124
ἐπιτρέψαντος, τὸν ἐκ τοῦ Πτολεμαίου σταλέντα ξενίζει φιλοτιμότατα, καὶ δωρεὰς αὐτῷ πολυτελεῖς παρασχὼν προέπεμψεν, εψεσθαι καὶ αὐτὸς ὑποσχόμενος. καὶ ὁ μὲν ἐπανῆλθε πρὸς Πτολεμαῖον, τὰ γεγονότα μηνύων καὶ τὴν τοῦ ̓Ιωσὴφ χρηστότητα διηγούμενος, καὶ λέγων τὸν ανδρα ἀφίξεσθαι πρεσβευσόμενον, καὶ πολλὰ τούτου πρὸς τὸν βασιλέα καὶ τὴν βασίλισσαν διεξιὼν ἐγκώμια· ὁ δὲ ̓Ιωσὴφ παρασκευασάμενος μετὰ ταῦτα εἰς ̓Αλεξάνδρειαν παραγέγονεν. ἀκούσας δὲ ἐν Μέμφει τὸν Πτολεμαῖον ειναι, ἀπῄει ὑπαντήσων αὐτῷ. ετυχε δὲ ὁ βασιλεὺς ἐπὶ ὀχήματος μετὰ τῆς γυναικὸς καθεζόμενος, παρῆν δὲ καὶ ὁ παρ' αὐτοῦ τοῦ ̓Ιωσὴφ ξενισθείς. ος ἰδὼν αὐτόν "ουτος" εφη τῷ βασιλεῖ "περὶ ου σοι ἀπήγγειλα 1.312 ὡς ἀγαθός ἐστι καὶ φιλότιμος νεανίας." καὶ ὁ Πτολεμαῖος ἀκούσας πρῶτός τε αὐτὸν προσηγόρευσε καὶ ἀναβῆναι ἐπὶ τὸ οχημα παρεκέλευσεν. αἰτιωμένου δὲ τὸν ἀρχιερέα τοῦ βασιλέως "συγγίνωσκε" ελεγε "διὰ τὸ γῆρας αὐτῷ· τοῖς τε γὰρ πρεσβύταις καὶ τοῖς νηπίοις ὁμοία ἐστὶν ἡ διάνοια· ἡμεῖς δέ σοι οἱ νέοι πᾶσαν τὴν ὀφειλὴν καταθήσομεν." ἐκ τούτων ἐπὶ πλέον ἡ πρὸς αὐτὸν ἐπέδωκε τοῦ βασιλέως διάθεσις. γενομένου δὲ ἐν ̓Αλεξανδρείᾳ τοῦ βασιλέως, ἰδόντες οἱ πρῶτοι τῆς Συρίας, ετυχον γὰρ ἐλθόντες ινα τὰ τέλη τῶν πόλεων ἐξωνήσωνται, κατ' ετος τοῦ βασιλέως ταῦτα τοῖς τῶν πόλεων πιπράσκοντος δυνατοῖς, τὸν ̓Ιωσὴφ αὐτῷ συγκαθήμενον, ἐδυσχέραινον. εἰς ὀκτακισχίλια δὲ τάλαντα τὰ τῆς Κοίλης Συρίας τέλη καὶ τὰ τῆς Φοινίκης καὶ ̓Ιουδαίας καὶ Σαμαρείας ὠνουμένων τῶν ἐν ταῖς πόλεσι δυνατῶν, ὁ ̓Ιωσὴφ διπλασίονα δώσειν ὑπισχνεῖτο. τοῦ δὲ βασιλέως κατανεύσαντος, ἐρομένου δὲ εἰ τοὺς ἐγγυησομένους αὐτὸν εχει, "δώσω" ειπεν "ἀνθρώπους οις οὐκ ἀπιστήσετε." καί "τίνες ουτοι" προσερομένου, "σέ" ειπεν, "ω βασιλεῦ, καὶ τὴν γυναῖκα τὴν σὴν ἐγγυησομένους δίδωμι." γελάσας δὲ ὁ Πτολεμαῖος συνεχώρησεν αὐτῷ τῶν φόρων τὴν εισπραξιν. λαβὼν ουν στρατιώτας ὡς δισχιλίους εἰς Συρίαν ἐξώρμησε. γενόμενος δ' ἐν ̓Ασκάλωνι, ὡς