1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

123

Οὐ μέντοι ἐπεσημήνατο ὅτι ἀπὸ τοῦ δʹ ἔτους Σεδεκίου τὰ τῆς αἰχμαλω σίας οʹ ἔτη συναριθμεῖ, ἀλλὰ μᾶλλον ἀπὸ τοῦ ιαʹ ἔτους τοῦ αὐτοῦ Σεδε κίου, λέγω δὴ ἀπὸ τοῦ ιθʹ ἔτους Ναβουχοδονόσωρ, παραθεὶς καὶ Κλήμεν τος χρῆσιν, ἐν οἷς γράφει· Πρῶτον ἔτος αἰχμαλωσίας τοῦ Ἰουδαίων ἔθνους, καθ' ἣν ὁ τῶν Χαλδαίων βασιλεὺς Ναβουχοδονόσωρ πολιορκήσας τὰ Ἱεροσόλυμα τὸν νεὼν πυρπολεῖ. διήρκεσέ τε ὁ νεὼς ἀπὸ πρώτης κατασκευῆς ἔτεσι υμβʹ. συνᾴδει δὲ ἡμῖν καὶ ὁ Κλήμης ἐν τῷ πρώτῳ στρωματεῖ φάσκων ἐπὶ τῆς ὀγδόης καὶ τεσσαρακοστῆς ὀλυμπιάδος τὴν εἰς Βαβυλῶνα αἰχμαλωσίαν τοῦ Ἰουδαίων λαοῦ γεγονέναι, βασιλεύσαντος μὲν Αἰγυπτίων Οὐαφρεί, ἄρχοντος δὲ Ἀθήνησι Φιλίππου, συνάγεσθαι δὲ τὰ οʹ ἔτη τῆς ἐρημίας τοῦ τόπου εἰς τὸ βʹ ἔτος ∆αρείου. Ἑβραίων αἰχμαλωσίας καὶ ἀφανισμοῦ τοῦ ἐν Ἱεροσολύμοις ναοῦ. Οὐαφρεὶ τῷ Αἰγυπτίων βασιλεῖ προσέφυγον ἁλούσης ὑπὸ Ἀσσυρίων τῆς Ἱερουσαλὴμ οἱ τῶν Ἰουδαίων ὑπόλοιποι.μέμνηται δὲ τοῦ Οὐαφρεὶ καὶ Ἱερεμίας ὁ προφήτης. Ταῦτα Εὐσέβιος ὑποτάξας τῷ ιαʹ ἔτει Σεδεκίου, τὴν ἀπαρίθμησιν τῶν οʹ τῆς αἰχμαλωσίας ἐτῶν ἀπὸ τοῦ θʹ ἔτους Ἀστυάγους πεποίηται ἕως τοῦ ληʹ αὐτοῦ ἔτους ἔτη λʹ λογισάμενος αὐτῷ· μεθ' ὃν Κύρου πρῶτον ἔτος παραθεὶς γράφει πρὸς λέξιν ταῦτα· Κῦρος ἀνῆκε τὴν αἰχμαλωσίαν τοῦ Ἰουδαίων γένους, καθ' ὃν ἐπανελθόν 271 τες ἀπὸ τῆς Βαβυλωνίας ἀμφὶ τὰς εʹ μυριάδας Ἰουδαίων τὸ θυσιαστήριον ἤγειραν καὶ θεμελίους κατεβάλοντο τοῦ ἱεροῦ. τῶν δὲ περιοίκων ἐθνῶν ἐπισχόντων διέμεινε τὸ ἔργον ἀτελὲς μέχρι ∆αρείου τοῦ Ὑστάσπου, μόνου τοῦ θυσιαστηρίου συνεστῶτος. συνάγεται δὲ ὁ πᾶς χρόνος τῆς αἰχμαλωσίας τοῦ Ἰουδαίων ἔθνους ἔτη οʹ, ἀριθμούμενα κατὰ μὲν τινὰς ἀπὸ τοῦ τρίτου ἔτους Ἰωακεὶμ ἐπὶ κʹ ἔτος Κύρου τοῦ Περσῶν βασιλέως, κατὰ δὲ ἑτέρους ἀπὸ τῆς ἀρχῆς τῆς προφητείας Ἱερεμίου, ἣ γέγονε κατὰ τὸ ιγʹ ἔτος Ἰωσίου βασιλέως Ἰουδαίων. ἀπὸ δὲ τοῦ εʹ ἔτους τῆς προφητείας Ἱερεμίου ἐπὶ τὸ αʹ ἔτος Κύρου ἔτη οʹ γίνονται. τῆς δὲ ἐρημίας τοῦ ἱεροῦ ἡ ἑβδομηκονταετὴς ἀποπεραιοῦται κατὰ τὸ βʹ ἔτος ∆αρείου τοῦ Περσῶν βασιλέως. Ὅτι μὲν οὖν ἑαυτὸν παρελογίσατο καὶ τὴν ἀλήθειαν ἐν τοῖς ἀπὸ τοῦ ιαʹ ἔτους Σεδεκίου ἕως τοῦ βʹ ἔτους ∆αρείου τοῦ Ὑστάσπου τὰ οʹ ἔτη ἐπιλο γισάμενος φανερόν. ἀνθ' ὧν γὰρ ἐχρῆν αὐτὸν τὰ λοιπὰ κʹ ἔτη τοῦ Ναβουχο δονόσωρ, τοῦ καὶ τὴν ἅλωσιν τοῦ ἔθνους ποιησαμένου, λογίσασθαι καὶ τῶν ἐφεξῆς ὑπ' αὐτοῦ, λέγω δὴ τοῦ τε υἱοῦ αὐτοῦ Εὐειλὰδ Μαροδὰχ καὶ Νιριγλησάρου τοῦ γαμβροῦ αὐτοῦ, ὡς προδεδήλωται, εἶθ' ἑξῆς ἐπὶ τὸν Ναβόννηδον τὸν καὶ ∆αρεῖον Ἀστυάγην τὸν Ἀσσουήρου ἐλθεῖν (ὃςγέγονεν ἔσχατος βασιλεὺς Μήδων ἀπὸ Ἀρβάκου τοῦ καθελόντος σὺν τῷ Βελεσὺ τὴν Ἀσσυρίων ἀρχὴν καὶ τὸν ταύτης ὕστατον βασιλέα Σαρδανάπαλον), ἀφεὶς τὴν πρόσφορον τῇ χρονικῇ ὑποθέσει ἀκολουθίαν ἐπὶ τὰς ὀλυμπιάδας κατέφυγεν, ἐπιλαθόμενος ὥσπερ ἑαυτοῦ καὶ τῶν ἡλωκότων τὸ ἔθνος, καὶ μετὰ τὴν ἅλωσιν ἔτη που κρατησάντων τοῦ Ἰουδαίων ἔθνους ἐπὶ τῆς αἰχμαλωσίας λʹ, ὅπερ πάντη τῆς ἀκριβοῦς ἀποδείξεως ἀλλότριον ἦν.

