1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

124

δὲ ἐναντίων εἴληχε τὴν σύνοδον, σώματος καὶ ψυχῆς, τοῦ μὲν κατὰ συμβεβηκὸς ὀργάνου τῇ ψυχῇ δεδομένου, τῆς δὲ νοερᾶς οὐσίας κατὰ τὸν προηγούμενον ὑποστάσης λόγον, καὶ τοῦ μὲν ἀλόγου, τῆς δὲ λογικῆς τυγχανούσης, καὶ πάλιν τοῦ μὲν φθαρτοῦ, τῆς δὲ ἀφθάρτου, καὶ θατέρου θνητοῦ, θατέρας δὲ ἀθανάτου, ὥσθ' ἡμᾶς θηρσὶ μὲν ἀλόγοις ἀδελφὸν φέρειν τὸ σῶμα, ψυχὴν δὲ τῇ λογικῇ καὶ ἀθανάτῳ φύσει συγγενῆ· ταύτη τοι εἰκὸς τὸ διφυὲς τουτὶ βλάστημα, διττῆς ἅτε φύσεως κεκοινωνηκός, διττῷ καὶ διαφόρῳ τὸ ζῆν ἀπευθύνειν τρόπῳ, τοτὲ μὲν φύσει σώματος δουλεῦον, τοτὲ δὲ τῇ θειοτέρᾳ μοίρᾳ τὴν οἰκείαν ἀσπαζόμενον ἐλευθερίαν· ὡς καὶ δοῦλον εἶναι τὸν αὐτὸν καὶ ἐλεύθερον, τοιαύτην τινὰ παρὰ τοῦ θεοῦ, δι' οὓς οἶδε λόγους αὐτός, κεκληρωμένον ψυχῆς καὶ σώματος ἐπιμιξίαν. 6.6.27 εἰ δὴ οὖν τις τὰ κατὰ φύσιν ἤτοι τοῦ σώματος ἢ καὶ τῆς ψυχῆς, εἱμαρμένης ὀνόματι χρώμενος, ὑπ' αἰτίαν ἀνάγκης καταβάλλοι, διαμάρτοι ἂν τῆς οἰκείας προσηγορίας. εἰ γὰρ εἱμαρμένης ἀνάγκη τις ἦν ἀκώλυτος, πολλὰ δὲ τῶν τῷ σώματι καὶ τῇ ψυχῇ κατὰ φύσιν προσόντων παραποδίζεται μυρία τε ἔξωθεν ἄλλα συναντᾷ παρὰ φύσιν κατά τι συμβεβηκὸς καὶ ψυχῇ καὶ σώματι παρ6.6.28 επόμενα, πῶς ἂν εἴη ταὐτὸν εἱμαρμένη καὶ φύσις; εἰ γὰρ ἀπαράλλακτόν φασιν εἶναι τὴν εἱμαρμένην καὶ μὴ δύνασθαι τι παρὰ ταύτην γίνεσθαι ἀνάγκην γὰρ εἶναι ἀπαραίτητον, πολλὰ δέ, ὡς ἔφην, παρὰ τὰ κατὰ φύσιν καὶ ψυχῇ καὶ σώματι συμβαίνει, οὐκ ἂν ὀρθῶς τις ὀνομάζοι ταὐτὸν εἶναι 6.6.29 λέγων εἱμαρμένην καὶ φύσιν. γένοιτ' ἂν οὖν τῶν ὄντων ἐν ἡμῖν τὰ μὲν κατὰ λογισμὸν καὶ προαίρεσιν τὴν ἐφ' ἡμῖν γιγνόμενα, οἷα τὰ κατὰ φύσιν ψυχῆς, τὰ δὲ κατὰ φύσιν τοῦ σώματος, τὰ δὲ τούτοις μὲν συμβεβηκότα, ψυχῇ λέγω καὶ σώματι, ἑτέροις δὲ συντελούμενα κατὰ φύσιν· ἀλλ' οὔτε τῆς ψυχῆς τὸ ἐφ' ἡμῖν οὔτε τοῦ σώματος τὸ κατὰ φύσιν οὐδὲ μὴν τῶν ἔξω6.6.30 θεν τὸ κατὰ συμβεβηκὸς ἐνδίκως ἄν τις ἀποστεροίη τὸν αἴτιον. θεὸς γὰρ αὐτὸς ὁ τῶν ὅλων καὶ τῶν ἐφ' ἡμῖν καὶ τῶν