οὐδὲν ἐδίδουν αὐτῷ, ἀλλὰ καὶ προσύβριζον, συλλαβὼν τοὺς πρωτεύοντας εκτεινε, καὶ τὰς οὐσίας δημεύσας αὐτῶν τῷ βασιλεῖ επεμψεν ὡς χίλια τάλαντα. ὁ δὲ τὰ πεπραγμένα ἐπαινέσας ἐφίησιν αὐτῷ ποιεῖν ο τι βούλεται. τοῦτο φόβον τοῖς Σύροις ἐνέβαλε, καὶ ἐδέχοντο προθύμος τὸν ̓Ιωσήφ, καὶ τοὺς φόρους ἐδίδουν. κερδήσας δ' ἐκ τούτων πολλά, μεγάλα τῷ βασιλεῖ καὶ τῇ Κλεοπάτρᾳ εστελλε 1.313 δῶρα καὶ πᾶσι τοῖς περὶ αὐτούς, οθεν ἐπὶ ετη δύο καὶ εικοσι τῆς εὐτυχίας ταύτης ἀπήλαυσε. Γυναιξὶ δὲ δυεῖν συνοικήσας, ἐκ μὲν τῆς μιᾶς παῖδας εσχεν ἑπτά, ἐκ δὲ τῆς λοιπῆς ενα. ην δ' αυτη ἀδελφόπαις αὐτοῦ· ῃπερ ουτως συνῴκησε. ὀρχηστρίδος ἠράσθη τινὸς καὶ τῷ ταύτης εκαμνεν ερωτι. μηνύει δὲ τὸ πάθος τῷ ἀδελφῷ. ὁ δὲ διακονήσασθαί οἱ πρὸς τὸν ερωτα ἐπηγγείλατο, καὶ νυκτὸς τὴν ἑαυτοῦ θυγατέρα πρὸς τὸν ἀδελφὸν ἀγαγὼν συγκατέκλινε. καὶ τούτου γενομένου πολλάκις, ηρα σφοδρότερον. τοῦ δὲ ἀδελφοῦ τὸ κεκρυμμένον αὐτῷ φανερώσαντος, συνῴκησε τῇ ἀδελφιδῇ, καὶ ἐξ αὐτῆς υἱὸν εσχεν, ̔Υρκανὸν καλέσας αὐτόν. τρισκαίδεκα δὲ γεγονὼς ἐτῶν ουτος τήν τε σύνεσιν ἐδείκνυ καὶ τὴν ἐντρέχειαν. δοὺς γὰρ αὐτῷ ὁ πατὴρ ζεύγη βοῶν τριακόσια ἐξέπεμψεν εἰς χώραν δυεῖν ἡμέραιν ἀπέχουσαν τὴν γῆν ἐργασόμενον, τοὺς ἱμάντας τῶν ζυγῶν παρακατασχών. ὁ δὲ γενόμενος ἐκεῖ καὶ μὴ εχων ἱμάντας, τῶν βοηλατῶν στέλλειν πρὸς τὸν πατέρα τοὺς αἰτήσοντας αὐτοὺς δεῖν λεγόντων, τῇ μὲν ἐκείνων συμβουλῇ οὐ προσέσχεν, αὐτὸς δὲ δέκα ζεύγη καταθύσας τὰ μὲν κρέα τοῖς ἐργάταις διένειμε, τὰς δὲ δορὰς κατατεμὼν τούτοις προσέδησε τοὺς ζυγούς, καὶ ουτω τὴν ἐργασίαν ποιήσας ἐπανελήλυθεν. ὁ δὲ πατὴρ τὴν ἐπίνοιαν αὐτοῦ γνοὺς καὶ ἐθαύμασεν αὐτὸν καὶ ἠγάπησε καὶ τῶν αλλων προετίμα υἱῶν· οἱ δὲ ηχθοντο. τῷ δὲ Πτολεμαίῳ γεννηθέντος υἱοῦ οἱ πρῶτοι τῶν ὑπ' αὐτὸν χωρῶν ἑώρταζον τὰ γενέθλια ἀπιόντες εἰς ̓Αλεξάνδρειαν, ̓Ιωσὴφ δὲ τῷ γήρᾳ δυσκόμιστος γεγονὼς τῶν παίδων ενα ἐκεῖ ἀπελθεῖν προετρέπετο. τῶν 1.314 δὲ πρεσβυτέρων παραιτουμένων ὁ ̔Υρκανὸς