124
ἐθνῶν ὄντας πάντα τὰ τοῦ νόμου ἐπιτελεῖν αὐτούς· ἀπαγο ρεύει γὰρ αὐτοῖς ὁ θεῖος Μωϋσῆς. Ἑπόμενοι οὖν Χριστῷ τὰς εὐλογίας κληρονομή σωμεν, νόμῳ καὶ προφήταις διὰ τοῦ Eὐαγγελίου στοιχήσωμεν, φύγωμεν τοὺς πολυθέους καὶ τοὺς χριστοκτόνους καὶ προ φητοφόντας καὶ τοὺς δυσωνύμους καὶ ἀθέους αἱρεσιώτας· Πειθαρχήσωμεν Χριστῷ ὡς βασιλεῖ, ὡς ἐξουσίαν ἔχοντι μετατιθέναι διατάξεις διαφόρους, καὶ ἔχοντι ὡς νομοθέτῃ σοφίαν τοῦ διατάσσεσθαι διαφόρως, τῶν φυσικῶν πανταχοῦ ἀμεταθέτων φυλασσομένων. Ἀπέχεσθε οὖν αἱρεσιωτῶν πάντων, ὦ ἐπίσκοποι καὶ λαϊκοί, τῶν φαυλιζόντων τὸν Νόμον καὶ τοὺς Προφήτας. Θεῷ γὰρ παντοκράτορι ἐχθραίνοντες ἀπειθοῦσι, καὶ Χριστὸν οὐχ ὁμολογοῦσιν Υἱὸν Θεοῦ· ἀρνοῦνται γὰρ καὶ τὴν κατὰ σάρκα αὐτοῦ γέννησιν, τὸν σταυρὸν ἐπαισχύνονται, τὸ πάθος καὶ τὸν θάνατον ἀδοξοῦσι, τὴν ἀνάστασιν ἀγνοοῦσι, τὴν πρὸ αἰώνων αὐτοῦ γέννησιν περικόπτουσιν. Τινὲς δὲ ἐξ αὐτῶν ἑτέρως ἀσεβοῦσι, ψιλὸν ἄνθρωπον εἶναι φανταζόμενοι τὸν Κύριον, ἐκ ψυχῆς καὶ σώματος αὐτὸν εἶναι νομίζοντες· ἕτεροι δὲ ἐξ αὐτῶν αὐτὸν εἶναι τὸν Ἰησοῦν τὸν ἐπὶ πάντων Θεὸν ὑποπτεύουσιν, αὐτὸν ἑαυτοῦ πατέρα δοξάζοντες, αὐτὸν Υἱὸν καὶ παράκλητον ὑποπτεύοντες· ὧν τί ἂν εἴη ἐναγέστε ρον; Ἄλλοι δ' αὖ πάλιν ἐξ αὐτῶν βρώματά τινα φαυλί ζουσιν, καὶ γάμον κακὸν σὺν παιδοποιΐᾳ λέγουσιν εἶναι διαβόλου τε μηχάνημα· καὶ διὰ τὴν πονηρίαν αὐτῶν, ἀσεβεῖς ὄντες, οὐ θέλουσιν ἐκ νεκρῶν ἀναστῆναι, διὸ καὶ τὴν ἀνάστα σιν διαβάλλουσιν, φάσκοντες, ὅτι σεμνοί τινες ἐσμὲν ἐσθίειν καὶ πίνειν μὴ βουλόμενοι, δαιμόνια δὲ ἄσαρκα φανταζόμενοι ἐκ νεκρῶν ἀναστήσεσθαι· οἵτινες καταδικασθήσονται δι' αἰῶνος ἐν τῷ αἰωνίῳ πυρί. Φεύγετε οὖν ἀπ' αὐτῶν, ἵνα μὴ συναπόλησθε ταῖς αὐτῶν ἀσεβείαις. Eἰ δέ τινες παρατηρούμενοι φυλάσσουσιν ἔθιμα ἰουδαϊκά, γονορροίας, ὀνειρώξεις, πλησιασμοὺς τοὺς κατὰ νόμον, λεγέτωσαν ἡμῖν, εἰ ἐν αἷς ὥραις ἢ ἡμέραις ἕν τι τούτων ὑπομείνωσιν παρατηροῦνται προσεύξασθαι ἢ εὐχα ριστίας μεταλαβεῖν ἢ βιβλίου θίγειν, καὶ ἐὰν συνθῶνται, δῆλον ὡς τοῦ ἁγίου Πνεύματος κενοὶ τυγχάνουσιν τοῦ ἀεὶ παραμένοντος τοῖς πιστοῖς· περὶ γὰρ τῶν ὁσίων λέγει ὁ Σολομών, ἵν' ἕκαστος εὐτρεπίζῃ, ὅπως «Ὅταν καθεύδῃ, φυλάσσῃ αὐτὸν καί, ὡς ἂν ἐγείρηται, συλλαλῇ αὐτῷ.» Eἰ γὰρ νομίζεις, ὦ γύναι, ἑπτὰ ἡμέρας ἐν ἀφέδρῳ οὖσα τοῦ ἁγίου Πνεύματος κενὴ τυγχάνειν, ἄρα τελευτήσασα ἐξαίφνης κενὴ Πνεύματος καὶ ἀπαρρησίαστος τῆς πρὸς Θεὸν