Ὁ γὰρ ἱερὸς Κλήμης πρὸς Ἕλληνας παραταττόμενος ἐν τοῖς ἱεροῖς αὐτοῦ στρωματεῦσι λόγοις εὐλόγως ταῖς ὀλυμπιάσι κέχρηται. ἐνταῦθα δὲ γραφικῆς ἀπὸ κτίσεως κόσμου προκειμένης σπουδῆς ἀποδεῖξαι τοὺς χρόνους οὐχ οἷόν τε ἐξ ὀλυμπιάδων μόνων τὰ ἀπορούμενα τῆς γραφῆς ἐπιλύσασθαι, καὶ μάλιστα τῆς τῶν ὀλυμπιάδων ἀρχῆς οὐκ ἐχούσης μίαν καὶ τὴν αὐτὴν θέσιν, ὡς ἐν τῷ περὶ αὐτῶν εἴρηται ἡμῖν λόγῳ. Τὸ δὲ κατὰ διαφόρους τρόπους τὰ οʹ ἔτη τῆς αἰχμαλωσίας ἀριθμεῖσθαι ἀληθές, ἐπεὶ καὶ κατὰ διαφόρους καιροὺς γέγονεν ἡ αὐτὴ αἰχμαλωσία τοῦ 272 Ἰουδαίων γένους, καὶ πᾶσα ἀνάγκη τὰ κατ' ἄλλους καὶ ἄλλους καιροὺς πραχθέντα μὴ τὴν αὐτὴν καὶ μίαν ἀρχὴν ἔχειν. ἀλλὰ καὶ ἐπάνοδος κατὰ διαφόρους γέγονε χρόνους. καὶ χρὴ κἀκεῖνα συλλογίζεσθαι τοὺς ἀκριβῶς ἐπιβάλλοντας καὶ μὴ βιάζεσθαι μήτε τὰς γραφικὰς ἀποφάσεις μήτε τὰς ἐθνικὰς χρονοκρατορίας πρὸς τὸν