Expositio in Psalmos ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
Εἰς τὸ τέλος, ἐν ὕμνοις. Ψαλμὸς ᾠδῆς τῷ ∆αβίδ. (A f. 20.) Τὸν μὲν τρίτον
Τῷ Κυρίῳ ὑπὲρ τῶν λόγων Χουσὶ υἱοῦ Ἰεμενεί. (A f. 3 b) Σὺ δέ μοι ὅρα, ὅτι σε
ΨΑΛΜΟΣ ΙΘʹ. Ἐπακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως. (A f. 116 b.) Ἀεὶ τῶν ἁγίων τέταται
Κρῖνόν με, Κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην. (A f. 141) Τὸ μέν τοι
Μέγας Κύριος, καὶ αἰνετὸς σφόδρα ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἀγίῳ
κοιλάδες χρηματίζουσιν; Ὅτι τῶν νοητῶν ὀρῶν, δηλαδὴ τῶν προφητῶν, τὸ ὕδωρ ἀποδέχονται.
Εἶπα τοῖς παρανομοῦσι, μὴ παρανομεῖν, καὶ τοῖς ἁμαρτάνουσι· Μὴ ὑψοῦτε
Πρὸς σὲ κεκράξομαι ὅλην τὴν ἡμέραν. (E f. 177, K f. 159 b) Τὸ ὅλην τὴν
[Καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου. Νοητὸς δέ που πάντως ὁ τοιοῦτός
ὑπο λάβοι, μὴ τὰ ἀπὸ στόματος Κυρίου μᾶλλον, ἀλλ' ἐκ καρδίας τῆς ἑαυτοῦ τὸν Ψάλλοντα ποιεῖσθαι τοὺς λόγους, προσεπήνεγκεν· "Ὁ Θεὸς, ὁ Θεός σού εἰμι ἐγώ." Ποῖος οὖν; Ἀγαθὸς, ὁ ἐκ καμίνου σιδηρᾶς ἀπαλλάξας τὸν Ἰσραὴλ τῆς Αἰγυπτίων πλεονεξίας, ὁ τὴν διὰ θαλάττης ὁδὸν δωρησάμενος, ὁ ἐν ἐρήμῳ διαθρέψας, ὁ τὸν νόμον ἐκεῖνόν σοι δεδωκώς. Μὴ γὰρ δὴ ἄλλον με νομοθέτην νομίσῃς, τῶν νόμων ὁρῶν τὸ διάφορον. Ἐὰν πεινάσω, οὐ μή σοι εἴπω. (B f. 194 b, I f. 281 b, L f. 132.) Ὡς ἐν ἔθει δὲ 69.1084 ληπτέον τὸ, "Ἐὰν πεινάσω, οὐ μή σοι εἴπω." Τὸ γὰρ ἀνέφικτον ὡς ἐφικτὸν ὑποτίθεται, διελέγχων τοὺς ἀνοήτους. Ὡς γὰρ ὁ προφήτης φησὶν Ἡσαΐας, "Θεὸς αἰώνιος, Θεὸς ὁ κατασκευάσας τὰ ἄκρα τῆς γῆς, οὐ πεινάσει, οὐδὲ κοπιάσει, οὐδ' ἔστιν ἐξεύρεσις τῆς φρονήσεως αὐτοῦ." Τῷ ἁμαρτωλῷ εἶπεν ὁ Θεὸς, κ.τ.λ. (B f. 195.) Ὅτι μὴ τοῖς τῶν εἰδώλων θεραπευ ταῖς, καὶ τοῖς οὔπω τὸ θεῖον πλουτήσασιν φῶς τὰ τοιάδε προσδιαλέγεται Θεὸς, ἀλλὰ τοῖς ἐξ αἵματος Ἰσραὴλ, δῆλον ἂν εἴη δήπουθεν. Ποία γὰρ ἦν ὅλως παρ' ἐκείνοις τοῦ θείου νόμου μελέτη, οἳ μηδὲ ὅτι τέθειται διεγνώκασιν; Τίς δὲ παρ' ἐκείνοις ἦν ὁ τὴν θείαν διαθήκην ἀναλαβὼν ἐπὶ στόματος; Ἁμαρτω λὸν οὖν ἄρα φησὶν ἐν τούτοις τὸν ἀπειθῆ καὶ ἀλύτρω τον Ἰουδαῖον τὸν ἔτι δοῦλον τῆς ἁμαρτίας. "Πᾶς γὰρ, φησὶν, ὁ ποιῶν τὴν ἁμαρτίαν, δοῦλός ἐστιν τῆς ἁμαρτίας." Οὐ γὰρ ἠλευθέρωσεν αὐτοὺς ὁ Υἱός. [Εἶτα ἐγὼ μὲν ἀνεξικακῶν σεσίγηκα, καὶ οὐχ ὑπήρτησά σοι παραχρῆμα πλημμελοῦντι τὰς δίκας, περιμένων τὴν μετάγνωσιν· ὑπέλαβες δὲ σὺ ὅτι ἔσομαί σοι ὅμοιος, τουτέστιν, ᾠήθης ὅτι οὐκ ἀνεξι κακῶν σεσίγηκα μᾶλλον, ἀλλ' ἐπαίνων τὸν σὸν ἀξιώσας βίον, ἢ τάχα που καὶ ἡσθεὶς ἐφ' οἷς ἔδρασας παρὰ νόμον. Ἐλέγξω δὴ οὖν σε, τὴν δίκην ἐπιθεὶς, καὶ τῶν ἐκτόπως βεβιωμένων πραττόμενος λόγους, καὶ οἷον κατὰ πρόσωπόν σου τὴν σὴν ἀνομίαν ἱστὰς, ἵνα σε κολάσῃ τὸ συνειδός· καὶ αὐτὸ συμμαχεῖται τὸ πλημμέλημα τὸ σὸν κατηγοροῦν σου καὶ κατακρί νον· δεινὸν γὰρ εἰς ἐλέγχους τὸ συνειδός.] Καθήμενος κατὰ τοῦ ἀδελφοῦ σου κατελάλεις. (B f. 15 b.) Καθήμενοι δὲ καὶ ἐν συνεδρίοις κατ ελάλουν Χριστοῦ λέγοντες· "Τί ποιοῦμεν, ὅτι οὗτος ὁ ἄνθρωπος πολλὰ ποιεῖ σημεῖα; Ἐὰν ἀφῶμεν αὐ τὸν οὕτως, ἐλεύσονται οἱ Ῥωμαῖοι καὶ ἀροῦσιν ἡμῖν καὶ τὸ ἔθνος καὶ τὴν χώραν." Τότε καὶ τὸ κατ' αὐ τοῦ σκάνδαλον ἐτεκτήναντο, καὶ τὴν τοῦ θανάτου πάγην ἐσκεύασαν· προσήγαγον γὰρ Πιλάτῳ καὶ σταυροῦσθαι παρεκάλουν. Εἰ δὲ ἀδελφὸν τῶν Ἰου δαίων καὶ υἱὸν τῆς μητρὸς αὐτῶν ὀνομάζει Χριστὸν, οὐκ ἔξω φέρεται τοῦ καθήκοντος τὸ χρῆμα λόγου. Γέγονεν γὰρ κατὰ σάρκα ἐξ Ἰουδαίων, καὶ υἱὸς ἂν λέγοιτο διὰ τοῦτο τῆς Συναγωγῆς. Καὶ ἐκεῖ ὁδὸς ᾗ δείξω αὐτῷ τὸ σωτήριον Θεοῦ. (A f. 286 b, I f. 283 b.) Ἐπιτήρησον γὰρ ὅτι, καί τοι πάλαι δοθέντος τοῦ νόμου, ὡς οὔπω δειχθείσης τῆς ὁδοῦ δι' ἧς ἄν τις ἐλάσαι πρὸς σωτηρίαν, ἐπιδεί ξειν αὐτὴν ἐπαγγέλλεται. Ἀσυγκρίτως δὴ οὖν ἐν ἀμείνοσι τῶν διὰ Μωσέως τὰ διὰ Χριστοῦ, εἴπερ ἐν αὐτοῖς ἡ τῆς σωτηρίας ὁδὸς, αὐτὸς ἂν νοοῖτο ὁ Χρι στὸς, καὶ τὰ δι' αὐτοῦ θεσπίσματα. Ἔφη γοῦν Ἡσαΐας μὲν ὁ θεσπέσιος· ["Ἔσται ἐκεῖ ὁδὸς καθαρὰ, καὶ ὁδὸς ἁγία κλη θήσεται." Καὶ πάλιν Ἱερεμίας· "Στῆτε ἐν ταῖς 69.1085 ὁδοῖς, καὶ ἐρωτήσατε τρίβους Κυρίου αἰωνίους, καὶ ἴδετε ποία ἐστὶν ἡ ὁδὸς ἡ ἀγαθὴ, καὶ βαδίζετε ἐν αὐ τῇ, καὶ εὐρήσετε ἁγνισμὸν ταῖς ψυχαῖς ὑμῶν." Ἑαυ τόν γε μὴν ὁ Σωτὴρ τὴν ὁδὸν ὄντα τὴν σωτήριον ἀπέφηνε, λέγων· "Ἐγώ εἰμι ἡ ὁδός." Ὡς γὰρ ὁ αὐτοῦ φησι μαθητὴς, "Οὐκ ἔστι ἕτερον ὄνομα ὑπὸ τὸν οὐρανὸν τὸ δεδομένον ἀνθρώποις, ἐν ᾧ δεῖ σωθῆναι ἡμᾶς·" οὕτω καὶ ὁ θεῖος ∆αβὶδ αὐτὸν εἶναί φησι τὸ ἀληθὲς καὶ μέγα καθάρσιον.]
ΨΑΛΜΟΣ Νʹ.