1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

124

ἵνα δόξω φιλαλήθης εἶναι κριτής· εἰ δὲ τἀληθῆ ἀκοῦσαι θέλεις, τῷ σῷ φρονήματι μᾶλλον προείλημμαι. καὶ ὁ Σίμων· Πῶς προείληψαι, οὐκ εἰδὼς ὃ φρονῶ; καὶ ὁ πατήρ· Τοῦτο ῥᾴδιόν ἐστιν εἰδέναι· καὶ πῶς, ἄκουσον. ἐλέγξειν ὑπέσχου Πέτρον ἕνα θεὸν λέγοντα εἶναι ὅτι ψεύδεται, ὁ δὲ ἕνα λέγοντα ψεύσματος ἐλέγξαι ἐπαγγελλόμενος πάντως εὔδηλον ὡς ἐκεῖνος ἀληθεύων τὸ αὐτὸ οὐ λέγει. εἰ γὰρ τῷ καταψευδομένῳ τὸ αὐτὸ λέγει, καὶ αὐτὸς ψεύδεται· εἰ δὲ τὰ ἐναντία λέγων ἀποδείκνυσιν, τότε ἀληθεύει. οὐκ ἄλλως οὖν τὸν ἕνα θεὸν εἶναι λέγοντα ψεύστην λέγεις, εἰ μήτι ἂν ὅτι πολλοὺς δοξάζεις θεούς. θεοὺς δὲ πολλοὺς εἶναι κἀγὼ λέγω. τὸ αὐτὸ οὖν σοι πρὸ τῆς ζητήσεως λέγων σοὶ μᾶλλον προείλημμαι. καὶ κατὰ τοῦτο ἀγωνιᾶν περὶ ἐμοῦ οὐκ ὀφείλεις, ἀλλὰ Πέτρος, ὅτι ἀκμὴν αὐτῷ τὰ ἐναντία φρονῶ, ὅσπερ μετὰ τὴν ὑμετέραν ζήτησιν ἐλπίζω φιλαλήθης ὢν κριτής, πρόληψιν ἀποδυσάμενος, τῷ ἐπικρατοῦντι συνθέσθαι λόγῳ. ταῦτα τοῦ πατρὸς εἰπόντος ἠρέμα βοή τις ἐπαίνου ἐκ τῶν ὄχλων ἐγέ- νετο ἐπὶ τῷ οὕτως τὸν πατέρα διαλεχθῆναι. Καὶ ὁμῶς ὁ Πέτρος ἔφη· Ἐγὼ ὡς ὁ τῶν λόγων μεσίτης εἴρηκεν, ποιεῖν ἕτοιμός εἰμι, καὶ ἤδη ποτὲ πρὸ πάσης ἀναβολῆς τὸ ἐμὸν περὶ θεοῦ ἐκθήσομαι φρόνημα. κἀγὼ ἕνα θεὸν εἶναι λέγω, τὸν πεποιηκότα τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὰ ἐν αὐτοῖς πάντα. ἄλλον δὲ οὔτε λέγειν οὔτε νομίζειν ἔξεστιν. καὶ ὁ Σίμων· Ἐγὼ δέ φημι τὰς πεπιστευμένας γραφὰς παρὰ Ἰουδαίοις πολλοὺς λέγειν θεούς, καὶ μὴ χαλεπαίνειν ἐπὶ τούτῳ τὸν θεὸν τῷ αὐτὸν διὰ τῶν γραφῶν αὐτοῦ πολλοὺς θεοὺς εἰρηκέναι. αὐτίκα γοῦν ἐν τῇ πρώτῃ φωνῇ τοῦ νόμου φαίνεται καὶ ἑαυτῷ αὐτοὺς ὁμοίους λέγων. οὕτως γὰρ γέγραπται ὡς ὅτι τῷ πρώτῳ ἀνθρώπῳ ἐντολὴν ἔχοντι παρὰ τοῦ θεοῦ ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ φαγεῖν, ἀπὸ δὲ τοῦ ξύ- λου τοῦ γινώσκειν καλὸν καὶ πονηρὸν μὴ φαγεῖν, ὁ ὄφις διὰ τῆς γυναικὸς ἐπὶ ὑποσχέσει τοῦ γενέσθαι αὐτοὺς θεοὺς φαγεῖν αὐτοὺς πείσας ἀναβλέψαι ἐποίησεν καὶ εἶθ' οὕτως ὁ θεὸς ἀναβλέψασιν αὐτοῖς ἔφη· «Ἰδοὺ γέγονεν Ἀδὰμ ὡς εἷς ἐξ ἡμῶν». ὁ μὲν οὖν ὄφις εἰπών· «Ἔσεσθε ὡς θεοί» ὡς ὄν- των θεῶν εἰρηκὼς φαίνεται ταύτῃ μᾶλλον ᾗ καὶ θεὸς ἐπεμαρτύρησεν εἰπών· «Ἰδοὺ γέγονεν Ἀδὰμ ὡς εἷς ἐξ ἡμῶν». οὕτως ὁ τοὺς πολλοὺς εἰπὼν ὄφις εἶναι θεοὺς οὐκ ἐψεύσατο. πάλιν τὸ γεγράφθαι· «Θεοὺς οὐ κακολογή- σεις καὶ ἄρχοντας τοῦ λαοῦ σου οὐ κακῶς ἐρεῖς» πολλοὺς σημαίνει θε- ούς, οὓς οὐδὲ κακολογεῖσθαι θέλει. ἀλλὰ καὶ ἄλλοθί που γέγραπται· «Eἰ ἐτόλμησεν θεὸς ἕτερος εἰσελθεῖν καὶ λαβεῖν ἑαυτῷ ἔθνος ἐκ μέσου ἔθνους ὡς ἐγὼ κύριος ὁ θεός». τῷ εἰπεῖν· «Eἰ ἐτόλμησεν θεὸς ἕτερος» ὡς ὄντων ἑτέρων εἴρηκεν. καὶ ἄλλοτε· «Θεοὶ οἳ τὸν οὐρανὸν καὶ τὴν γῆν <οὐκ ἐποίησαν, ἀπολέσθωσαν» ὡς τῶν> μὴ πεποιηκότων ἀπόλλυσθαι μελλόντων. καὶ ἄλλῃ που λέγει· «Ἔπεχε σεαυτῷ, μὴ πορευθεὶς λα- τρεύσῃς θεοῖς ἑτέροις, οἷς οὐκ ᾔδεισαν οἱ πατέρες σου», ὡς ὄντων θεῶν ἑτέρων, οἷς καὶ μὴ ἐξακολουθεῖν αὐτοὺς λέγει. καὶ πάλιν· «Ὀνό- ματα θεῶν ἑτέρων οὐκ ἀναβήσεται ἐπὶ τῶν χειλέων σου». καὶ ἐνταῦθα πολλοὺς θεοὺς λέγει, ὧν τὰ ὀνόματα ὀνομάζεσθαι οὐ θέλει. καὶ πάλιν γέγραπται· «Κύριος ὁ θεός σου, οὗτος θεὸς τῶν θεῶν». καὶ πάλιν· «Τίς