124
προτεραίᾳ ἀγωνισάμενοι τὸ πλέον ἔσχομεν αὐτῶν καὶ 1.352 ἐξ ὧν εἰς τὴν ὑστεραίαν αὐτοὶ μὲν ἔργῳ προὐκαλούμεθα εἰς μάχην· ἐκεῖνοι δ' οὐκ ἀξιόχρεως αὐτοὺς νομίζοντες, ἔμειναν ἑστῶτες ἐπὶ τῶν ὀχυρωμάτων.» Τοιαῦτα τοῦ μεγάλου δομεστίκου βουλευσαμένου, ὅ, τε βασιλεὺς ἐπείθετο αὐτίκα καὶ τοῖς ἄλλοις ἄριστα ἐδόκει. καὶ τῶν σημείων ἀρθέντων ἅμα καὶ τῆς σάλπιγγος ἀνάζευξιν σημηνάσης, πρὸς τὸ στρατόπεδον ἐχώρουν, παιωνίσαντες ὡς ἐπὶ νίκῃ. Ὀρχάνης δὲ αὐτὸς μὲν ἔμεινεν ἐπὶ τοῦ λόφου τὸ πολὺ τῆς στρατιᾶς ἔχων, μέρος δέ τι πέμψας παρέπεσθαι ἐκέλευσε Ῥωμαίοις ἄχρι στρατοπέδου. ἐκ δὲ τῆς Ῥωμαίων στρατιᾶς οἱ μάλιστα ἡβῶντες, οὐ τῶν εὐγενεστέρων μόνον, ἀλλὰ καὶ τῆς ἄλλης στρατιᾶς, τοὺς Πέρσας αὐτοῖς ὁρῶντες ἑπομένους, οἷα νέοι καὶ δυσκάθεκτοι ταῖς ὁρμαῖς, τῶν τάξεων ἐξιόντες τῶν σφετέρων, ὑπελείποντο ὀπίσω καὶ τοῖς βαρβάροις συνεπλέκοντο ἐξ ἐφόδων. ὁ μέγας δὲ δομέστικος τήν τε ἀκαιρίαν ὑποπτεύων, ἤδη γὰρ ὀψὲ ἦν, καὶ δεδιὼς περὶ τοῖς στρατιώταις μή τι τοῖς βαρβάροις κακουργηθῇ περὶ αὐτοὺς, ἄλλως τε καὶ δι' ὀργῆς αὐτοὺς ποιούμενος ὅ,τι μήτε βασιλέως προστεταχότος, μήτ' αὐτοῦ τῆς Ῥωμαίων συμπάσης στρατηγοῦντος στρατιᾶς, ἀτάκτως καὶ συνθήματος χωρὶς τοῖς βαρβάροις συμπλέκονται λειπόμενοι ὀπίσω, τὴν μὲν σημαίαν καὶ τὸ τάγμα τὸ ὑπ' αὐτὸν ἑνὶ τῶν ὑποστρατηγούντων αὐτῷ παραδοὺς, εἰς τὸ στρατόπεδον ἐκέλευε χωρεῖν· αὐτὸς δὲ ὀλίγους λογάδας παραλαβὼν, ἐχώρει πρὸς τοὺς μαχομένους τοῖς βαρβάροις, ἅμα μὲν τῆς μάχης ἀποστήσων καὶ ἄξων μεθ' ἑαυτοῦ πρὸς τὴν στρατιὰν, ἅμα δὲ καὶ δίκην ἐπι 1.353 θήσων τὴν προσήκουσαν τοῖς ἀτάκτοις. τοῖς ἴσοις δὲ λογισμοῖς χρησάμενος καὶ βασιλεὺς, τὸ ἴδιον τάγμα καὶ αὐτὸς καὶ τὴν σημαίαν τὴν βασιλικὴν Ἀσάνῃ Μανουὴλ τῷ Ἀνδρονίκου υἱῷ ἐξαδέλφῳ ὄντι αὐτοῦ παραδοὺς καὶ χωρεῖν πρὸς τὸ στρατόπεδον κελεύσας, λογάδας καὶ αὐτὸς παραλαβών τινας, ἐβάδιζεν ὀπίσω. οὕτω δὲ συμβὰν, γενόμενοι ἀλλήλοις ἐν ταὐτῷ καὶ τὴν αἰτίαν τῆς ὑποστροφῆς πυθόμενοι εἶναι τὴν αὐτὴν, ἐπεὶ ἐδόκουν καιρίως πεποιῆσθαι, ἄχρι τῶν μαχομένων ἦλθον καὶ τῆς συμβολῆς μὲν ἀπέστησαν ἐκείνους, αὐτοὶ δὲ καὶ ἄκοντες τοῖς βαρβάροις συνεπλέκοντο. οἱ γὰρ βάρβαροι τὴν μὲν στρατιὰν ὁρῶντες ἤδη οὐκ ὀλίγον αὐτῶν ἀφεστηκυῖαν, τοὺς ὑπολειπομένους δὲ ὀλίγους, καὶ νομίσαντες καιρὸν εἶναι αὐτοῖς ἐπιθεμένους διαφθεῖραι, λογάδες καὶ ἐξ αὐτῶν καὶ πολλάκις τόσοι ἐπιθέμενοι, ἐν χρῷ κατέστησαν αὐτοὺς κινδύνου. δομέστικός τε γὰρ ὁ μέγας, τοῦ ἵππου αὐτῷ ἐν ταῖς ἐκδρομαῖς καὶ ἀναστροφαῖς πεσόντος, μικροῦ ἐδέησεν ἀποθανεῖν, εἰ μὴ βασιλέως καὶ τῶν ἄλλων περιστάντων, ἐφ' ἕτερον ἀνηνέχθη. καὶ τὸν βασιλέως ἵππον ἔτρωσαν μὲν τραύμασι καιρίοις, ἐπέσησε δὲ ὅσον ἀπαλλάξαι τῶν βαρβάρων. ἐτρώθη δὲ καὶ ὁ βασιλεὺς βέλει τὸν μηρὸν, ἄγαν εὐψύχως μαχόμενος τοῖς βαρβάροις, καὶ διῆλθε τὸ βέλος ἀμφοτέρας τὰς ἐπιφανείας. κίνδυνον δὲ τὸ τραῦμα οὐδένα ὑπενόει, ἀλλὰ μετὰ δεκάτην τῆς πληγῆς ἡμέραν αὖθις ὑγιὴς ἦν, ὡς ἂν εἰ μηδὲ τὴν ἀρχὴν ἐτρώθη. πλὴν εὐψύχως καὶ γενναίως ἀγωνισάμενοι καὶ βαρβάρους ὀλίγους μὲν, τῶν ἐπιφανῶν δὲ ἀνελόντες καὶ διαλυ 1.354 θέντες ἀπ' ἀλλήλων, οἱ μὲν ἀπελείποντο ὀπίσω, ὥσπερ πυρὸς τῆς Ῥωμαίων ἀπεχόμενοι στρατιᾶς, καὶ μηδ' ἐγγὺς ὑπομένοντες γενέσθαι. βασιλεὺς δὲ καὶ οἱ ἀμφ' αὐτὸν, ἐνοχλοῦντος μηδενὸς, πρὸς τὸ στράτευμα γενόμενοι, τὴν ἐπὶ τὸ στρατόπεδον ἐχώρουν· Σεβαστόπουλος δέ τις τῶν ὑποτεταγμένων βασιλεῖ, τὸ γένος μὲν Μυσὸς, τριακοσίων δὲ ἄρχων στρατιωτῶν οὐ πάνυ ὡπλισμένων, οὐδὲ ἵπποις χρωμένων ἀγαθοῖς, ἀλλὰ τὴν ἐσχάτην χώραν ἐπεχόντων ἐν τῇ στρατιᾷ, τούς τε ἰδίους ὅσοι ἦσαν παραλαβὼν καὶ πεζοὺς προσεταιρισάμενός τινας, τὴν ἄλλην στρατιὰν ἀπολιπὼν, δρόμῳ κατὰ Περσῶν ἐχώρει. συνιδόντες δὲ οἱ Πέρσαι, ὡς ἐπὶ κακῷ τῷ σφετέρῳ τὴν ἔφοδον ποιοῦνται ταυτηνὶ καὶ ἀποστῆσαι τῆς στρατιᾶς βουλόμενοι ἐπιπολὺ, τὴν ἧττάν τε προσεποιοῦντο καὶ φεύγειν ἐδόκουν· οἱ δ' ἐφείποντο ἀνοήτως. εἶτ' αἰφνίδιον οἱ βάρβαροι συστραφέντες, βοῇ τε ἐχρῶντο καὶ ἀλαλαγμοῖς