συμβάλλεται. Ἀθήναιος δὲ ἱστορεῖ παρά τινος, καὶ ὅτι εἰς σχοινία, ἡτοιμάσατο λευκέαν μὲν, ἐξ Ἰβηρίας. κάνναβιν δὲ, ἐκ τοῦ Ἠριδανοῦ ποταμοῦ. εἴη δ' ἂν ἴσως λευκέα, δέρμα λεύκης παρόμοιον τῷ ἐκ φιλύρας. καὶ τοιάδε μὲν καὶ τάδε· οἷς προσθετέον, καὶ ὅτι Λάκωνες τοὺς ἱμάντας, βειέλοπας ἐκάλουν. ὁ δὲ τοῦτο γράψας τεχνικὸς, λέγει καὶ ὅτι παρ' ἐκείνοις βείδιοι οἱ ἄρχοντες. ἀμφοῖν δὲ τούτοιν αἱ ἄρχουσαι, διὰ τῆς εˉι διφθόγγου παραδέδονται. (ῃερς. 427.) Τὸ δὲ ἔπρησεν, ἀντὶ τοῦ ἐφύσησεν, ἐκ τοῦ πρήθω. ἀφ' οὗ καὶ πρηστήρ. (ῃερς. 428.) Στεῖραν δὲ τὴν τρόπιν λέγει, διὰ τὸ στεῤῥὰν αὐτὴν ὀφείλειν εἶναι. Τὸ δὲ πορφύρεον, ὠκείωται τῇ θαλάσσῃ. ὅθεν ἁλιπόρφυρα παρὰ τοῖς παλαιοῖς, ἁλίκλυστα. ἁλουργά. πορφυρά. Τὸ δὲ ἴαχεν, ὠνοματοπεποίηται. τραχύτερον ὂν τοῦ ἤχου. Τὸ δὲ ἐπιστεφέας οἴνου ὅ ἐστι πλήρεις, παρέξεσται ἀπὸ τοῦ, κρατῆρας ἐπεστέψαντο ποτοῖο. (ῃερς. 434.) Ἐν δὲ τῷ, παννυχίη καὶ ἠῶ, ὤφειλε μὲν ὀρθῶς, ἑῴα εἰπεῖν ἤ τι τοιοῦτον. δηλοῖ δὲ ἡ ἠὼς αὕτη, τὸν ὄρθρον, ὃς εὐθὺς μετὰ τὴν νύκτα ἐπιτέλλει. Τὸ δὲ ἔπειρεν, ἀντὶ τοῦ διεπέρα, οὗ ὁ μέλλων μεταχθεὶς εἰς ἐνεστῶτα, ποιεῖ τὸ περῶ. ἐξ οὗ ὁ πόρος. τούτου ἡ μετοχὴ ἐν τῷ, ἀλεγεινά τε κύματα πείρων. Σημείωσαι δὲ ὅτι πρῶτος ἂν ῥηθείη πλοῦς, ὁ ὑπὸ τοῦ Ὁμήρου ὡς ἐῤῥέθη φρασθείς. εἴγε δεύτερος πλοῦς λέγεται, ὅτε ἀποτυχῶν τις οὐρίου, κώπαις πλέει κατὰ Παυσανίαν. 1.108 ΥΠΟΘΕΣΙΣ ΤΗΣ Γ. ΟΜΗΡΟΥ ΡΑΨΩΙ∆ΙΑΣ. Τηλέμαχον ἐλθόντα σὺν Ἀθηνᾷ ξενίζει Νέστωρ, καὶ διηγεῖται αὐτῷ τὰ συμβεβηκότα τοῖς Ἕλλησι, καὶ τὸν ἐκ Τροίας ἀπόπλουν. πυθόμενος δὲ τὰ περὶ τοὺς μνηστῆρας, καὶ γνωρίσας τὴν Ἀθηνᾶν ἀπιοῦσαν, θυσίαν αὐτῇ ἐπιτελεῖ. λαβὼν δὲ ὁ Τηλέμαχος ἅρμα σὺν Πεισιστράτῳ Νέστορος υἱεῖ, εἰς Σπάρτην ἀπαίρει. νυκτὸς δὲ ἐπιγενομένης ξενίζονται παρὰ ∆ιοκλεῖ ἐν Φηραῖς. Ο∆ΥΣΣΕΙΑΣ Γ. ΟΜΗΡΟΥ ΡΑΨΩΙ∆ΙΑ. Ὅτι τῆς γάμμα ῥαψωδίας ἐπιγραφὴ, ἄφιξις Τηλεμάχου εἰς Πύλον. Ὅτι τὸ, Ἠέλιος δ' ἀνόρουσε λιπὼν περικαλλέα λίμνην, Οὐρανὸν ἐς πολύχαλκον, ἵν' ἀθανάτοισι φαείνῃ. Καὶ θνητοῖσι βροτοῖσιν ἐπὶ ζείδωρον