124
ἴδιον σκοπόν. ἐντεῦθεν γὰρ ἡ πολλὴ διαφωνία γίνεται καὶ γέγονε τοῖς πολλοῖς τῶν ἱστορικῶν, ὥστε σχεδὸν δύο μὴ εὑρίσκειν ἡμᾶς τοὺς ἐν πᾶσιν ὁμοφωνοῦντας. Ὅθεν καὶ σπουδὴ γέγονεν ἡμῖν κατὰ δύναμιν ταῖς θείαις πρότερον ἐξακολουθοῦσι γραφαῖς, ἔπειτα δὲ καὶ τοῖς ἀκριβῶς τι γράψασι τὸν περὶ τούτων λόγον ὑποσημήνασθαι, εἰ καὶ ἐν ἄλλοις τι διήμαρτον. Ἐπειδὴ δὲ τὰ καθολικὰ τῶν μερικωτέρων προλαμβανόμενα σαφεστέραν ἔχει τὴν ἀπόδειξιν, ἡ δὲ τῶν οʹ ἐτῶν τῆς αἰχμαλωσίας τοῦ Ἰούδα μερική τις οὖσα πρὸς τὴν τῶν ιβʹ φυλῶν ἀνάκλησις ποτὲ μὲν τῷ αʹ ἔτει Κύρου λέγεται γενέσθαι, ποτὲ δὲ τῷ βʹ ἔτει ∆αρείου τοῦ Ὑστάσπου, ὡς ἐφεξῆς τὰς δι' Ἱερεμίου τοῦ προφήτου θείας ἐξενεχθείσας ἀποφάσεις δείξομεν μαρτυρούσας, ἀπὸ ποίου χρόνου ἀρξάμεναί πως ἐπὶ τὸ αʹ ἔτος Κύρου τὸν ἑβδομηκονταετῆ συνάγουσι χρόνον, τὸν δὲ καθ' ὅλου περί τε τῶν ἐν Σαμαρείᾳ δέκα τοῦ Ἰσραὴλ λεγομένων φυλῶν λόγον καὶ περὶ τῶν ἐν Ἱερουσαλὴμ βʹ τοῦ Ἰούδα καὶ αὐτῶν ἐπιλεγομένων τῆς αἰχμαλωσίας καὶ τῆς ποσότητος τοῦ χρόνου τῆς κακώσεως, κοινὴν καὶ μίαν ἐκ θεοῦ ἀπόφασιν παρ' ἑνὶ τῶν προφητῶν μόνῳ, παρ' ἄλλῳ δὲ οὐδενὶ γεγραμμέ νην παρειλήφαμεν. Ἴδωμεν τί φησιν ὁ περὶ ταύτης διαλεγόμενος καὶ ὑπὲρ ταύτης κακούμενος μέγας προφήτης Ἰεζεκιὴλ ὡς ἐκ τοῦ χρηματίζοντος πρὸς αὐτὸν πνεύμα τος κατὰ τὸ εʹ ἔτος τῆς αἰχμαλωσίας Ἰωακείμ, ὅπερ ἓν καὶ τὸ αὐτὸ ὑπῆρχε τῷ εʹ ἔτει τῆς βασιλείας Σεδεκίου. φησὶν οὖν· καὶ σὺ κοιμηθήσῃ ἐπὶ τὸ πλευρόν σου τὸ ἀριστερὸν καὶ θήσεις τὰς ἀδικίας οἴκου Ἰσραὴλ ἐπ' αὐτὸ κατὰ ἀριθμὸν τῶν ἡμερῶν νʹ καὶ ρʹ, ἃς κοιμηθήσῃ ἐπ' αὐτοῦ, καὶ λήψῃ τὰς ἀδικίας αὐτοῦ. καὶ ἐγὼ δέδωκά σοι τὰς βʹ ἀδικίας αὐτῶν εἰς ἀριθμὸν ἐνενήκοντα καὶ ἑκατὸν ἡμέρας. καὶ λήψῃ τὰς ἀδικίας οἴκου Ἰσραὴλ καὶ συντελέσῃ ταῦτα. καὶ κοιμηθήσῃ ἐπὶ τὸ πλευρόν σου τὸ δεξιόν, καὶ λήψῃ τὰς ἀδικίας οἴκου Ἰούδα μʹ ἡμέρας. ἡμέραν εἰς ἐνιαυτὸν τέθεικά σοι. καὶ εἰς τὸν συγκλεισμὸν