123
τὴν ἱερωσύνην, τὴν τοπικὴν λατρείαν ἑτέρως μετεποίησεν, ἀντὶ μὲν καθημερινοῦ ἓν μόνον δοὺς βάπτισμα τὸ εἰς τὸν αὐτοῦ θάνατον, ἀντὶ δὲ μιᾶς φυλῆς ἀφ' ἑκάστου ἔθνους προστάξας τοὺς ἀρίστους εἰς ἱερωσύνην προχειρίζεσθαι, καὶ οὐ τὰ σώματα μωμοσκοπεῖσθαι, ἀλλὰ θρησκείαν καὶ βίους· ἀντὶ θυσίας τῆς δι' αἱμάτων τὴν λογικὴν καὶ ἀναί μακτον καὶ τὴν μυστικήν, ἥτις εἰς τὸν θάνατον τοῦ Κυρίου συμβόλων χάριν ἐπιτελεῖται, τοῦ σώματος αὐτοῦ καὶ τοῦ αἵματος· ἀντὶ δὲ τοπικῆς λατρείας ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ προσέ ταξεν δοξάζεσθαι αὐτὸν καὶ ἐδικαίωσεν. Oὐ νόμον οὖν περιεῖλεν ἀφ' ἡμῶν, ἀλλὰ δεσμά· περὶ γὰρ τοῦ νόμου καὶ Μωϋσῆς λέγει· «Μελετήσεις τὸ ῥῆμα, ὃ ἐγώ σοι ἐντέλλομαι, καθήμενος ἐν οἴκῳ καὶ ἀνιστάμενος καὶ περιπατῶν ἐν ὁδῷ.» Καὶ ὁ ∆αυὶδ λέγει· «Ἐν τῷ νόμῳ Κυρίου τὸ θέλημα αὐτοῦ, καὶ ἐν τῷ νόμῳ αὐτοῦ μελετήσει ἡμέρας καὶ νυκτός.» Πανταχοῦ γὰρ ἐννόμους ἡμᾶς εἶναι βούλεται, ἀλλ' οὐχὶ παρανόμους· «Μακάριοι γάρ, φησίν, οἱ ἄμωμοι ἐν ὁδῷ, οἱ πορευόμενοι ἐν νόμῳ Κυρίου· μακάριοι οἱ ἐξερευνῶντες τὰ μαρτύρια αὐτοῦ, ἐν ὅδῃ καρδίᾳ ἐκζητήσουσιν αὐτόν.» Καὶ πάλιν· «Μακάριοί ἐσμεν, Ἰσραήλ, ὅτι τὰ ἀρεστὰ τῷ Θεῷ γνωστὰ ἡμῖν ἐστιν.» Καὶ ὁ Κύριός φησιν· «Eἰ ταῦτα οἴδατε, μακάριοί ἐστε, ἐὰν ποιῆτε αὐτά.» Oὐ μόνον δὲ τὸν τῆς δικαιοσύνης νόμον δι' ἡμῶν ἐπιδείκνυσθαι βούλεται, ἀλλὰ καὶ διὰ Ῥωμαίων εὐδόκησεν αὐτὸν φαίνεσθαι καὶ λάμπειν· καὶ γὰρ καὶ οὗτοι πιστεύσαντες ἐπὶ τὸν Κύριον καὶ πολυθεΐας ἀπέστησαν καὶ ἀδικίας, καὶ τοὺς ἀγαθοὺς ἀποδέχονται καὶ τοὺς φαύλους κολάζουσιν. Ἰουδαίους δὲ ὑποφόρους ἔχουσιν καὶ τοῖς ἰδίοις δικαιώμα σιν οὐκ ἐῶσιν κεχρῆσθαι, ἐπειδὴ καὶ ἑκούσιον ἐπεσπά σαντο τὴν δουλείαν εἰπόντες· «Oὐκ ἔχομεν βασιλέα εἰ μὴ Καίσαρα», καί· «Ἐὰν μὴ ἀποκτείνωμεν, φησίν, τὸν Χριστόν, πάντες εἰς αὐτὸν πιστεύσουσιν, καὶ ἐλεύσονται οἱ Ῥωμαῖοι καὶ ἀροῦσιν ἡμῶν καὶ τὸν τόπον καὶ τὸ ἔθνος.» Καὶ ἄκοντες προεφήτευσαν· καὶ γὰρ καὶ ἐπίστευσαν εἰς αὐτὸν τὰ ἔθνη, καὶ αὐτοὶ ὑπὸ Ῥωμαίων τῆς ἐξουσίας περιῃρέθησαν καὶ τῆς νομικῆς λατρείας, κεκωλυμένοι δέ εἰσι καὶ ἀναιρεῖν οὓς ἂν θέλωσι καὶ θύειν ὅτε θέλωσιν. ∆ιὸ καὶ εἰσὶν ἐπικατάρατοι, μὴ δυνάμενοι ποιεῖν τὰ διατεταγμένα· «Ἐπικατάρατος γάρ, φησίν, ὃς οὐκ ἐμμένει ἐν πᾶσι τοῖς γεγραμμένοις ἐν τῷ βιβλίῳ τοῦ νόμου, τοῦ ποιῆσαι αὐτά.» Ἀδύνατον δέ ἐστιν ἐν διασπορᾷ μεταξὺ