123
εὐθεῖα τῶν πληθυντικῶν πλείοσι φωναῖς κεχρημένη πρὸς τὴν εὐθεῖαν τῶν δυϊκῶν. ∆ημοσθενέων καὶ ∆ημοσθενῶν. διατί οὐ προπαροξύνεται τῶν ∆ημοσθένεων, ὡς τῶν οφεων; καὶ εστιν εἰπεῖν· τούτου ἡ γενικὴ τῶν πληθυντικῶν προπαροξύνεται. ἡνίκα δὲ μὴ εὑρεθῇ, ὡς προείρηται ....... ∆ημοσθένεσι. μόνως ἐνταῦθα οὐ δύναται συναίρεσις γενέσθαι, ἐπειδὴ μέλλει τῇ δοτικῇ τῶν ἑνικῶν συνεμπίπτειν, οπερ εστιν ατοπον, καὶ οτι τὸ ˉς μέσον ἐστὶ καὶ κωλύει τὴν συναίρεσιν. εἰ δέ τις ειποι, ἀποβαλέσθω τὸ ˉς καὶ γενέσθω συναίρεσις, τοῦτο οὐ δύναται γενέσθαι. καὶ εστιν αξιον ζητῆσαι, διατί ἐπὶ μὲν τῆς δοτικῆς τῶν πληθυντικῶν γίνεται ἐφελκυστικὸν τοῦ ˉν τὸ ἰῶτα, ἐπὶ δὲ τῆς δοτικῆς τῶν ἑνικῶν οὐ γίνεται· οὐδὲ γὰρ λέγομεν, ∆ημοσθένειν. καὶ εστιν εἰπεῖν, τότε γίνεται ἐφελκυστικὸν τοῦ ˉν τὸ ἰῶτα, ἡνίκα εχει προηγούμενον τὸ ˉς ἐν delta.499 δυνάμει η ἐνεργείᾳ· ἐπὶ δυνάμει μὲν, οιον φοίνιξιν, οιον Πέλοψιν· ἐνεργείᾳ δὲ, οιον λέβησιν, Αιασιν. καὶ τοῦ ˉφˉι προηγουμένου, οιον· ναῦφιν ἀμυνόμενοι- ἐπειδὴ ουν ἐπὶ τοῦ ∆ημοσθένεϊ δοτικῇ οὐ προηγεῖται τὸ ˉς η δυνάμει η ἐνεργείᾳ, τούτου χάριν οὐ γίνεται ἐφελκυστικὸν τοῦ ˉν. ∆ηϊονεύσ. κύριον. ∆ηναιόσ. ὁ πολυχρόνιος. ∆ησέρτωρ. λειποτάκτης κατὰ Λατίνους. ∆ηφενσίων. ὁ εκδικος χάρτης. καὶ δεβένσωρ ὁ εκδικος. ∆ημήτρειοσ. καρπός. (Θηλυκόν.) ∆ηβελτόσ. πόλις Θρᾳκική. γράφεται δὲ καὶ ∆εβελτός. ∆ηΐσ. ἡ μάχη. ∆ηϊοτῆτοσ. μάχης. παρὰ τὸ δῃοῦσθαι ἐν αὐτῇ τοὺς τιτρωσκομένους. οιον· ἀντίβιον μαχέσασθαι ἐν αἰνῇ δηϊοτῆτι. ὡς ̓Αρίσταρχος. ∆ήϊα πεπονθυῖα. καταπεπολεμημένη, κατακεκαυμένη, πολεμία, δύστηνε. ∆ημαρχία. οτε δῆμος αρχει. καὶ ονομα ἀξιώματος. ∆ήμευσισ. ἡ ἁρπαγή. ∆ημήτηρ. ἡ γῆ. οἱονεὶ γημήτηρ τὶς ουσα. delta.500 ∆ήμητρα. ονομα θεᾶς. ∆ημοτελήσ. ἡ δημοσία τελετὴ, καὶ ἡ δημοσία φορολογία. ∆ημοθοινία. ἡ τοῦ δήμου εὐωχία η ἡ θυσία. ∆ημωδεστέρα. ἀσχημονεστέρα. †τὰ ἐν οψει πάντα γινόμενα διὰ τὸν δῆμον.