπεσὼν τήν τε αἰχμαλωσίαν διέσωσε καὶ νίκην μεγάλην περιεβάλετο. γʹ. ιβʹ. δʹ. ιγʹ. ϛʹ. ιεʹ. Τούτῳ τῷ ἔτει Φιλιππικὸς ἀναλαβὼν τὰ στρατεύματα ἐπὶ τὴν Περσικὴν χώραν ἐξώρμησεν. καὶ καταλαβὼν τὴν Ἀρζανηνὴν μεγάλης αἰχμαλωσίας ἐκράτησε καὶ δειλίαν τοῖς Περσικοῖς ἐμποιεῖ στρατεύμασιν· νόσῳ δὲ περιπεσὼν ὁ Φιλιππικὸς ἐπὶ τὴν Μαρτυρόπολιν παραγίνεται χειροτονήσας τὸν Ἀνεψὶχ ἐξηγεῖσθαι τῶν λαῶν, καὶ Στέφανον ταγματάρχην προστησάμενος. ὁ δὲ Καρδαρίγας καταλαβὼν τὴν Μαρτυρόπολιν ταύτης τὰ προάστεια ἐμπρήσας πάντα ὑπέστρεψεν. ὁ δὲ Φιλιππικὸς ἐν Κωνσταντινουπόλει νοσῶν παραγέγονεν, καὶ τὰ στρατεύματα ὑπέστρεψεν ἀβλαβῶς εἰς τὰ ἴδια. Τῷ δ' αὐτῷ ἔτει ἐτέχθη τῷ βασιλεῖ υἱός, καὶ ἐπωνόμασεν αὐτὸν Θεοδόσιον. δʹ. ιγʹ. εʹ. ιδʹ. ζʹ. ιϛʹ. Τούτῳ τῷ ἔτει Φιλιππικὸς ἐξεληλυθὼς τῆς βασιλίδος πόλεως στρατοπεδεύεται ἐπὶ τὴν Ἄμιδαν πόλιν, καὶ ἀθροίσας τὸ ὁπλιτικὸν ἠρώτα, εἰ προθύμως ἔχουσι πρὸς τὸν πόλεμον χωρῆσαι. τῶν δὲ Ῥωμαίων ὅρκοις πεισάντων αὐτὸν μετὰ προθυμίας πολεμεῖν παρα255 γίνεται ἐπὶ τὸ Ἄρζαμον. ὁ δὲ Καρδαρίγας τοῦτο μαθὼν γέλωτι τὴν ἀκοὴν ἀπεπέμπετο, ἐνύπνιον εἶναι δοκῶν τὸ λεγόμενον. καλέσας δὲ τοὺς μάγους ἠρώτα, τίς ἔσται τῆς νίκης κύριος. οἱ δὲ τῶν δαιμόνων θεραπευταὶ Πέρσας ἔφασκον ὑπὸ τῶν θεῶν τὴν νίκην ἀπενέγκασθαι. σκιρτῶσι τοίνυν ἐπὶ τούτοις οἱ Πέρσαι ταῖς τῶν μάγων ὑποσχέσεσιν εὐφραινόμενοι καὶ δημιουργοῦσιν εὐθὺς ξυλοπέδας ἐκ ξύλου τε καὶ σιδήρου, ὅπως τοῖς Ῥωμαίοις ὑποβάλωσιν. ὁ δὲ στρατηγὸς παρεγγυᾷ τοῖς Ῥωμαίοις τοὺς γεωργικοὺς μὴ λυμαίνεσθαι πόνους, ὅπως μὴ ἡ μισοπόνηρος δικαιοσύνη τοῦ θεοῦ ἐπὶ τοὺς βαρβάρους μετοικίσῃ τὴν νίκην. τῇ οὖν ἐπιούσῃ ἀποστέλλει ὁ στρατηγὸς δύο φυλάρχους τῶν Σαρακηνῶν, καὶ ζωγροῦσι Πέρσας ζῶντας, δι' ὧν ἔγνωσαν τῶν ἐναντίων τὰ κινήματα· οἳ ἔφασαν τῇ κυριακῇ ἡμέρᾳ βούλεσθαι τοὺς βαρβάρους ἐπιθέσθαι τοῖς Ῥωμαίοις. ὁ δὲ Φιλιππικὸς ἐξ ἑωθινοῦ τοὺς Ῥωμαίους συντάξας τρισὶ φάλαγξιν ἀπήντα πρὸς πόλεμον. αὐτὸς δὲ ἀναλαβὼν τὴν θεανδρικὴν μορφήν, ἣν ἀχειροποίητον οἱ Ῥωμαῖοι δοξάζουσιν, διατρέχων τὰς