1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

123

τάξεις τῷ ὁπλιτικῷ μετεδίδου θείας δυνάμεως. καὶ στὰς ὀπίσω τῆς παρατάξεως τοῦτο κατέχων τὸ ὅπλον δάκρυσι πολλοῖς τὸ θεῖον εὐμενίζετο· ὅστις τὰς οὐρανίους ταξιαρχίας συμμάχους προσελάβετο. τοῦ δὲ πολέμου κροτηθέντος, Βιταλιανὸς ὁ ταξίαρχος πάντων θρασύτερον κινηθεὶς τὴν φάλαγγα τῶν Περσῶν διέσπασε καὶ τὸ τοῦλδον παρέλαβεν. οἱ δὲ Ῥωμαῖοι περὶ τὰ σκῦλα ἤρξαντο ἀσχολεῖσθαι· οὓς θεασάμενος ὁ Φιλιππικός, φοβηθεὶς μὴ εἰς τὰ λάφυρα καὶ οἱ λοιποὶ τραπέντες τῆς παρατάξεως ἐπιλάθωνται, καὶ στραφέντες οἱ βάρβαροι ἀπολέσωσιν αὐτούς, Θεοδώρῳ τῷ Ἰλιβινῷ τὴν ἑαυτοῦ περικεφαλαίαν περιθεὶς ἐξαπέστειλε τῷ ξίφει πλήττειν τοὺς ἐνασχολουμένους ἐπὶ τὰ λάφυρα. ὃν ἰδόντες καὶ νομίσαντες Φιλιππικὸν εἶναι, καταλιπόντες τὰ σκῦλα ἐπὶ τὸν πόλεμον ἐχώρησαν. τοῦ δὲ πολέμου κροτηθέντος ἐπὶ ὥρας πολλάς, φωνὴ γίνεται παρὰ τοῦ στρατηγοῦ τοὺς ἵππους τῶν Περσῶν πλήττειν τοῖς δόρασιν. τούτου δὲ γενομένου, ἐτράπη τὸ Περσικὸν 256 στράτευμα, καὶ νίκην μεγάλην οἱ Ῥωμαῖοι ἀνεδήσαντο καὶ πολλοὺς ἀνήλωσαν καὶ τούτους ἐσκύλευσαν. τῇ δὲ ὑστεραίᾳ ἀναλαβὼν τὰς ἑαυτοῦ δυνάμεις ὁ Καρδαρίγας πάλιν πρὸς πόλεμον ὁπλίζεται. καὶ δευτέρου πολέμου κροτηθέντος, νικῶσι πάλιν Ῥωμαῖοι, καὶ ἀναιροῦνται Πέρσαι πολλοί, χειροῦνται δὲ καὶ ζῶντες δισχίλιοι καὶ εἰς Βυζάντιον πέμπονται. προσέφυγε δὲ καὶ Καρδαρίγας εἰς τὸ ∆αρᾶς· οἱ δὲ Πέρσαι μεθ' ὕβρεων τοῦτον ἀπεπέμψαντο. ὁ δὲ Φιλιππικὸς Ἡράκλειον, τὸν Ἡρακλείου τοῦ αὐτοκράτορος πατέρα, ὑποστράτηγον ὄντα ἐπὶ κατασκοπῇ τῶν βαρβάρων ἐξέπεμψεν, καὶ αὐτὸς τοὺς ἐν πολέμῳ τραυματίας γενομένους πρὸς τὰς πόλεις ἰατρεύεσθαι παρέπεμψεν. ἀναλαβὼν δὲ τὸ στράτευμα εἰς τὴν Βαβυλωνίαν εἰσβάλλει καὶ τὸ Χλομαρῶν φρούριον παρακαθέζεται. ὁ δὲ Καρδαρίγας στρατολογεῖ ἰδιώτας μετὰ ὑποζυγίων καὶ ὀχλαγωγήσας στρατοπεδεύειν ἐκόμπαζε καὶ δι' ὀχυρῶν τόπων ἐν ἀσελήνῳ νυκτὶ ἐπὶ τὰ νῶτα γίνεται τῶν Ῥωμαίων