123
παραγενομένων, καὶ τῷ βασιλεῖ τάς τε διφθέρας χρυσοῖς γράμμασι τὸν νόμον ἐχούσας ἐγγεγραμμένον καὶ τὰ παρὰ τοῦ ἀρχιερέως αὐτῷ σταλέντα δῶρα προσκεκομικότων, ὁ βασιλεὺς ησθη διαφερόντως, καὶ ἠσπάσατο τοὺς ανδρας, καὶ συνειστιάθη αὐτοῖς, καὶ ἀνὰ τρία δέδωκε τάλαντα, καὶ καταλύσεις αὐτοῖς ἡτοίμασε καλλίστας. ειτα παραλαβὼν αὐτοὺς ὁ ∆ημήτριος, καὶ εἰς ενα οικον ἀπαγαγὼν ηρεμον εργου εχεσθαι παρεκάλει. οἱ δὲ ὡς ἐνῆν φιλοτίμως ἀκριβῆ τὴν ἑρμηνείαν ἐτίθεντο. τοῦ δ' εργου ἐν ἑβδομήκοντα καὶ δυεῖν ἡμέραις τετελεσμένου, καὶ τῶν μεταγραφέντων ἀναγνωσθέντων τῷ βασιλεῖ, ἐκεῖνος καὶ εχαιρεν οτι εἰς εργον ηχθη τὸ αὐτοῦ βούλημα καὶ τὴν διάνοιαν τοῦ νομοθέτου καὶ τὴν σοφίαν ὑπερεθαύμαζε. καὶ ἠπόρει πῶς οὐδεὶς ουτε τῶν ἱστορικῶν ουτε τῶν αλλων σοφῶν αὐτῆς ἐπεμνήσθη. εφη δὲ αὐτῷ ὁ ∆ημήτριος μηδένα τολμῆσαι τῆς τῶν νόμων τούτων ἀναγραφῆς αψασθαι διὰ τὸ θείαν αὐτὴν ειναι, καὶ οτι τινὲς ἐγχειρήσαντες τούτοις ἐβλάβησαν ὑπὸ τοῦ θεοῦ. Θεόπεμπτός τε γὰρ βουληθεὶς περὶ τούτων συγγράψασθαι ἐβλάβη τὰς φρένας ἐφ' ἡμέραις πλείοσι τῶν τριάκοντα· καὶ συνεὶς οθεν αὐτῷ ἡ παραφροσύνη ἐγένετο, ἐν τοῖς διαλείμμασιν ἐξιλάσκετο τὸν θεόν· οναρ τε ειδεν ὡς αὐτῷ τὸ πάθος συμβέβηκε περιεργαζομένῳ τὰ θεῖα καὶ εἰς κοινοὺς ἀνθρώπους ἐκφέρειν ταῦτα θελήσαντι. ἀποσχόμενος ουν τοῦ εργου κατέστη τὸν νοῦν. "ἀλλὰ καὶ Θεόδεκτος" ειπεν "ὁ τῶν τραγῳδιῶν ποιητής, θέλων εν τινι δράματι τῶν ἐν τῇ ἱερᾷ βίβλῳ γεγραμμένων μνησθῆναι, ἀλγήσας τὰ ομματα ἐπηρώθη· καὶ τὸ αιτιον γνοὺς ἀπηλλάγη τῆς συμφορᾶς, 1.310 δεηθεὶς τοῦ θεοῦ." λαβὼν ουν τὰς βίβλους ὁ βασιλεὺς καὶ προσκυνήσας αὐταῖς, καὶ δωρησάμενος τοῖς ἀνδράσι φιλοτιμότατα, καὶ ἀναθήματα στείλας ἐν τῷ ναῷ καὶ δῶρα κάλλιστα τῷ ἀρχιερεῖ, ἐπανελθεῖν ἀφῆκεν εἰς ̔Ιερουσαλήμ. Ουτω μὲν τὴν ἑρμηνείαν τῶν ̔Εβραϊκῶν γραφῶν γενέσθαι ἱστόρησεν ὁ ̓Ιώσηπος· ετεροι δὲ μὴ ὁμοῦ συνελθόντας φασὶ τοὺς ἑρμηνεῖς τῶν γραφῶν ποιήσασθαι τὴν παράφρασιν, ἀλλ' ἀνὰ δύο διαιρεθῆναι αὐτοὺς καὶ ἐν ἰδιαζούσαις διαίταις οντας ἐκθέσθαι τὴν ἑρμηνείαν, καὶ μετὰ τὸ τέλος ὁμοῦ συνελθεῖν, καὶ τὰς ἑκάστων συγγραφὰς παραβληθείσας ἀλλήλαις εὑρεθῆναι μήτε κατὰ νοῦν μήτε μὴν κατὰ λέξεις διαφωνούσας, ἀλλὰ συμφώνους ἐν απασιν. ̔Η μὲν ουν ἑρμηνεία ἐπὶ Πτολεμαίου τοῦ Φιλαδέλφου ουτως η ἐκείνως ἐγένετο. οἱ δὲ ̓Ιουδαῖοι, ̓Αντιόχου τοῦ μεγάλου βασιλεύοντος τῆς ̓Ασίας καὶ μαχομένου πρὸς τὸν Εὐπάτορα Πτολεμαῖον καὶ πρὸς τὸν ἐκείνου υἱὸν τὸν ̓Επιφανῆ Πτολεμαῖον, σφοδρῶς ἐκακώθησαν. νικήσας δὲ ὁ ̓Αντίοχος τὴν ̓Ιουδαίαν προσάγεται. τοῦ δ' ̓Επιφανοῦς Πτολεμαίου μετὰ θάνατον τοῦ πατρὸς αὐτοῦ ἐπὶ τὴν Κοίλην Συρίαν μεγάλην στείλαντος δύναμιν καὶ πολλὰς λαβόντος πόλεις, καὶ τὸ τῶν ̓Ιουδαίων εθνος πολεμούμενον προσέθετο τῷ ̓Επιφανεῖ. αυθις δὲ τοῦ ̓Αντιόχου νικήσαντος, ἑκουσίως ̓Ιουδαῖοι πρὸς αὐτὸν μετετέθησαν, καὶ εἰς τὴν πόλιν αὐτὸν εἰσεδέξαντο, καὶ τοὺς ἐν τῇ ἀκροπόλει φυλάσσοντας τοῦ Πτολεμαίου στρατιώτας πολιορκοῦντι συνεμάχησαν· κἀντεῦθεν φίλιον αὐτῷ τὸ εθνος ἐγένετο. ειτα σπένδεται μὲν τῷ 1.311 Πτολεμαίῳ ̓Αντίοχος καὶ κῆδος τίθεται πρὸς αὐτόν, τὴν θυγατέρα δοὺς αὐτῷ Κλεοπάτραν, καὶ εἰς φερνὴν παρέσχε τήν τε Κοίλην Συρίαν καὶ Φοινίκην καὶ ̓Ιουδαίαν, ἀλλὰ μὴν καὶ Σαμάρειαν. ταῦτα δὲ συνέβη ἐπὶ ἀρχιερέως ̓Ονίου. τὸν γὰρ ̓Ελεάζαρ θανόντα ὁ θεῖος αὐτοῦ διεδέξατο Μανασσῆς, μεθ' ον τῆς ἀρχιερωσύνης ̓Ονίας ἠξίωτο Σίμωνος ων υἱὸς τοῦ δικαίου. Σίμων δὲ τοῦ ̓Ελεάζαρ ην ἀδελφός, ὡς ἱστόρηται. ̔Ο γοῦν εἰρημένος ̓Ονίας, διὰ φιλοχρηματίαν καὶ διανοίας ἀσθένειαν μὴ δοὺς τῷ Πτολεμαίῳ τὸν δασμὸν τὸν ἐτήσιον ον οἱ πρὸ αὐτοῦ τοῖς βασιλεῦσιν ἐδασμοφόρουν, ἠρέθισεν αὐτὸν εἰς ὀργήν. πέμψας ουν ὁ Πτωλεμαῖος ἠπείλει κακῶς διαθήσειν καὶ τὸ εθνος καὶ τὴν πόλιν· ὁ δὲ ἀρχιερεὺς ἡττώμενος χρημάτων ἀδυσώπητος ην. ̓Ιωσὴφ δὲ υἱὸς Τωβίου, τοῦ δ' ἀρχιερέως ἀδελφιδοῦς, ἠρώτησε τὸν θεῖον εἰ δίδωσιν αὐτῷ πρὸς τὸν Πτολεμαῖον πρεσβεῦσαι. τοῦ δὲ