Ἱερουσαλὴμ ἑτοιμάσεις τὸ πρόσωπόν 273 σου καὶ τὸν βραχίονά σου στερεώσεις καὶ προφητεύσεις ἐπ' αὐτήν. καὶ ἐγὼ ἰδοὺ δέδωκα ἐπὶ σὲ δεσμούς, καὶ μὴ στραφῇς ἀπὸ πλευροῦ σου ἐπὶ τὸ πλευρόν σου, ἕως συντελεσθῶσιν ἡμέραι τοῦ συγκλεισμοῦ σου. Ἐκ τούτων παρίσταται τοῖς βουλομένοις ὀρθῶς νοεῖν ὅτι ὁ πᾶς τῆς αἰχμαλωσίας χρόνος τοῦ παντὸς ἔθνους τῶν Ἑβραίων ἔτεσιν ρζʹ περιγρά φεται, ἀρξάμενος μὲν ἀπὸ τῆς ὑπὸ Θεγλαφαλασὰρ καὶ Φακεὲ πρώτης αἰχμαλωσίας, ἥτις τῷ κοσμικῷ δψξβʹ ἔτει γέγονε κατὰ τὸ ιβʹ ἔτος Ἄχαζ, λήξας δὲ ἐπὶ τὸ αʹ ἔτος Κύρου τοῦ πρώτου Περσῶν καὶ Μήδων καὶ Ἀσσυρίων καὶ Βαβυλωνίων βασιλέως, ὅπερ καὶ αὐτὸ συντρέχει τῷ δνβʹ ἔτει τοῦ κόσμου. ἐὰν ἄρα ἐκ τῶν δνβʹ τοῦ κόσμου ἐτῶν ἀφέλωμεν τὰ αὐτὰ ρζʹ ἔτη, ὑπολείπεται ἡμῖν, ὡς προείρηται, δψξβʹ, καὶ ἐὰν τοῖς δψξβʹ κοσμικοῖς ἔτεσι προσθῶμεν ἔτη ρκʹ ἀπὸ τοῦ αʹ ἔτους Ὠσηὲ ἕως τοῦ δʹ ἔτους Σεδεκίου, ὑπολειφθήσεται ἡμῖν τὰ τῆς αἰχμαλωσίας τοῦ Ἰούδα οʹ ἔτη ἕως τοῦ βʹ ἔτους Κύρου. ἀλλὰ καὶ τὰ ρνʹ ἔτη τῶν θʹ τοῦ Ἰσραὴλ φυλῶν ἀπὸ τοῦ αὐτοῦ δψξβʹ ἔτους τοῦ κόσμου ψηφιζόμενα εἰς τὸ κςʹ ἔτος λήγει τοῦ Ναβουχοδονόσωρ, ὅπερ ἦν ηʹ ἀπὸ τοῦ ιαʹ ἔτους Σεδεκίου καὶ τελείας ἐρημώσεως Ἱερουσαλήμ. ἀπὸ δὲ τοῦ κζʹ ἔτους Ναβουχοδονόσωρ ἤτοι θʹ τῆς ἁλώσεως ἐπὶ τὴν ἀρχὴν Κύρου τὰ λοιπὰ μʹ κατὰ τὸν Ἰεζεκιήλ. Ἴσως δ' ἄν τις εὐλόγως ἀπορήσοι πῶς Ἱερεμίας μὲν καὶ Ζαχαρίας οἱ προφῆται σὺν τῇ γραφῇ τοῦ Ἔσδρα οʹ ἔτη φασὶ τῆς αἰχμαλωσίας Ἰούδα, ὁ δὲ Ἰεζεκιὴλ μόνα μʹ. πρὸς ὅ φαμεν ὅτι δυνατὸν κἀκείνους τῷ Ἰεζεκιὴλ συμφωνεῖν ἀριθμουμένων τῶν αὐτῶν μʹ ἐτῶν ἀπὸ τῆς ὑστάτης ἐν Αἰγύπτῳ γενομένης αἰχμαλωσίας τοῦ Ἰούδα. Καὶ μεθ' ἕτερα κατὰ τὴν θείαν διὰ Ἱερεμίου πρόρρησιν· ἡνίκα τοὺς λίθους κατέκρυψεν ἐν προθύροις οἴκου Φαραῶ τοῦ καὶ Οὐαφρεὶ ἐν Τάφναις, ὁ προφήτης Ἱερεμίας ἀπειλήσας Αἰγύπτῳ καὶ τοῖς ἐν αὐτῇ τὴν ἔλευσιν Ναβουχοδονόσωρ καὶ τοῖς προσφυγοῦσιν εἰς Αἴγυπτον καταλοί ποις Ἰούδα πρὸς