μόριον ἐκ τῆς ἁπλῆς ἀποφάσεως τῆς λεγούσης ὅτι «ἄνθρωπος δίκαιος οὔκ ἐστιν» εἰς τὸ κατηγορούμενον, εἰς τὸ «δίκαιος», καὶ ποιῆσαι κατάφασιν ἑτέραν ἣ ἐκ μεταθέσεως καλεῖται. ἐὰν δὲ καὶ τὸ ὑποκείμενον ἀόριστον γίνηται, ὥσπερ καὶ τὸ κατηγορούμενον, εἰς τὰς ἐκ τρίτου προσκατηγορουμένου προτάσεις, γίνονται ἄλλαι δύο ἀντιφάσεις, ἁπλῆ ἀόριστος καὶ ἐκ μεταθέσεως ἀόριστος, οἷόν ἐστιν «οὐκ ἄνθρωπος δίκαιός ἐστιν, οὐκ ἄνθρωπος δίκαιος οὔκ ἐστιν»· αὕτη ἁπλῆ ἀντίφασις· ἄλλη δὲ ἐκ μεταθέσεως, οἷον «οὐκ ἄνθρωπος οὐ δίκαιός ἐστιν, οὐκ ἄνθρωπος οὐ δίκαιος οὔκ ἐστιν». ὥστε γίνονται πᾶσαι ἐπὶ τοῦ ἀπροσδιορίστου καθόλου τοῦ ἐκ τρίτου προσκατηγορουμένου ἀντιθέσεις ἀντιφατικαὶ τέσσαρες. ὁμοίως δὲ καὶ ἐπὶ τοῦ καθ' ἕκαστα, οἷον ἐπὶ τοῦ Σωκράτους, ὡρισμένου λαμβανομένου τοῦ ὑποκειμένου καὶ κατηγορουμένου καὶ ἀορίστου τοῦ ὑποκειμένου ἢ τοῦ κατηγορουμένου ἢ τοῦ συναμφοτέρου λαμβανομένου. καὶ ἐπὶ τῶν προσδιωρισμένων ὁμοίως, λέγω δὲ τὸ «πᾶς ἄνθρπος δίκαιός ἐστι» καὶ τὸ «τὶς ἄνθρωπος δίκαιός ἐστι». διὸ καὶ ἡ ἀπόφασις γίνεται οὕτως. εἰ μέν ἐστιν ἀπροσδιόριστος, εἰς τὸ «ἔστι» τρίτον προσκατηγορούμενον δέχεται τὸ ἀρνητικὸν μόριον καὶ ποιεῖ τὴν ἀντίφασιν, οἷον «ἄνθρωπος δίκαιός ἐστιν», ἀπόφασις «ἄνθρωπος δίκαιος οὔκ ἐστιν». εἰ δὲ μετὰ προσδιορισμοῦ ἐστιν ἡ πρότασις, εἰς τὸν προσδιορισμὸν τίθεται τὸ «οὐ» ἀρνητικὸν καὶ ποειῖ τὴν ἀπόφασιν, οἷόν ἐστι «πᾶς ἄνθρωπος δίκαιος», ἀπόφασις τούτου τὸ «οὐ πᾶς ἄνθρωπος δίκαιός ἐστιν». ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων ἁπάντων οὕτω τακτέον. διό ἐστι καὶ ἡ ἀκολούθησις ἡ ἐξ ἴσου τῶν ἐκ τρίτου προσκατηγορουμένου προτάσεων αὕτη· τὸ γὰρ ἀκολουθοῦν τινι ἢ ἐξ ἴσου ἀκολουθεῖ, οἷον τῷ ἀνθρώπῳ τὸ γελαστικόν, ἢ ἐπὶ πλέον, οἷον τῷ ἀνθρώπῳ τὸ ζῷον. τῶν τοίνυν ἐκ τρίτου προσκατηγορουμένου προτάσεων ἡ ἐξ ἴσου ἀκολούθησις τοῦ εὑρίσκεσθαι ἡ μέθοδός ἐστιν αὕτη. ἐν τῇ προκειμένῃ προτάσει τέσσαρα θεωροῦνται, δηλονότι {εἰς τῶν} ἐκ τρίτου προσκατηγορουμένου προτάσεων, ὑποκείμενον, κατηγορούμενον, ποσότης καὶ ποιότης. δεῖ οὖν τὰ δύο φυλάττειν ἀναλλοίωτα, τὸ ὑποκείμενον καὶ τὴν ποσότητα, τὰ δὲ δύο ἐναλλάττειν, τὴν ποιότητα καὶ τὸ κατηγορούμενον. καὶ οὕτως εὑρεθήσεται τῶν ἰσοδυναμουσῶν προτάσεων ἡ ἀκολούθησις, οἷόν ἐστι τὸ «πᾶς ἄνθρωπος οὐ δίκαιός ἐστιν» ἰσοδυναμεῖ τῇ λεγούσῃ προτάσει «οὐδεὶς ἄνθρωπος δίκαιός ἐστι», καὶ ἐπὶ πάντων τῶν ἰσοδυναμουσῶν προτάσεων κατὰ τὴν ἐξ ἴσου ἀκολούθησιν οὕτω θεωρητέον. Φανερὸν δὲ ὅτι καὶ μετατιθέμενα τὰ ὀνόματα καὶ τὰ ῥήματα ἐν ταῖς προτάσεσι κατὰ τὴν προφορὰν καὶ μόνον, μὴ μέντοι καὶ κατὰ τὴν ποιὰν σχέσιν τῆς κατηγορίας ταὐτὸν σημαίνουσιν, οἷον «ἔστι λευκὸς ἄνθρωπος, ἔστιν ἄνθρωπος λευκός». ὥσπερ δὲ ἐπὶ τῶν ἐξ ὑποκειμένου καὶ κατηγορουμένου προτάσεων οὐ μία γίνεται πρότασις, ἐὰν μὴ ἓν καθ' ἑνὸς κατηγορήσῃ τις, οὕτως καὶ ἐπὶ τῶν ἐκ τρίτου προσκατηγορουμένου, ἐὰν πολλὰ καθ' ἑνὸς ἢ ἓν κατὰ πολλῶν κατηγορήσῃ, οὐ μία γίνεται πρότασις ἀλλὰ πολλαί. γίνεται δὲ καὶ ἐν ταύταις μία, ἐὰν ἓν κατὰ ἑνὸς κατηγορήσῃ, οἷον «ὁ ἄνθρωπος ζῷόν ἐστιν»· ἓν γὰρ σημαίνει τὸ «ἄνθρωπος» καὶ τὸ «ζῷον». ἔτι πρὸς τούτοις γνωστέον ὅτι τῶν χωρὶς κατηγορουμένων τὰ μὲν χωρὶς καὶ ἅμα δύνανται τοῦ ὑποκειμένου κατηγορεῖσθαι, τὰ δὲ χωρὶς μὲν δύνανται, ἅμα δὲ οὔ. καὶ τὰ μὲν χωρὶς καὶ ἅμα, ὡς ἐν παραδείγματι εἰπεῖν, ἐστὶ τάδε· «ὁ δεῖνα δίπους», «ὁ δεῖνα ζῷον», δύναται καὶ ἅμα εἰπεῖν ἀληθεύων «ὁ δεῖνα ζῷον δίπουν ἐστίν». τὰ δὲ χωρὶς καὶ ἅμα μὴ δυνάμενα, οἷον «ἔστι τις σκυτεὺς ἀγαθὸς κατὰ τὸν βίον, κατὰ δὲ τὴν τέχνην ἀδόκιμος». δύναταί τις χωρὶς εἰπεῖν «ὁ δεῖνα ἀγαθός ἐστι», καὶ γάρ ἐστι κατὰ τὸν βίον, «ὁ δεῖνα σκυτεύς ἐστιν», ἔστι γὰρ ἁπλῶς σκυτεύς. ἅμα δὲ οὐ δύναται εἰπεῖν ὅτι «ὁ δεῖνα σκυτεὺς ἀγαθός ἐστι»· ψεύδεται γάρ. ὡσαύτως πάλιν τῶν ἅμα κατηγορουμένων τὰ μὲν