† ∆ηλαϊστή. ἀθλία, ἐλεεινή. ∆ηλατωρίαι. αἱ τῆς καταστάσεως τοῦ δημοσίου φόρου *τάξεις, η αἱ ἀποδείξεις παρὰ ̔Ρωμαίοις,* αἱ εἰσαγγελίαι. ∆ηναδίπτρα. παρὰ ̔Ρωμαίοις δωρεὰ βασιλικὴ στρατιώταις †διδομένη.† ∆ῆρισ. ἡ φιλονεικία. οιον· -δῆριν ἀπειρεσίην- παρὰ τὸ δαίω, τὸ κόπτω καὶ σφάττω, οθεν καὶ δαιτρὸς ὁ μάγειρος· ἐξ ου γίνεται ονομα δάϊς, ἡ μάχη, βαρυτόνως. Καλλίμαχος· ἐς δάϊν ἐρχομένην- καὶ ἐκτάσει τοῦ ˉα εἰς ˉη δῆϊς, καὶ πλεονασμῷ τοῦ ˉρ δῆρις. ἐκ δὲ τοῦ δῆρις γίνεται ῥῆμα δηριῶ περισπωμένως καὶ βαρυτόνως, ὡς κόνις κονίω, καὶ δῆρις δηρίω. οιον· -οὐδέ τις ετλη πρόσω ἀΐξασθαι περὶ νεκροῦ δηρίσασθαι. καὶ δηριῶ, οιον· -τότ' ἐδηριόωντο Ποσειδάων καὶ ̓Απόλλων. delta.501 ∆ήφηλα. πόλις περὶ ̓Ιωσήπῳ. ∆ηώ. ἡ γῆ, η ἡ ∆ημήτηρ. καὶ διαφέρει, ως φησιν ὁ τεχνικός. οιδε γὰρ ἡ παράδοσις τὸ ητα μετὰ τοῦ ἰῶτα. καὶ χωρὶς τοῦ ἰῶτα λέγομεν οτι εστιν ἀπὸ τοῦ δήω, ο σημαίνει τὸ εὑρίσκω· καὶ γὰρ ἡνίκα περιήρχετο ἡ ∆ημήτηρ εἰς ζήτησιν τῆς θυγατρὸς αὐτῆς, κατ' εὐφημισμὸν ελεγον πάντες δήεις ἀντὶ τοῦ εὑρήσεις. η οτι ἐπειδὴ αὐτὴ ἐφεῦρε τὸν σῖτον κατὰ τὴν φλυαροκοπίαν τῶν ̔Ελλήνων. εἰ δὲ εχει τὸ ἰῶτα, λέγομεν οτι γέγονε παρὰ τὸ δαίω τὸ κόπτω, κατὰ τροπὴν ̓Ιωνικὴν τοῦ ˉα εἰς ˉη. καὶ γὰρ ἡ ∆ημήτηρ γῆ ἐστιν. ἡ δὲ γῆ διακόπτεται ἐν τῷ ἀροτριοῦσθαι. η οτι πολλὴν ἐδήωσε γῆν, τουτέστι διέκοψεν, ζητοῦσα τὴν θυγατέρα αὐτῆς. η παρὰ τὸ δαίω τὸ καίω· καὶ γὰρ ἡ ∆ημήτηρ μετὰ λαμπάδων περιήρχετο. λέγει δὲ ὁ τεχνικὸς, οτι ὑποκοριστικόν ἐστιν ἀπὸ τοῦ ∆ημήτηρ, ∆ηὼ, οὐ νοοῦντες τὸν σχηματισμὸν τῶν τοιούτων ὑποκοριστικῶν· τὰ γὰρ τοιαῦτα ὑποκοριστικὰ θέλουσι φυλάττειν τὸ σύμφωνον τῆς συλλαβῆς τῶν πρωτοτύπων, οιον ̔Υψιπύλη, ̔Υψὼ, Εἰδοθέα, Εἰδώ· ἡ ουν ∆ημήτηρ ∆ημὼ ωφειλεν ειναι. ἀλλ' οὐκ εστιν ὑποκοριστικὸν ἡ ∆ηὼ, παρὰ γὰρ τοῦ δηάς. ουτως ὑπὸ Κρητῶν αἱ κριθαὶ καλοῦνται. (Οὐδέτερον.) ∆ηλητήριον. φάρμακον ὀλέθριον. delta.502 ∆ῆλον. φανερόν. ∆ημιόπρατα. α ὁ δῆμος πιπράσκει. ∆ημόκοινον. τὸ δημόσιον. ∆ημόθοινα. ἡ τοῦ δήμου εὐωχία, η ἡ θυσία. ∆ημώματα. τὰ παίγνια. καὶ δημοῦσθαι