123
ἡμισεύσωσιν τὰς ἡμέρας αὐτῶν." Τοῖς γὰρ μιαιφονίᾳ καὶ δόλῳ συζῇν αἱρουμένοις ταχὺν ἐπ άγεις τὸν θάνατον· οὐκ ἐῶν τὸν νενομισμένον διαβιῶ ναι χρόνον. [Καὶ ταῦτα ἐκείνοις· ἐγὼ δὲ, φησὶν ὁ ∆αβὶδ, καὶ ὅσοι κατ' ἐμὲ τὴν ἄνωθεν καραδοκοῦμεν ῥοπὴν, σωθησόμεθα. ∆ιὰ γὰρ τῶν ἑξῆς σαφέστερον αὐτὸ ἡρμήνευσεν, εἰπών·] "Ἐγὼ δὲ, Κύριε, ἐλπιῶ ἐπὶ σέ." Ταύτην γάρ σου τὴν δύναμιν, καὶ τὴν δικαίαν ἐπιστάμενος ψῆφον, τὴν παρὰ σοῦ προσμένω βοήθειαν.
ΕΡΜΗΝ. ΤΟΥ ΝΕʹ ΨΑΛΜΟΥ. αʹ. "Εἰς τὸ τέλος. Ὑπὲρ τοῦ λαοῦ τοῦ ἀπὸ τῶν ἁγίων μεμακρυμμένου· τῷ
∆αβὶδ εἰς στηλογραφίαν. Ὁπότε ἐκράτησαν αὐτὸν οἱ ἀλλόφυλοι ἐν Γέθ." Σημαίνει καὶ ἡ ἐπιγραφὴ, ὡς διπλῆ τοῦ ψαλμοῦ ἡ διάνοια, καὶ αὐτῷ ἁρμόττουσα τῷ ∆αβὶδ, καὶ τῷ λαῷ τῷ δορυαλώτῳ γεγενημένῳ, καὶ τὴν ἀλλοτρίαν οἰκεῖν ἠναγκασμένῳ· [ἀλλὰ καὶ πολλοῖς τῶν 80.1284 ἐφεξῆς. Τὸ γὰρ "ὑπὲρ τοῦ λαοῦ τοῦ ἀπὸ τῶν ὁσίων κεκρυμμένου," ἢ αἰχμαλωτισθέντος καὶ χωρισθέν τος τῆς τηνικαῦτα ἁγίας πόλεως, ἥτις ἦν ἡ Ἱερου σαλὴμ, ἢ τοῦ μακρύνοντος ἑαυτὸν ἀπὸ τοῦ Θεοῦ, ὅ ἐστιν, ἀπὸ τῆς εἰς αὐτὸν πίστεως.] Συμβαίνει γὰρ τὰ παθήματα. Ἐκεῖνοί τε γὰρ Βαβυλωνίοις ἐδού λευον ἀλλοφύλοις ἀνθρώποις· καὶ οὗτος ἀποδρὰς τὸν Σαοὺλ, μέτοικος ἀλλοφύλων ἐγένετο. Ἰστέον μέντοι, ὅτι δὶς ἀφίκετο εἰς τὴν Γέθ. καὶ πρό τερον μὲν πολέμιος εἶναι δόξας, εἶτα κινδυνεύσας, καὶ ἐπιληψίαν ὑποκρινάμενος, ἀφέθη τε καὶ διέφυ γεν. Ὕστερον δὲ θαῤῥηθεὶς συνδιέτριβεν ἀπολαύων εἰρήνης. Τὸν μέν τοι παρόντα ψαλμὸν, τὸν πρότε ρον μὲν κίνδυνον ὑπομείνας συνέγραψεν. βʹ, γʹ. "Ἐλέησόν με, ὁ Θεὸς, ὅτι κατεπάτησέν με ἄνθρωπος· ὅλην τὴν ἡμέραν πολεμῶν ἔθλιψέ με Κατεπάτησάν με οἱ ἐχθροί μου ὅλην τὴν ἡμέραν." Ὑπὸ διαφόρων ἐχθρῶν ἐξελαυνόμενός τε καὶ πολε μούμενος, καὶ οἱονεὶ συμπατούμενος καὶ διηνεκῶς τοῦτο πάσχων, τὴν σὴν, ὦ ∆έσποτα, φιλανθρωπίαν προσμένω. Τὸ δὲ ὅλην τὴν ἡμέραν, πᾶσαν ἡμέ ραν ὁ Σύμμαχος ἡρμήνευσεν, ἀντὶ τοῦ ἐνδελεχῶς καὶ διηνεκῶς. "Ὅτι πολλοὶ οἱ πολεμοῦντές με ἀπὸ ὕψους." [Ἀντὶ τοῦ, ἀπὸ τῆς δυναστείας αὐτῶν.] Οὐ δέδια, φησὶ, τὰς τῶν ἀνθρώπων εὐημερίας αἷς θαῤ ῥοῦντες τὸν καθ' ἡμῶν ἀνεδέξαντο πόλεμον. Ὕψος γὰρ ἡμέρας, τὴν παροῦσαν ἐκάλεσεν εὐπραξίαν, τὴν πρόσκαιρον, τὴν ἐφήμερον, τὴν ἐπίκηρον, τὴν οὐκ εἰς μακρὰν διαῤῥέουσαν. Εἶτα διδάσκει τίνος χάριν οὐ χρὴ δειμαίνειν τοὺς ἐπὶ ταῖς εὐημερίαις βρεν θυομένους. δʹ. "Ἡμέρας οὐ φοβηθήσομαι· ἐγὼ δὲ ἐλπιῶ ἐπὶ σέ." Τὴν πρόσκαιρον, φησὶν, εὐκληρίαν οὐ δέδια, τὴν σὴν ἔχων ἐπικουρίαν· τοῦτο δὲ ὁ Σύμμα χος οὕτως ἡρμήνευσεν, Ἧ ἂν ἡμέρᾳ φοβηθῶ, σοὶ πέποιθα. Ἀντιτάττω, φησὶ, τῷ φόβῳ τὸ ἐπὶ σοὶ θάρσος. [Καλῶς οὖν τέθεικε τὸ, "Ἐγὼ δὲ ἐλπιῶ ἐπὶ σέ·" ἀντὶ τοῦ, Οὐδὲ γάρ ἐστιν ἄλλος, οὐκ ἔστι δυνάμενος ῥύσασθαι τοὺς πειραζομένους ἐκ τῶν ἐπιβουλευόντων, εἰ μὴ ἡ σὴ μόνη, ὦ ∆έσποτα, προμή θεια. Καὶ σαφέστερον αὐτὸ ἐλάμπρυνε διὰ τοῦ εἰπεῖν·] εʹ. "Ἐν τῷ Θεῷ ἐπαινέσω τοὺς λόγους μου." 80.1285 [Ἐπαινεταὶ, φησὶ, παρὰ τῷ Θεῷ αἱ προσευχαὶ, ἃς ἐκτενεῖς διὰ τῆς μετανοίας αὐτῷ προσφέρων οὐ παύ σομαι.] "Ἐπὶ τῷ Θεῷ ἤλπισα, οὐ φοβηθήσομαι τί ποιήσει μοι σάρξ;" [Σάρκα τοὺς παχυτέρους καὶ χαμαιῤῥεπῆ τὸν βίον κεκτημένους ἀνθρώπους λέ γει.] Καὶ φθεγγόμενος, φησὶ, τῇ τοῦ Θεοῦ μνήμῃ τοὺς ἐμοὺς λόγους κοσμῶ· καὶ πολεμούμενος, τῇ σῇ κηδεμονίᾳ θαῤῥῶν, τῶν πολεμούντων καταφρονῶ. ʹ. "Ὅλην τὴν ἡμέραν τοὺς λόγους μου ἐβδε λύσσοντο κατ' ἐμοῦ πάντες οἱ διαλογισμοὶ αὐτῶν εἰς κακόν." Πάντα, φησὶ, λογισμὸν εἰς τὰς κατ' ἐμοῦ κινοῦσιν ἐπιβουλὰς, ὡς ψευδεῖς τοὺς ἐμοὺς ἀπο στρεφόμενοι λόγους, καὶ τὴν προσφερομένην ἀπο λογίαν ἀποσειόμενοι. [Τὸ αὐτὸ δὲ μέχρι τοῦ παρόν τος ἔστιν ἰδεῖν ὑπομένοντας πολλοὺς παρά τινων ἀνθρώπων καὶ δαιμόνων.] ζʹ. "Παροικήσουσι καὶ κατακρύψουσιν, αὐτοὶ τὴν πτέρναν μου φυλάξουσιν· καθάπερ ὑπ έμειναν τὴν ψυχήν μου." Σαφέστερον τοῦτο ὁ Σύμ μαχος ἡρμήνευσε, Συνήγοντο