123
ἔπεμπε καὶ στρατιὰν ἑτέραν, ἧς ἦρχε Τάγαρις Μανουὴλ ὁ μέγας στρατοπεδάρχης, ὡς σὺν αὐτοῖς ἀντιστησομένην τοῖς βαρβάροις. καὶ γενομένης ἐπιπολὺ μάχης ἰσχυρᾶς ἐξ ἑκατέρων τῶν μερῶν, τῶν μὲν Ῥωμαίων ἵππων ἐτρώθησαν πολλοὶ, στρατιῶται δὲ ἐγένοντο ὀλίγοι τραυματίαι, τέθνηκε δὲ εἷς· Περσῶν δὲ ἔπεσον πεντήκοντα παρὰ τὴν μάχην. Ὀρχάνης δὲ ἐν ᾧ ἡ μάχη συνεκροτεῖτο, τὴν στρατιὰν, ἣν εἶχε, πᾶσαν ἔστησεν ἐπὶ μετώπου, πρότερον γὰρ μέρος τι αὐτῆς πολὺ ἐν ταῖς ἐνέδραις κεκρυμμένον ἦν, ὡς εἶναι καταφανῆ καὶ Ῥωμαίοις καὶ βαρβάροις, οἰόμενος ἐκείνοις τε προθυμίαν καὶ Ῥωμαίοις ἔκπληξιν τὸ τοιοῦτον ἐμποιήσειν. ὡς δὲ ἑώρα τῆς ἐπινοίας ἀπονάμενος οὐδὲν, οἱ Ῥωμαῖοι γὰρ οὐδὲν ἧττον ἐμάχοντο εὐψύχως καὶ ἤδη περιεγίνοντο τῶν πολεμίων, Παζαρλοῦν τὸν ἀδελφὸν πανστρατιᾷ ἐκέλευσε τοῖς Ῥωμαίοις συμβαλεῖν· μικρὸν δὲ καὶ αὐτὸς ἀπὸ τοῦ λόφου καταβὰς, πάλιν ἔστη μετ' ὀλίγων ὅ, τι ἂν ἀποβαίη σκοπῶν. βασιλεὺς δ' ἐπεὶ ἑώρα πανστρατιᾷ πρὸς τὴν μάχην τοὺς βαρβάρους ὡρμημένους, τὰς μὲν ἄλλας ἐκέλευε τάξεις μένειν πάσας ἀτρεμούσας, αὐτὸς δὲ τρία τέλη ἀναλαβὼν, ἐχώρει πρὸς τὴν μάχην. ἐτέτακτο δὲ ἐπὶ μὲν τοῦ δεξιοῦ κέρως ὁ μέγας δομέστικος, τὸ ἀριστερὸν 1.350 δὲ εἶχεν ὁ Ἄγγελος Ἰωάννης ἐξάδελφος αὐτῷ, βασιλεὺς δὲ ἐπεῖχε τὸ μέσον. καὶ συμβαλόντες τοῖς βαρβάροις, ἐτρέψαντό τε κατὰ κράτος, μηδὲ ἀντισχεῖν τὴν πρώτην δυνηθέντας ὁρμὴν καὶ τὰς δυσχωρίας πάσας ὑπερβάντες, ἄχρι τῶν ἄκρων κατεδίωξαν τοῦ λόφου, ἔνθα καὶ Ὀρχάνης ἦν ἑστώς. ἔπεσον δὲ παρὰ τὴν μάχην Περσῶν μὲν πεντήκοντα καὶ ἑκατὸν, Ῥωμαίων δὲ οὐδεὶς, ἀλλ' οὔτε ἐτρώθη, οὔτε στρατιώτης οὔτε ἵππος. βασιλεὺς δὲ ἀνεχώρησεν ἐκεῖθεν, τὸ βιάζεσθαι πρὸς τὸν λόφον οὐχ ἡγούμενος λυσιτελεῖν, καὶ πρὸς τὸ πεδίον ἐλθὼν, ἐκέλευεν ἕκαστον τὴν ἣν εἶχεν ἐξ ἀρχῆς τάξιν φυλάττειν. οἱ βάρβαροί τε ἐπὶ τοὺς πρόποδας ἔστησαν τοῦ ὄρους, τὸ περαιτέρω προβαίνειν οὐχ ἡγούμενοι λυσιτελεῖν. ζʹ. Βασιλεὺς δὲ ὁρῶν τοὺς βαρβάρους οὐκέτι διανοουμένους εἰς χεῖρας αὐτοῖς ἰέναι, ἐβουλεύετο μετὰ τῶν ἐν τέλει ὅ, τι δέοι ποιεῖν αὐτούς. παρελθὼν δὲ ὁ μέγας δομέστικος, ἐβουλεύετο τοιάδε· «τὰ μὲν πράγματα ἡμῖν ᾗ αὐτοί τε ἐβουλευσάμεθα ἐξ ἀρχῆς, καὶ πρὸς πέρας ἐχώρησεν ἀγαθόν. παρεταξάμεθά τε γὰρ αὐτοὶ ἐλθόντες ὡς πρὸς μάχην πρῶτοι, ὡς ἂν μὴ δοκοίημεν τῷ δέει τῶν βαρβάρων ἀναχωρεῖν, οἵ τε πολέμιοι φανερῶς μὲν ἀντιτάξασθαι οὐκ ἐτόλμησαν ἡμῖν, μαρτυρήσαντες ἐναργῶς, ὡς οὐκ ἀξιομάχους ἑαυτοὺς ἐνόμισαν ἡμῖν, οὐκέτι δὲ ἀπέσχοντο τοῦ μὴ καὶ πεῖραν λαβεῖν συμπάσης τῆς δυνάμεως αὐτῶν. εἰ γὰρ μὴ καὶ Ὀρχάνης αὐτὸς παρεγένετο πρὸς τὴν μάχην ὅπως τινὰ ἡμῖν ἔτι ὑπολίποιτο ἐλ 1.351 πίδα τοῦ δυνήσεσθαί τι πλέον αὐτὸς παρὼν, ἀλλ' ἡμῖν γε δῆλον ἐξ αὐτῶν κατέστη τῶν πραγμάτων, ὡς οὐδὲν ἂν ἔσοιτο πλέον αὐτοῦ παρόντος. ὅτε τοίνυν τὸ μὲν εἰς χεῖρας ἡμῖν ἰέναι φανερῶς ἐξέκλινεν αὐτὸς, ἐν δὲ ταῖς κατὰ μέρος συμπλοκαῖς ἀεὶ τὸ πλέον ἔσχομεν ἡμεῖς, ὑπὲρ τετρακοσίους γὰρ πεσόντων βαρβάρων, Ῥωμαίων τέθνηκε μόνος εἷς, ποίαν ἄν τις ἀπόδειξιν ζητοίη μείζονα καὶ περιφανεστέραν τοῦ καὶ ταῖς γνώμαις τοὺς βαρβάρους καὶ τοῖς σώμασιν ἡμῶν ἡσσῆσθαι; κἀκεῖνο δέ τις μέγιστον ἂν τεκμήριον τιθείη τοῦ οἴεσθαι ἡμᾶς τοὺς βαρβάρους δυνατωτέρους ἑαυτῶν· τοῦ γὰρ ὑπηρετικοῦ τῆς στρατιᾶς διὰ πάσης τῆς ἡμέρας ἐγγὺς αὐτῶν τροφὴν τοῖς ἵπποις συλλεγόντων, οὐδὲ ἐπεχείρησαν οἱ βάρβαροι κωλῦσαι, καίτοι γε τὰ ἄλλα ὄντες τοῦ δέοντος μᾶλλον φιλοπόλεμοι καὶ φιλοκερδεῖς· ἐπειδὴ δὲ ὅσον οὔπω καὶ ὁ ἥλιός ἐστι πρὸς δυσμὰς, ἄριστον εἶναί μοι δοκεῖ, εἰς τὸ στρατόπεδον ἐλθόντας αὐλίσασθαι τὴν νύκτα, καὶ ἐς τὴν ὑστεραίαν ἅμα πρωῒ τὰ ὅπλα ἔχοντας, τεταγμένως τὴν ἐς Βυζάντιον ἰέναι. κἂν μὲν οἱ βάρβαροι τῆς δυσχωρίας ἀποστάντες ἐπὶ τοῦ πεδίου ἐθελήσωσι διαγωνίσασθαι πρὸς ἡμᾶς, θεῷ μελήσει τὴν νίκην ὁποτέροις ἂν παράσχοι. ἂν δ' ἐπὶ τοῦ λόφου μένοντες, ἀπόσχωνται τῆς μάχης, ᾧ καί μοι μᾶλλον ἔπεισι πείθεσθαι, ὡς διὰ πεδίου μέλλομεν ἰέναι ἐνθυμουμένῳ, μετὰ βελτίστου τοῦ σχήματος ἡ ἐπάνοδος κείσεται ἡμῖν, ἀμφοτέρωθεν ἔχουσι τὴν νίκην, ἔκ τε ὧν τῇ