μηδαμῶς θαρρῶν χεῖρας αὐτοῖς ἐμβαλεῖν. φόβος δὲ ἄκαιρος ἐπιπεσὼν τῷ Φιλιππικῷ, καταλιπὼν τὸ φρούριον φυγῇ ἀλόγῳ ἐχρήσατο. καὶ τοῦτο γνόντες οἱ Ῥωμαῖοι εἰς φυγὴν ἐτρέποντο διὰ τόπων δυσεξοδεύτων μεγάλοις κινδύνοις περιπεσόντες· ἦν γὰρ καὶ ἀσέληνος ἡ νύξ. ἡλίου δὲ ἀνατείλαντος τῆς συμφορᾶς ἀπηλλάττοντο. καταλαβόντες δὲ τὸν στρατηγὸν ὕβρεσιν αἰσχίσταις τοῦτον ἐβλασφήμουν. οἱ δὲ Πέρσαι ἐπίπλαστον νομίσαντες τὴν φυγὴν διῶξαι οὐκ ἐτόλμησαν. Ἡράκλειος δὲ διαπεράσας τὸν Τίγριν, ὅσα τῆς Μηδικῆς χώρας ἦσαν ἐπίσημα χωρία, παρεδίδου πυρί, καὶ οὕτω πρὸς Φιλιππικὸν ἀνέκαμψε μετὰ σκύλων πολλῶν. 257 Κόσμου ἔτη ϛοθʹ. Τῆς θείας σαρκώσεως ἔτη φοθʹ. Ῥωμαίων βασιλεὺς Μαυρίκιος ἔτη κʹ. εʹ. Περσῶν βασιλεὺς Ὁρμίσδας ἔτη ιεʹ. ιδʹ. Κωνσταντ. ἐπίσκοπος Ἰωάννης ἔτη ιγʹ. ϛʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἰωάννης ἔτη κʹ. ιεʹ. Ἀλεξανδρείας ἐπίσκοπος Εὐλόγιος ἔτη κζʹ. ηʹ. Ἀντιοχείας ἐπίσκοπος Γρηγόριος ἔτη κδʹ. ιζʹ. Τούτῳ τῷ ἔτει ὁ τῶν Ἀβάρων Χαγάνος τὰς σπονδὰς διαλύσας τήν τε Μυσίαν καὶ Σκυθίαν κατεπολέμει δεινῶς καταστρέψας τήν τε Ῥατιάρναν καὶ Βονωνίαν καὶ Ἄκυς καὶ ∆ορόστολον καὶ Ζάρδαπα καὶ Μαρκιανούπολιν. ὁ δὲ Κομεντίολος ἐπὶ τὴν Ἀγχίαλον ἦλθε καὶ διελὼν τὸ στράτευμα τοὺς ἀδοκίμους ἐκ τῶν ἀριστέων διέκρινεν· καὶ τὴν μὲν ἄχρηστον δύναμιν μʹ χιλιάδας φυλάττειν τὸν χάρακα κελεύει, τοὺς δὲ ἐπιλέκτους ἑξακισχιλίους ὄντας παραλαβὼν δύο χιλιάδας παρέδωκε τῷ Κάστῳ καὶ δύο τῷ Μαρτίνῳ, καὶ τὰς δύο αὐτὸς ἀναλαβὼν κατὰ τῶν βαρβάρων χωρεῖ. ὁ δὲ Κάστος ἐλθὼν ἐπὶ τὰ Ζάρδαπα καὶ τὸν Αἷμον, εὑρὼν τοὺς βαρβάρους ἠμελημένους πολλοὺς διέφθειρεν. αἰχμαλωσίας δὲ κρατήσας πολλῆς δορυφόρῳ διασώζειν ἐδίδου. Μαρτῖνος δὲ εἰς τὰ περὶ Τόμεα τὴν πόλιν γενόμενος, τῷ Χαγάνῳ ἀπροσδοκήτως περιπεσὼν πολλοὺς τῆς αὐτοῦ δυνάμεως ἀνεῖλεν, ὥστε αὐτὸν φυγῇ τὴν σωτηρίαν πραγματεύσασθαι. ὁ δὲ Μαρτῖνος ἐπίδοξον νίκην ἀράμενος πρὸς τὸν στρατηγὸν ἐπανήρχετο, ἔνθα