ἀνενδότως. Εἰς τὸν ρλζʹ ψαλμόν, «ἐξομολογήσομαί σοι» Εὐχαριστεῖ τῷ κυρίῳ καὶ προφητεύει τὸ μέλλον. Προσώπῳ τοῦτον γέγραφε τοῦ θείου Ζαχαρίου, εὐφραινομένου δήπουθεν ὡς ἐλευθερωθέντος καὶ τῷ δεσπότῃ τοῦ παντὸς ὑπερευχαριστοῦντος. Εἰς τὸν ρληʹ, «κύριε, ἐδοκίμασάς με» Ἔντευξις <θεῷ> δικαίου συνάμα θεολογίᾳ. Τοῦτον προσώπῳ γέγραφεν ἄνακτος Ἰωσίου, ὃς ἀπὸ γνώμης δυσσεβοῦς καλῶς ἀνθυποστρέψας τοὺς ἱερεῖς κατέσφαξεν ἅπαντας τῶν εἰδώλων. «ἐμίσησα» γάρ, «κύριε», φησί, «τοὺς σὲ μισοῦντας· σὺ δ' ἀλλ' ὡς ἐδοκίμασας ἐμὲ τὸν σὸν οἰκέτην, ἔγνως καὶ τὴν καθέδραν μου σὺ καὶ τὴν ἔγερσίν μου,» τοῦτ' ἔστι τὴν ἀσέβειαν καὶ τὴν εὐσέβειάν μου. Εἰς τὸν ρλθʹ ψαλμόν, «ἐξελοῦ με, κύριε, ἐξ ἀνθρώπου» Κατὰ θεὸν ὃς ἀγῶνας ἀνύει ταῦτα κραυγάζει. Τοῦτον δὲ πολεμούμενος ὑπὸ Σαοὺλ ἐξεῖπε· φησὶ γάρ, «ῥῦσαί με, Χριστέ, τῶν πονηρῶν ἀνθρώπων, οἵτινες παρατάσσονται πολέμους καθ' ἡμέραν». Εἰς τὸν ρμʹ, «κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου» Ἡ προσευχὴ τοῦ τελείως αὑτὸν ἐκδόντος κυρίῳ. Τοῦτον προσώπῳ γέγραφε τῶν θείων αἰχμαλώτων, Ἀγγαίου Ζαχαρίου τε τῶν προφητικωτάτων ἐπευχομένων δηλαδὴ πρὸς τὸν δεσπότην ὅλων· ὅντινα γέγραφε ψαλμὸν καὶ προσευχῆς εἰς τύπον. Εἰς τὸν ρμαʹ ψαλμόν, «φωνῇ μου πρὸς κύριον ἐκέκραξα» Τοῦ ἐξομολογουμένου ἡ προσευχὴ τῷ κυρίῳ. Καὶ τοῦτον διωκόμενος ὑπὸ Σαοὺλ ἐξεῖπε· φησὶ γάρ, «ῥῦσαί με, Χριστέ, χειρὸς φονικωτάτης τῶν καταδιωκόντων με καὶ κατασυντριβόντων». ὁ παῖς δὲ τοῦτον ἔθλιβεν Ἀβεσαλὼμ τὸ πλέον. Εἰς τὸν ρμβʹ ψαλμόν, «κύριε, εἰσάκουσον τῆς προσευχῆς μου» Κατὰ θεὸν ὃς πολέμοις ἐμβέβληται ταῦτα λέγει. Καὶ τοῦτον ὑπ' Ἀβεσαλὼμ δεδιωγμένος εἶπεν· ἀλλ' ἐξομολογήσεως μέγιστον τύπον φέρει. Εἰς τὸν ρμγʹ, «εὐλογητὸς κύριος ὁ θεός μου» Εὐχαριστεῖ λαβὼν νίκην κατὰ ἐχθρῶν πολεμούτων. Προσώπῳ τοῦτον γέγραφε τοῦ Χριστωνύμου δήμου εὐχαριστούντων ἐκ ψυχῆς τῷ θεανθρώπῳ λόγῳ τῷ δόντι δύναμιν αὐτοῖς κατὰ τοῦ διαβόλου καὶ μάχαιραν τετράστομον τὸ τοῦ σταυροῦ σημεῖον, οὗ τῇ δυνάμει πλήττουσι τὰ στίφη τῶν δαιμόνων τῶν πολεμούντων ἀφειδῶς πάντοτε τοὺς ἀνθρώπους. «εὐλογητὸς» καὶ γάρ φησι «κύριος ὁ θεός μου, ὁ πρὸς παράταξιν ἐχθρῶν διδάσκων μου τὰς χεῖρας, εἰς πόλεμον δὲ τοὺς ἐμοὺς δακτύλους ἀπευθύνων.» Εἰς τὸν ρμδʹ ψαλμόν, «ὑψώσω σε, ὁ θεός μου, ὁ βασιλεύς μου» Ὑμνεῖ θεὸν καὶ μεθ' ὕμνου θεολογεῖ ὁ προφήτης. Τοῦτον εἰς ὕμνον ἄπαυστον γέγραφε τῷ κυρίῳ. Εἰς τὸν ρμεʹ ψαλμόν, «αἴνει, ἡ ψυχή μου, τὸν κύριον» Ὑμνεῖ θεὸν καὶ σὺν ὕμνῳ θεολογεῖ ὁ προφήτης. Ἐν τούτῳ δὲ προτρέπεται δοξάζειν τὸν δεσπότην καὶ μὴ θαρρεῖν ἐπί τινι πλὴν μόνῳ τῷ κυρίῳ. Εἰς τὸν ρμϛʹ ψαλμόν, «αἰνεῖτε τὸν κύριον, ὅτι ἀγαθὸν ψαλμός» Ὑμνεῖ θεὸν καὶ συνάμα θεολογεῖ ὁ προφήτης. Ἐν τούτῳ προτεθέσπικεν ὁ μέγιστος προφήτης τὴν κτίσιν ὄντως τοῦ ναοῦ τὴν παρὰ Ζοροβάβελ καὶ τὴν ἐπάνοδον ὁμοῦ τῶν αἰχμαλωτισθέντων. φησὶ γὰρ «Ἱερουσαλὴμ οἰκοδομῶν ὁ λόγος συνάξει τὰς διασπορὰς τοῦ Ἰσραὴλ ἁπάσας». Εἰς τὸν ρμζʹ, «ἐπαίνει, Ἱεροσυαλήμ, τὸν κύριον, αἴνει τὸν θεόν» Ὕμνος θεῷ, καὶ ὁ ὕμνος θεολογία προφήτου. Τοῦτον προσώπῳ γέγραφεν Ἀγγαίου τοῦ προφήτου τὴν κτίσιν Ἱερουσαλὴμ μέλλοντος προφητεῦσαι. Εἰς τὸν ρμηʹ, «αἰνεῖτε τὸν κύριον ἐκ τῶν οὐρανῶν» Ὕμνος θεοῦ, καὶ ὁ ὕμνος θεολογίᾳ συνάμα. Ἐν τούτῳ δὲ προτρέπεται δοξάζειν τὸν δεσπότην ἅπασαν κτίσιν ὁ ∆αυὶδ ὡς ποιητὴν τῶν ὅλων. Εἰς τὸν ρμθʹ, «ᾄσατε τῷ κυρίῳ ᾆσμα καινόν» Ἐωθινὴν ὑμνῳδίαν ἣν ᾖδε προφήτης λέγει. Τοῖς Χριστωνύμοις παραινεῖ γεραίρειν τὸν δεσπότην· φησὶ γὰρ «ᾄσατε καινὸν ᾆσμά τι τῷ κυρίῳ, οἱ ταῖς χερσὶ κατέχοντες τὴν δίστομον ῥομφαίαν», τοῦτ' ἔστι τὸν πανσέβαστον σταυρὸν τὸν τοῦ κυρίου, «ὥστε ποιεῖν ἐκδίκησιν ἐν ἔθνεσιν ἀγρίοις» καὶ κατασφάττειν δαίμονας καὶ καταπλήττειν τούτους. Εἰς τὸν ρνʹ ψαλμόν, «αἰνεῖτε τὸν θεὸν ἐν τοῖς