κατὰ φύσιν καὶ τῶν κατὰ συμβεβηκὸς δημιουργὸς ὢν ἀποπέφανται. καθόλου γὰρ περὶ πάντων ἀκουστέον τῆς ἐνθέου γραφῆς, τὸ «αὐτὸς εἶπεν, καὶ ἐγενήθησαν· αὐτὸς ἐνετείλατο, 6.6.31 καὶ ἐκτίσθησαν» ἀποφηναμένης. εἰ δὴ οὖν βουλομένοις ποτέ τινα ἕτερα παρὰ τὴν ἡμετέραν γνώμην συμβαίνει, ὑπομνηστέον ἑαυτοὺς ὡς ἄρα τοῦτ' ἦν ἐκεῖνο τὸ διττὸν καὶ ἑτερογενὲς τῆς ἐν ἡμῖν συμπλοκῆς, λέγω δὴ ψυχῆς καὶ σώματος, παρ' ὃ καὶ ψυχῆς οὐσία, τὴν φύσιν οὖσα νοερὰ καὶ λογική, ἐν νηπιάζοντι κατὰ φύσιν σώματι παρὰ φύσιν αὐτὴ χώραν ἀλόγου μετείληφε· καὶ νοῦς ὁ φρονήσεως οἰκεῖος ἀφραίνει πολλάκις κατά τι συμβεβηκός, παρα6.6.32 τραπεὶς ἐν ὑπερβαλλούσαις φέρε σώματος ἀρρωστίαις. πολλάκις δὲ καὶ γῆρας ἐπελθὸν σώματι κατὰ φύσιν τῶν κατὰ τὴν ἀκμὴν κατορθωμάτων τὴν διάνοιαν ἐστέρησε, τῆς νοερᾶς ψυχῆς τὸ λογιστικὸν παρὰ φύσιν ἀμβλῦ6.6.33 ναν. αἰκίαι δ' αὖ πάλιν καὶ ἀλγηδόνες σώματι πηρώσεις τε ἐπισυμβᾶσαι παρὰ φύσιν τὸ αὐθεκούσιον τῆς ψυχῆς παρὰ τὸ συμβεβηκὸς ἐξενίκησαν, ἐνδούσης ταῖς ἀλγηδόσι διὰ τὴν πρὸς τὸ σῶμα συμπλοκήν· ὡς ἁλίσκεσθαι δεσμὸν ἄφυκτον ἐμποδὼν προβεβλῆσθαι τῷ κατὰ ψυχὴν ἐλευθέρῳ τοτὲ μὲν 6.6.34 τὴν τοῦ σώματος φύσιν, τοτὲ δὲ τὰ ἐκτὸς ἐπισυμβαίνοντα. ἦν δὲ ἄρα καὶ τὸ τῆς ἐφ' ἡμῖν προαιρέσεως εἰς τοσοῦτον ἧκον ἀρετῆς καὶ ἰσχύος ὡς ἀντιβαίνειν ἐπὶ πολλῶν τολμᾶν καὶ ἀντιλέγειν τῇ τε τοῦ σώματος φύσει καὶ 6.6.35 τοῖς ἔξωθεν ἐπισυμβαίνουσιν. ἡ μέν γε τοῦ σώματος φύσις ἐπὶ τὴν τῶν ἀφροδισίων ὁρμὴν τὸν ἄνδρα καλεῖ, ἡ δὲ ψυχὴ λόγῳ σώφρονι χαλινὸν ἐμβαλοῦσα τῷ πάθει κρείττων καθίσταται τῆς τοῦ σώματος φύσεως· καὶ πάλιν ἡ μὲν πεινῆν καὶ διψῆν καὶ ῥιγοῦν καὶ τὰ τοιαῦτα προσαναγκάζουσα ἐπὶ τὰς κατὰ φύσιν θεραπείας τε καὶ πληρώσεις παρακαλεῖ, ἡ δὲ προαίρεσις λόγοις σώφροσιν ἀναπεισθεῖσα καί τινας ἀσκητικὰς προτροπὰς αὐθεκουσίως ἀγαπήσασα, πολυημέροις ἀσιτίαις καὶ καρτερίαις παρακρούεται τὴν τοῦ σώματος 6.6.36 φύσιν, ἀρετῇ λογισμοῦ κρίνασα τοῦτο καὶ ἑλομένη. καὶ αὖ πάλιν ἡ μὲν κατὰ φύσιν πάσαις ἡδοναῖς χαίρει καὶ τῇ λείᾳ τῶν