ἄρουραν, περίφρασίς ἐστιν, ἀντὶ τοῦ, ἐγένετο ἡμέρα. ὥσπερ δὲ τὸ ὕδωρ ἀγλαόν που φησὶν, οὕτω καὶ περικαλλέα λίμνην τὸν Ὠκεανὸν, ἀφ' οὗ δοκεῖ ἀνατέλλειν ὁ ἥλιος. κρεῖττον δὲ, λίμνην λέγειν τὸν Ὠκεανὸν ἤπερ ποταμόν. ποταμοῦ γὰρ ἀνάγκη τάς τε πηγὰς δοῦναι καὶ τὸ τῆς ἐκβολῆς κατάντημα. Ὠκεανὸς δὲ οὐκ ἂν ἔχῃ ταῦτα. διὸ οἱ σοφοὶ Ὠκεανὸν θέλοντες εἰπεῖν, τὴν ἔξω θάλασσαν φασίν. ὅτι δὲ μέρος τι τοῦ τοιούτου Ὠκεανοῦ ἤτοι τῆς ὡς ἐῤῥέθη περικαλλέος λίμνης, Ὠκεανὸς ἐλέγετο ποταμὸς ἐκεῖνος ὢν, ἐν τοῖς ἑξῆς που ῥηθήσεται. Ὅρα δὲ καὶ τὸ ἀνόρουσεν ἐπὶ Ἡλίου λεχθὲν, ὡς οἷον ἀναπηδῶντος εἰς ἀνατολήν. μετ' ὀλίγα δὲ κυριολεκτῶν, ἐρεῖ οἵ δ' ἀνόρουσαν εὐκνήμιδες Ἀχαιοί. (ῃερς. 2.) Οὐρανὸς δὲ πολύχαλκος, μυθικῶς μὲν, διὰ τοὺς ἐκεῖ τοιούτους οἴκους οὓς Ἥφαιστος χαλκεύει. διὸ καὶ χαλκοβατὲς ∆ιὸς λέγεται δῶμα. κατὰ δὲ λόγον ἄλλον, πολύχαλκος, ὁ στερεός. καὶ μὴ λυτός. μὴ δὲ χυτὸς ὡς ὕδωρ. ἢ κατὰ τὸν ἀέρα ῥυτός. δῆλον γὰρ ὅτι τὸ χάλκεον, καὶ ἐπὶ στερεότητος ἐν πολλοῖς λαμβάνεται. διὸ καὶ σιδήρειόν που λέγει τὸν οὐρανόν. Τὸ δὲ ἵν' ἀθανάτοισι φαείνῃ, μερικεύων ἀλλαχοῦ, φησὶν ἐπὶ τῆς ἠοῦς, Ζηνὶ φόως ἐρέουσα ἤγουν ἀνατολὴν σημαίνουσα. ὑπηρετικόν δ' ἐν τούτοις τὸν ἥλιον τοῖς θεοῖς ὑποτίθεται καθάπερ καὶ τὴν ἠῶ. (ῃερς. 2.) Ὅτι εἰπὼν ὡς οἱ περὶ Τηλέμαχον Πύλον ἷξον, ἐπάγει. τοί δ' ἐπὶ θινὶ θαλάσσης ἱερὰ ῥέζον, τουτέστιν οἱ Πύλιοι, οἳ νοοῦνται διὰ τῆς Πύλου. πόλις γὰρ, οἱ πολίται. εἴγε κατὰ τὸν τραγικὸν, οὐδὲν οὔτε πόλις οὔτε ναῦς ἔρημος ἀνδρῶν τῶν ἔσω. Τὸ δὲ ἷξον, οὐκ εὔχρηστον τοῖς πεζογραφοῦσι. προπερισπᾶται δὲ, ὡς διὰ τὴν αὔξησιν φύσει μηκυνθείσης τῆς παραληγούσης. Θῖνα δὲ θαλάσσης λέγει, πρὸς διαστολὴν ἑτέρων θινῶν. ἔστι γὰρ θὶς κατὰ τοὺς παλαιοὺς, ὄχθος. βουνός. ἄμμος. δῆλον δ' ἐκ τῶν παλαιῶν, ὅτι θὶς ἐπὶ αἰγιαλοῦ μὲν, θυλυκοῦ γένους ἐστίν. ἀρσενικοῦ δὲ, ἐπὶ χρημάτων καὶ λίθων. οἱ δ' αὐτοὶ, λέγουσιν ὅτι ἐν τῷ, θὶν καὶ θὶς. ἀκτὶν ἀκτίς. δελφὶν δελφίς. καὶ τοῖς ὁμοίοις δικαταλήκτοις οἰκειοτέρα καὶ ἀνάλογος ἡ εἰς ˉν κατάληξις.